PhilokaliaKnowledge Map

The Bible 1 Chronicles Chapter 11

1 Chronicles 11

Παραλειπομένων Α´

1 ΚΑΙ ἦλθε πᾶς Ἰσραὴλ πρὸς Δαυὶδ ἐν Χεβρὼν λέγοντες· ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς·

And all Israel came to David in Chebron, saying, Behold, we [are] your bones and your flesh.

2 καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως, σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ, καὶ εἶπεν Ἰσραὴλ Κύριός σοι· σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραήλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ἰσραήλ.

And heretofore when Saul was king, you were he that led Israel in and out, and the Lord of Israel said to you, You shall feed my people Israel, and you shall be for a ruler over Israel.

3 καὶ ἦλθον πάντες πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἔναντι Κυρίου, καὶ ἔχρισαν τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ Ἰσραὴλ κατὰ τὸν λόγον Κυρίου, διὰ χειρὸς Σαμουήλ.

And all the elders of Israel came to the king to Chebron; and king David made a covenant with them in Chebron before the Lord: and they anointed David to be king over Israel, according to the word of the Lord by Samuel.

4 Καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες αὐτοῦ εἰς Ἱερουσαλὴμ (αὕτη Ἰεβούς), καὶ ἐκεῖ οἱ Ἰεβουσαῖοι οἱ κατοικοῦντες τὴν γῆν εἶπον τῷ Δαυίδ·

And the king and his men went to Jerusalem, this [is] Jebus; and there the Jebusites the inhabitants of the land said to David,

5 οὐκ εἰσελεύσῃ ὧδε. καὶ προκατελάβετο τὴν περιοχὴν Σιὼν (αὕτη ἡ πόλις Δαυίδ).

You shall not enter in hither. But he took the strong hold of Sion: this [is] the city of David.

6 καὶ εἶπε Δαυίδ· πᾶς τύπτων Ἰεβουσαῖον ἐν πρώτοις καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν· καὶ ἀνέβη ἐπ᾿ αὐτὴν ἐν πρώτοις Ἰωὰβ υἱὸς Σαρουΐα καὶ ἐγένετο εἰς ἄρχοντα.

And David said, Whoever first smites the Jebusite, even he shall be chief and captain. And Joab the son of Saruia went up first, and became chief.

7 καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ περιοχῇ· διὰ τοῦτο ἐκάλεσεν αὐτὴν Πόλιν Δαυίδ·

And David lived in the strong hold; therefore he called it the city of David.

8 καὶ ᾠκοδόμησε τὴν πόλιν κύκλῳ· καὶ ἐπολέμησε καὶ ἔλαβε τὴν πόλιν.

And he fortified the city round about.

9 καὶ ἐπορεύετο Δαυὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετ᾿ αὐτοῦ.

And David continued to increase, and the Lord Almighty [was] with him.

10 Καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν, οἳ ἦσαν τῷ Δαυίδ, οἱ κατισχύοντες μετ᾿ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς Ἰσραὴλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον Κυρίου ἐπὶ Ἰσραήλ·

And these [are] the chiefs of the mighty men, whom David had, who strengthened [themselves] with him in his kingdom, with all Israel, to make him king, according to the word of the Lord concerning Israel.

11 καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυίδ· Ἰεσεβάαλ υἱὸς Ἀχαμανὶ πρῶτος τῶν τριάκοντα· οὗτος ἐσπάσατο τὴν ρομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί.

And this [is] the list of the mighty [men] of David; Jesebada, son of Achaman, first of the thirty: he drew his sword once against three hundred whom he killed at one time.

12 καὶ μετ᾿ αὐτὸν Ἐλεάζαρ υἱὸς Δωδαΐ ὁ Ἀχωχί· οὗτος ἦν ἐν τοῖς τρισὶ δυνατοῖς.

And after him Eleazar son of Dodai, the Achochite: he was amongst the three mighty men.

13 οὗτος ἦν μετὰ Δαυὶδ ἐν Φασοδομίν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων·

He was with David in Phasodamin, and the Philistines were gathered there to battle, and [there was] a portion of the field full of barley; and the people fled before the Philistines.

14 καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτὴν καὶ ἐπάταξε τοὺς ἀλλοφύλους, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην.

And he stood in the midst of the portion, and rescued it, and struck the Philistines; and the Lord wrought a great deliverance.

15 καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυὶδ εἰς τὸ σπήλαιον Ὀδολλάμ, καὶ παρεμβολὴ τῶν ἀλλοφύλων ἐν τῇ κοιλάδι τῶν γιγάντων.

And three of the thirty chiefs went down to the rock to David, to the cave of Odollam, and the camp of the Philistines [was] in the giants' valley.

16 καὶ Δαυὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ.

And David [was] then in the hold, and the garrison of the Philistines [was] then in Bethleem.

17 καὶ ἐπεθύμησε Δαυὶδ καὶ εἶπε· τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ;

And David longed, and said, Who will give me water to drink of the well of Bethleem, that is in the gate?

18 καὶ διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεέμ, ὃς ἦν ἐν τῇ πύλῃ, καὶ ἔλαβον καὶ ἦλθον πρὸς Δαυίδ, καὶ οὐκ ἠθέλησε Δαυὶδ τοῦ πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ καὶ εἶπεν·

And the three broke through the camp of the Philistines, and they drew water out of the well that was in Bethleem, which was in the gate, and they took it, and came to David: but David would not drink it, and poured it out to the Lord, and said,

19 ἵλεώς μου ὁ Θεὸς τοῦ ποιῆσαι τὸ ρῆμα τοῦτο, εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν; ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν αὐτό· καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.

God forbid that I should do this thing: shall I drink the blood of these men with their lives? for with [the peril of] their lives they brought it. So he would not drink it. These things did the three mighty [men].

20 καὶ Ἀβεσαὰ ἀδελφὸς Ἰωάβ, οὗτος ἦν ἄρχων τῶν τριῶν, οὗτος ἐσπάσατο τὴν ρομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί, καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν,

And Abisa the brother of Joab, he was chief of three: he drew his sword against three hundred slain at one time, and he had a name amongst the [second] three.

21 ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο.

He was more famous than the two [others] of the three, and he was chief [over] them; yet he reached not to the [first] three.

22 καὶ Βαναίας υἱὸς Ἰωδαὲ υἱὸς ἀνδρὸς δυνατοῦ, πολλὰ ἔργα αὐτοῦ ὑπὲρ Καβασαήλ· οὗτος ἐπάταξε τοὺς δύο ἀριὴλ Μωὰβ καὶ οὗτος κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος·

And Banaia the son of Jodae was the son of a mighty man: many [were] his acts for Cabasael: he struck two lion-like men of Moab, and he went down and struck a lion in a pit on a snowy day.

23 καὶ οὗτος ἐπάταξε τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν πεντάπηχυν, καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων, καὶ κατέβη ἐπ᾿ αὐτὸν Βαναίας ἐν ράβδῳ καὶ ἀφείλετο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.

And he struck an Egyptian, a wonderful man five cubits [high]; and in the hand of the Egyptian [there was] a spear like a weavers' beam; and Banaia went down to him with a staff, and took the spear out of the Egyptian's hand, and killed him with his own spear.

24 ταῦτα ἐποίησε Βαναίας υἱὸς Ἰωδαέ, καὶ τούτῳ ὄνομα ἐν τοῖς τρισὶ τοῖς δυνατοῖς·

These things did Banaia son of Jodae, and his name [was] amongst the three mighties.

25 ὑπὲρ τοὺς τριάκοντα ἦν ἔνδοξος οὗτος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο· καὶ κατέστησεν αὐτὸν Δαυὶδ ἐπὶ τὴν πατριὰν αὐτοῦ.

He was distinguished beyond the thirty, yet he reached not to the [first] three: and David set him over his family.

26 καὶ δυνατοὶ τῶν δυνάμεων· Ἀσαὴλ ἀδελφὸς Ἰωάβ, Ἐλεανὰν υἱὸς Δωδωὲ ἐκ Βηθλεέμ,

And the mighty [men] of the forces [were], Asael the brother of Joab, Eleanan the son of Dodoe of Bethleem,

27 Σαμμὼθ ὁ Ἀρωρί, Χελλὴς ὁ Φελωνί,

Samaoth the Arorite, Chelles the Phelonite,

28 Ὡρὰ υἱὸς Ἐκκὶς ὁ Θεκωί, Ἀβιέζερ ὁ Ἀναθωθί,

Ora the son of Ekkis the Thecoite, Abiezer the Anathothite,

29 Σοβοχαὶ ὁ Ἀσωθί, Ἠλὶ ὁ Ἀχωνί,

Sobochai the Usathite, Eli the Achonite,

30 Μοοραΐ ὁ Νετωφαθί, Χολὸδ υἱὸς Νοοζὰ ὁ Νετωφαθί,

Marai the Netophathite, Chthaod the son of Nooza the Netophathite,

31 Αἰρὶ υἱὸς Ρεβιὲ ἐκ βουνοῦ Βενιαμίν, Βαναίας ὁ Φαραθωνί,

Airi the son of Rebie of the hill of Benjamin, Banaias the Pharathonite,

32 Οὐρὶ ἐκ Ναχαλὶ Γάας, Ἀβιὴλ ὁ Γαραβαιθί,

Uri of Nachali Gaas, Abiel the Garabaethite,

33 Ἀζμὼθ ὁ Βαρωμί, Ἐλιαβὰ ὁ Σαλαβωνί,

Azbon the Baromite, Eliaba the Salabonite,

34 υἱὸς Ἀσὰμ τοῦ Γιζωνίτου, Ἰωνάθαν υἱὸς Σωλὰ ὁ Ἀραρί,

the son of Asam the Gizonite, Jonathan the son of Sola the Ararite,

35 Ἀχὶμ υἱὸς Ἀχὰρ ὁ Ἀραρί, Ἐλφὰτ υἱὸς Θυροφὰρ

Achim the son of Achar the Ararite, Elphat the son of Thyrophar

36 ὁ Μεχωραθρί, Ἀχία ὁ Φελλωνί,

the Mechorathrite, Achia the Phellonite,

37 Ἠσερὲ ὁ Χαρμαδαΐ, Νααραὶ υἱὸς Ἀζοβαί,

Esere the Charmadaite, Naarai the son of Azobai,

38 Ἰωὴλ υἱὸς Νάθαν, Μεβαὰλ υἱὸς Ἀγαρί,

Joel the son of Nathan, Mebaal son of Agari,

39 Σελὴ ὁ Ἀμμωνί, Ναχὼρ ὁ Βηρωθί, αἴρων σκεύη Ἰωὰβ υἱῷ Σαρουΐα,

Sele the son of Ammoni, Nachor the Berothite, armour-bearer to the son of Saruia,

40 Ἰρὰ ὁ Ἰεθρί, Γαρὴβ ὁ Ἰεθρί,

Ira the Jethrite, Gaber the Jethrite,

41 Οὐρία ὁ Χεττί, Ζαβὲτ υἱὸς Ἀχαϊά,

Uria the Chettite, Zabet son of Achaia,

42 Ἀδινὰ υἱὸς Σαιζὰ τοῦ Ρουβὴν ἄρχων, καὶ ἐπ᾿ αὐτῷ τριάκοντα.

Adina son of Saeza, a chief of Ruben, and thirty with him,

43 Ἀνὰν υἱὸς Μοωχά, καὶ Ἰωσαφὰτ ὁ Ματθανί,

Anan the son of Moocha, and Josaphat the Matthanite,

44 Ὀζία ὁ Ἀσταρωθί, Σαμαθὰ καὶ Ἰειὴλ υἱοὶ Χωθὰμ τοῦ Ἀραρί,

Ozia the Astarothite, Samatha and Jeiel sons of Chotham the Ararite,

45 Ἰεδιὴλ υἱὸς Σαμερὶ καὶ Ἰωζαὲ ὁ ἀδελφὸς αὐτοῦ ὁ Θωσαΐ,

Jediel the son of Sameri, and Jozae his brother the Thosaite,

46 Ἐλιὴλ ὁ Μαωΐ καὶ Ἰαριβί, καὶ Ἰωσία υἱὸς αὐτοῦ, Ἐλλαὰμ καὶ Ἰεθαμὰ ὁ Μωαβίτης,

Eliel the Maoite, and Jaribi, and Josia his son, Ellaam, and Jethama the Moabite,

47 Δαλιὴλ καὶ Ὠβὴδ καὶ Ἰεσσιὴλ ὁ Μεσωβία.

Daliel, and Obeth, and Jessiel of Mesobia.

Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.