PhilokaliaKnowledge Map

The Bible 1 Kingdoms Chapter 28

1 Kingdoms 28

Βασιλειῶν Α´

1 ΚΑΙ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελθεῖν πολεμεῖν μετὰ Ἰσραήλ, καὶ εἶπεν Ἀγχοῦς πρὸς Δαυίδ· γινώσκων γνώσῃ ὅτι μετ᾿ ἐμοῦ ἐξελεύσῃ εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου.

And it came to pass in those days that the Philistines gathered themselves together with their armies to go out to fight with Israel; and Anchus said to David, Know surely, that you shall go forth to battle with me, [you], and your men.

2 καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς· οὕτω νῦν γνώσῃ ἃ ποιήσει ὁ δοῦλός σου· καὶ εἶπεν Ἀγχοῦς πρὸς Δαυίδ· οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας.

And David said to Anchus, Thus now you shall know what your servant will do. And Anchus said to David, So will I make you captain of my body-guard continually.

3 Καὶ Σαμουὴλ ἀπέθανε, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ καὶ θάπτουσιν αὐτὸν ἐν Ἀρμαθαὶμ ἐν πόλει αὐτοῦ. καὶ Σαοὺλ περιεῖλε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς.

And Samuel died, and all Israel lamented for him, and they bury him in his city, in Armathaim. And Saul had removed those who had in them divining spirits, and the wizards, out of the land.

4 καὶ συναθροίζονται οἱ ἀλλόφυλοι καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωμάν, καὶ συναθροίζει Σαοὺλ πάντα ἄνδρα Ἰσραήλ, καὶ παρεμβάλλουσιν εἰς Γελβουέ.

And the Philistines assemble themselves, and come and encamp in Sonam: and Saul gathers all the men of Israel, and they encamp in Gelbue.

5 καὶ εἶδε Σαοὺλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἐφοβήθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα.

And Saul saw the camp of the Philistines, and he was alarmed, and his heart was greatly dismayed.

6 καὶ ἐπηρώτησε Σαοὺλ διὰ Κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ Κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προφήταις.

And Saul enquired of the Lord; and the Lord answered him not by dreams, nor by manifestations, nor by prophets.

7 καὶ εἶπε Σαοὺλ τοῖς παισὶν αὐτοῦ· ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυθον, καὶ πορεύσομαι πρὸς αὐτὴν καὶ ζητήσω ἐν αὐτῇ· καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν· ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν Ἀενδώρ.

Then Saul said to his servants, Seek for me a woman who has in her a divining spirit, and I will go to her, and enquire of her: and his servants said to him, Behold, [there is] a woman who has in her a divining spirit at Aendor.

8 καὶ συνεκαλύψατο Σαοὺλ καὶ περιεβάλετο ἱμάτια ἕτερα καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ᾿ αὐτοῦ καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς καὶ εἶπεν αὐτῇ· μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι.

And Saul disguised himself, and put on other raiment, and he goes, and two men with him, and they come to the woman by night; and he said to her, Divine to me, I pray you, by the divining spirit within you, and bring up to me him whom I shall name to you.

9 καὶ εἶπεν αὐτῷ ἡ γυνή· ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησε Σαούλ, ὡς ἐξωλόθρευσε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς· καὶ ἱνατί σὺ παγιδεύεις τὴν ψυχήν μου θανατῶσαι αὐτήν;

And the woman said to him, Behold now, you know what Saul has done, how he has cut off those who had in them divining spirits, and the wizards from the land, and why do you spread a snare for my life to destroy it?

10 καὶ ὤμοσεν αὐτῇ Σαοὺλ λέγων· ζῇ Κύριος, εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ.

And Saul swore to her, and said, [As] the Lord lives, no injury shall come upon you on this account.

11 καὶ εἶπεν ἡ γυνή· τίνα ἀναγάγω σοι; καὶ εἶπε· τὸν Σαμουὴλ ἀνάγαγέ μοι.

And the woman said, Whom shall I bring up to you? and he said, Bring up to me Samuel.

12 καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουὴλ καὶ ἀνεβόησε φωνῇ μεγάλῃ· καὶ εἶπεν ἡ γυνὴ πρὸς Σαούλ· ἱνατί παρελογίσω με; καὶ σὺ εἶ Σαούλ.

And the woman saw Samuel, and cried out with a loud voice: and the woman said to Saul, Why have you deceived me? for you are Saul.

13 καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· μὴ φοβοῦ, εἰπὸν τίνα ἑώρακας. καὶ εἶπεν αὐτῷ ἡ γυνή· θεοὺς ἑώρακα ἀναβαίνοντας ἐκ τῆς γῆς.

And the king said to her, Fear not; tell me whom you have seen. And the woman said to him, I saw gods ascending out of the earth.

14 καὶ εἶπεν αὐτῇ· τί ἔγνως; καὶ εἶπεν αὐτῷ· ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος διπλοΐδα ἀναβεβλημένος. καὶ ἔγνω Σαούλ, ὅτι οὗτος Σαμουήλ, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.

And he said to her, What did you perceive? and she said to him, An upright man ascending out of the earth, and he [was] clothed with a mantle. And Saul knew that this was Samuel, and he stooped with his face to the earth, and did obeisance to him.

15 καὶ εἶπε Σαμουήλ· ἱνατί παρηνώχλησάς μοι ἀναβῆναί με; καὶ εἶπε Σαούλ· θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ ὁ Θεὸς ἀφέστηκεν ἀπ᾿ ἐμοῦ καὶ οὐκ ἐπακήκοέ μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις· καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω.

And Samuel said, Why have you troubled me, that I should come up? And Saul said, I am greatly distressed, and the Philistines war against me, and God has departed from me, and no longer hearkens to me either by the hand of the prophets or by dreams: and now I have called you to tell me what I shall do.

16 καὶ εἶπε Σαμουήλ· ἱνατί ἐπερωτᾷς με; καὶ Κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ γέγονε μετὰ τοῦ πλησίον σου·

And Samuel said, Why asked you me, whereas the Lord has departed from you, and taken part with your neighbour?

17 καὶ πεποίηκε Κύριός σοι καθὼς ἐλάλησε Κύριος ἐν χειρί μου, καὶ διαρρήξει Κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυίδ.

And the Lord has done to you, as the Lord spoke by me; and the Lord will rend your kingdom out of your hand, and will give it to your neighbour David.

18 διότι οὐκ ἤκουσας φωνῆς Κυρίου καὶ οὐκ ἐποίησας θυμὸν ὀργῆς αὐτοῦ ἐν Ἀμαλήκ, διὰ τοῦτο τὸ ρῆμα ἐποίησε Κύριός σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ.

because you did not listen to the voice of the Lord, and did not execute his fierce anger upon Amalec, therefore the Lord has done this thing to you this day.

19 καὶ παραδώσει Κύριος τὸν Ἰσραὴλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων, καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται, καὶ τὴν παρεμβολὴν Ἰσραὴλ δώσει Κύριος εἰς χεῖρας ἀλλοφύλων.

And the Lord shall deliver Israel with you into the hands of the Philistines, and to-morrow you and your sons with you shall fall, and the Lord shall deliver the army of Israel into the hands of the Philistines.

20 καὶ ἔσπευσε Σαοὺλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν καὶ ἐφοβήθη σφόδρα ἀπὸ τῶν λόγων Σαμουήλ· καὶ ἐν αὐτῷ οὐκ ἦν ἰσχὺς ἔτι, οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην.

And Saul instantly fell at his full length upon the earth, and was greatly afraid because of the words of Samuel; and there was no longer any strength in him, for he had eaten no bread all that day, and all that night.

21 καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς Σαοὺλ καὶ εἶδεν ὅτι ἔσπευσε σφόδρα, καὶ εἶπε πρὸς αὐτόν· ἰδοὺ δὴ ἤκουσεν ἡ δούλη σου τῆς φωνῆς σου καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ ἤκουσα τοὺς λόγους, οὓς ἐλάλησάς μοι·

And the woman went in to Saul, and saw that he was greatly disquieted, and said to him, Behold now, your handmaid has listened to your voice, and I have put my life in my hand, and have heard the words which you have spoken to me.

22 καὶ νῦν ἄκουσον δὴ φωνῆς τῆς δούλης σου, καὶ παραθήσω ἐνώπιόν σου ψωμὸν ἄρτου, καὶ φάγε, καὶ ἔσται σοι ἰσχύς, ὅτι πορεύῃ ἐν ὁδῷ.

And now listen, I pray you, to the voice of your handmaid, and I will set before you a morsel of bread, and eat, and you shall be strengthened, for you will be going on your way.

23 καὶ οὐκ ἐβουλήθη φαγεῖν· καὶ παρεβιάζοντο αὐτὸν οἱ παῖδες αὐτοῦ καὶ ἡ γυνή, καὶ ἤκουσε τῆς φωνῆς αὐτῶν καὶ ἀνέστη ἀπὸ τῆς γῆς καί ἐκάθισεν ἐπὶ τὸν δίφρον.

But he would not eat; so his servants and the woman constrained him, and he listened to their voice, and rose up from the earth, and sat upon a bench.

24 καὶ τῇ γυναικὶ ἦν δάμαλις νομὰς ἐν τῇ οἰκίᾳ, καὶ ἔσπευσε καὶ ἔθυσεν αὐτὴν καὶ ἔλαβεν ἄλευρα καὶ ἐφύρασε καὶ ἔπεψεν ἄζυμα

And the woman had a fat heifer in the house; and she hasted and killed it; and she took meal and kneaded it, and baked unleavened cakes.

25 καὶ προσήγαγεν ἐνώπιον Σαοὺλ καὶ ἐνώπιον τῶν παιδῶν αὐτοῦ, καὶ ἔφαγον. καὶ ἀνέστησαν καὶ ἀπῆλθον τὴν νύκτα ἐκείνην.

And she brought [the meat] before Saul, and before his servants; and they ate, and rose up, and departed that night.

Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.