The Bible 1 Maccabees Chapter 10
1 Maccabees 10
Μακκαβαίων Α´
1 ΚΑΙ ἐν ἔτει ἑξηκοστῷ καὶ ἑκατοστῷ ἀνέβη Ἀλέξανδρος ὁ τοῦ Ἀντιόχου ὁ Ἐπιφανὴς καὶ κατελάβετο Πτολεμαΐδα, καὶ ἐπεδέξαντο αὐτόν, καὶ ἐβασίλευσεν ἐκεῖ.
In the hundred and sixties year Alexander, the son of Antiochus surnamed Epiphanes, went up and took Ptolemais: for the people had received him, by means whereof he reigned there,
2 καὶ ἤκουσε Δημήτριος ὁ βασιλεὺς καὶ συνήγαγε δυνάμεις πολλὰς σφόδρα καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλεμον.
Now when king Demetrius heard thereof, he gathered together an exceeding great host, and went forth against him to fight.
3 καὶ ἀπέστειλε Δημήτριος πρὸς Ἰωνάθαν ἐπιστολὰς λόγοις εἰρηνικοῖς ὥστε μεγαλῦναι αὐτόν.
Moreover Demetrius sent letters to Jonathan with loving words, so as he magnified him.
4 εἶπε γάρ· προφθάσωμεν τοῦ εἰρήνην θεῖναι μετ᾿ αὐτοῦ, πρὶν ἢ θεῖναι αὐτὸν μετὰ Ἀλεξάνδρου καθ᾿ ἡμῶν·
For said he, Let us first make peace with him, before he join with Alexander against us:
5 μνησθήσεται γὰρ πάντων τῶν κακῶν, ὧν συνετελέσαμεν πρὸς αὐτὸν καὶ εἰς τοὺς ἀδελφοὺς αὐτοῦ καὶ εἰς τὸ ἔθνος αὐτοῦ.
Else he will remember all the evils that we have done against him, and against his brethren and his people.
6 καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν συναγαγεῖν δυνάμεις καὶ κατασκευάζειν ὅπλα καὶ εἶναι αὐτὸν σύμμαχον αὐτοῦ, καὶ τὰ ὅμηρα τὰ ἐν τῇ ἄκρᾳ εἶπε παραδοῦναι αὐτῷ.
Therefore he gave him authority to gather together an host, and to provide weapons, that he might aid him in battle: he commanded also that the hostages that were in the tower should be delivered him.
7 καὶ ἦλθεν Ἰωνάθαν εἰς Ἱερουσαλὴμ καὶ ἀνέγνω τὰς ἐπιστολὰς εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ καὶ τῶν ἐκ τῆς ἄκρας.
Then came Jonathan to Jerusalem, and read the letters in the audience of all the people, and of them that were in the tower:
8 καὶ ἐφοβήθησαν φόβον μέγαν, ὅτι ἤκουσαν ὅτι ἔδωκεν ὁ βασιλεὺς ἐξουσίαν συναγαγεῖν δυνάμεις.
Who were sore afraid, when they heard that the king had given him authority to gather together an host.
9 καὶ παρέδωκαν οἱ ἐκ τῆς ἄκρας Ἰωνάθαν τὰ ὅμηρα, καὶ ἀπέδωκεν αὐτοὺς τοῖς γονεῦσιν αὐτῶν.
Whereupon they of the tower delivered their hostages to Jonathan, and he delivered them to their parents.
10 καὶ ᾤκησεν Ἰωνάθαν ἐν Ἱερουσαλὴμ καὶ ἤρξατο οἰκοδομεῖν καὶ καινίζειν τὴν πόλιν.
This done, Jonathan settled himself in Jerusalem, and began to build and repair the city.
11 καὶ εἶπε πρὸς τοὺς ποιοῦντας τὰ ἔργα οἰκοδομεῖν τὰ τείχη καὶ τὸ ὄρος Σιὼν κυκλόθεν ἐκ λίθων τετραγώνων εἰς ὀχύρωσιν· καὶ ἐποίησαν οὕτως.
And he commanded the workmen to build the walls and the mount Sion and about with square stones for fortification; and they did so.
12 καὶ ἔφυγον οἱ ἀλλογενεῖς οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν, οἷς ᾠκοδόμησε Βακχίδης.
Then the strangers, that were in the fortresses which Bacchides had built, fled away;
13 καὶ κατέλιπεν ἕκαστος τὸν τόπον αὐτοῦ καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ.
Insomuch as every man left his place, and went into his own country.
14 πλὴν ἐν Βαιθσούρᾳ ὑπελείφθησάν τινες τῶν καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα, ἦν γὰρ αὐτοῖς φυγαδευτήριον.
Only at Bethsura certain of those that had forsaken the law and the commandments remained still: for it was their place of refuge.
15 Καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τὰς ἐπαγγελίας, ὅσας ἀπέστειλε Δημήτριος τῷ Ἰωνάθαν, καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους καὶ τὰς ἀνδραγαθίας, ἃς ἐποίησεν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ τοὺς κόπους, οὓς ἔσχον,
Now when king Alexander had heard what promises Demetrius had sent to Jonathan: when also it was told him of the battles and noble acts which he and his brethren had done, and of the pains that they had endured,
16 καὶ εἶπε· μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον ἕνα; καὶ νῦν ποιήσομεν αὐτὸν φίλον καὶ σύμμαχον ἡμῶν.
He said, Shall we find such another man? now therefore we will make him our friend and confederate.
17 καὶ ἔγραψεν ἐπιστολὰς καὶ ἀπέστειλεν αὐτῷ κατὰ τοὺς λόγους τούτους λέγων·
Upon this he wrote a letter, and sent it to him, according to these words, saying,
18 ‘Βασιλεὺς Ἀλέξανδρος τῷ ἀδελφῷ Ἰωνάθαν χαίρειν·
King Alexander to his brother Jonathan sends greeting:
19 ἀκηκόαμεν περὶ σοῦ, ὅτι ἀνὴρ δυνατὸς ἰσχύϊ καὶ ἐπιτήδειος εἶ τοῦ εἶναι ἡμῖν φίλος.
We have heard of you, that you are a man of great power, and meet to be our friend.
20 καὶ νῦν καθεστάκαμέν σε σήμερον ἀρχιερέα τοῦ ἔθνους σου καὶ φίλον βασιλέως καλεῖσθαί σε (καὶ ἀπέστειλεν αὐτῷ πορφύραν καὶ στέφανον χρυσοῦν) καὶ φρονεῖν τὰ ἡμῶν καὶ συντηρεῖν φιλίαν πρὸς ἡμᾶς’.
Therefore now this day we ordain you to be the high priest of your nation, and to be called the king's friend; (and therewithal he sent him a purple robe and a crown of gold:) and require you to take our part, and keep friendship with us.
21 καὶ ἐνεδύσατο Ἰωνάθαν τὴν ἁγίαν στολὴν τῷ ἑβδόμῳ μηνὶ ἔτους ἑξηκοστοῦ καὶ ἑκατοστοῦ ἐν ἑορτῇ σκηνοπηγίας καὶ συνήγαγε δυνάμεις καὶ κατεσκεύασεν ὅπλα πολλά.
So in the seventh month of the hundred and sixties year, at the feast of the tabernacles, Jonathan put on the holy robe, and gathered together forces, and provided much armour.
22 Καὶ ἤκουσε Δημήτριος τοὺς λόγους τούτους καὶ ἐλυπήθη καὶ εἶπε·
Whereof when Demetrius heard, he was very sorry, and said,
23 τί τοῦτο ἐποιήσαμεν ὅτι προέφθακεν ἡμᾶς ὁ Ἀλέξανδρος τοῦ φιλίαν καταθέσθαι τοῖς Ἰουδαίοις εἰς στήριγμα;
What have we done, that Alexander has prevented us in making amity with the Jews to strengthen himself?
24 γράψω αὐτοῖς κἀγὼ λόγους παρακλήσεως καὶ ὕψους καὶ δογμάτων, ὅπως ὦσι σὺν ἐμοὶ εἰς βοήθειαν.
I also will write to them words of encouragement, and promise them dignities and gifts, that I may have their aid.
25 καὶ ἀπέστειλεν αὐτοῖς κατὰ τοὺς λόγους τούτους· ‘Βασιλεὺς Δημήτριος τῷ ἔθνει τῶν Ἰουδαίων χαίρειν.
He sent to them therefore to this effect: King Demetrius to the people of the Jews sends greeting:
26 ἐπεὶ συνετηρήσατε τὰς πρὸς ἡμᾶς συνθήκας καὶ ἐνεμείνατε τῇ φιλίᾳ ἡμῶν καὶ οὐ προσεχωρήσατε τοῖς ἐχθροῖς ἡμῶν, ἠκούσαμεν καὶ ἐχάρημεν.
Whereas you⌃ have kept covenants with us, and continued in our friendship, not joining yourselves with our enemies, we have heard hereof, and are glad.
27 καὶ νῦν ἐμμείνατε ἔτι τοῦ συντηρῆσαι πρὸς ἡμᾶς πίστιν, καὶ ἀνταποδώσομεν ὑμῖν ἀγαθὰ ἀνθ᾿ ὧν ποιεῖτε μεθ᾿ ἡμῶν.
Therefore now continue you⌃ still to be faithful to us, and we will well recompense you for the things you⌃ do in our behalf,
28 καὶ ἀφήσομεν ὑμῖν ἀφέματα πολλὰ καὶ δώσομεν ὑμῖν δόματα.
And will grant you many immunities, and give you rewards.
29 καὶ νῦν ἀπολύω ὑμᾶς καὶ ἀφίημι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῶν φόρων καὶ τῆς τιμῆς τοῦ ἁλὸς καὶ ἀπὸ τῶν στεφάνων,
And now do I free you, and for your sake I release all the Jews, from tributes, and from the customs of salt, and from crown taxes,
30 καὶ ἀντὶ τοῦ τρίτου τῆς σπορᾶς καὶ ἀντὶ τοῦ ἡμίσους τοῦ καρποῦ τοῦ ξυλίνου τοῦ ἐπιβάλλοντός μοι λαβεῖν, ἀφίημι ἀπὸ τῆς σήμερον καὶ ἐπέκεινα τοῦ λαβεῖν ἀπὸ τῆς γῆς Ἰούδα καὶ ἀπὸ τῶν τριῶν νομῶν τῶν προστιθεμένων αὐτῇ ἀπὸ τῆς Σαμαρείτιδος καὶ Γαλιλαίας, καὶ ἀπὸ τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν αἰῶνα χρόνον.
And from that which appertains to me to receive for the third part or the seed, and the half of the fruit of the trees, I release it from this day forth, so that they shall not be taken of the land of Judea, nor of the three governments which are added thereto out of the country of Samaria and Galilee, from this day forth for evermore.
31 καὶ Ἱερουσαλὴμ ἤτω ἁγία καὶ ἀφειμένη καὶ τὰ ὅρια αὐτῆς, αἱ δεκάται καὶ τὰ τέλη.
Let Jerusalem also be holy and free, with the borders thereof, both from tenths and tributes.
32 ἀφίημι καὶ τὴν ἐξουσίαν τῆς ἄκρας τῆς ἐν Ἱερουσαλὴμ καὶ δίδωμι τῷ ἀρχιερεῖ, ὅπως ἂν καταστήσῃ ἐν αὐτῇ ἄνδρας, οὓς ἂν ἐκλέξηται αὐτὸς τοῦ φυλάσσειν αὐτήν.
And as for the tower which is at Jerusalem, I yield up authority over it, and give the high priest, that he may set in it such men as he shall choose to keep it.
33 καὶ πᾶσαν ψυχὴν Ἰουδαίων τὴν αἰχμαλωτισθεῖσαν ἀπὸ γῆς Ἰούδα εἰς πᾶσαν βασιλείαν μου ἀφίημι ἐλευθέραν δωρεάν· καὶ πάντες ἀφιέτωσαν τοὺς φόρους καὶ τῶν κτηνῶν αὐτῶν.
Moreover I freely set at liberty every one of the Jews, that were carried captives out of the land of Judea into any part of my kingdom, and I will that all my officers remit the tributes even of their cattle.
34 καὶ πᾶσαι αἱ ἑορταὶ καὶ τὰ σάββατα καὶ νουμηνίαι καὶ ἡμέραι ἀποδεδειγμέναι καὶ τρεῖς ἡμέραι πρὸ ἑορτῆς καὶ τρεῖς ἡμέραι μετὰ ἑορτὴν ἔστωσαν πᾶσαι αἱ ἡμέραι ἀτελείας καὶ ἀφέσεως πᾶσι τοῖς Ἰουδαίοις τοῖς οὖσιν ἐν τῇ βασιλείᾳ μου.
Furthermore I will that all the feasts, and sabbaths, and new moons, and solemn days, and the three days before the feast, and the three days after the feast shall be all of immunity and freedom for all the Jews in my realm.
35 καὶ οὐχ ἕξει ἐξουσίαν οὐδεὶς πράσσειν καὶ παρενοχλεῖν τινα αὐτῶν περὶ παντὸς πράγματος.
Also no man shall have authority to meddle with or to molest any of them in any matter.
36 καὶ προγραφήτωσαν τῶν Ἰουδαίων εἰς τὰς δυνάμεις τοῦ βασιλέως εἰς τριάκοντα χιλιάδας ἀνδρῶν, καὶ δοθήσεται αὐτοῖς ξένια ὡς καθήκει πάσαις ταῖς δυνάμεσι τοῦ βασιλέως.
I will further, that there be enrolled amongst the king's forces about thirty thousand men of the Jews, to whom pay shall be given, as belongs to all king's forces.
37 καὶ κατασταθήσεται ἐξ αὐτῶν ἐν τοῖς ὀχυρώμασι τοῦ βασιλέως τοῖς μεγάλοις, καὶ ἐκ τούτων κατασταθήσεται ἐπὶ χρειῶν τῆς βασιλείας τῶν οὐσῶν εἰς πίστιν· καὶ οἱ ἐπ᾿ αὐτῶν καὶ οἱ ἄρχοντες ἔστωσαν ἐξ αὐτῶν καὶ πορευέσθωσαν τοῖς νόμοις αὐτῶν. καθὰ καὶ προσέταξεν ὁ βασιλεὺς ἐν γῇ Ἰούδα.
And of them some shall be placed in the king's strong holds, of whom also some shall be set over the affairs of the kingdom, which are of trust: and I will that their overseers and governors be of themselves, and that they live after their own laws, even as the king has commanded in the land of Judea.
38 καὶ τοὺς τρεῖς νομοὺς τοὺς προστεθέντας τῇ Ἰουδαίᾳ ἀπὸ τῆς χώρας Σαμαρείας προστεθήτω τῇ Ἰουδαίᾳ πρὸς τὸ λογισθῆναι τοῦ γενέσθαι ὑφ᾿ ἕνα, τοῦ μὴ ὑπακοῦσαι ἄλλης ἐξουσίας ἀλλ᾿ ἢ τοῦ ἀρχιερέως.
And concerning the three governments that are added to Judea from the country of Samaria, let them be joined with Judea, that they may be reckoned to be under one, nor bound to obey other authority than the high priest's.
39 Πτολεμαΐδα καὶ τὴν προσκυροῦσαν αὐτῇ δέδωκα δόμα τοῖς ἁγίοις τοῖς ἐν Ἱερουσαλὴμ εἰς τὴν προσήκουσαν δαπάνην τοῖς ἁγίοις.
As for Ptolemais, and the land pertaining thereto, I give it as a free gift to the sanctuary at Jerusalem for the necessary expenses of the sanctuary.
40 κἀγὼ δίδωμι κατ᾿ ἐνιαυτὸν δεκαπέντε χιλιάδας σίκλων ἀργυρίου ἀπὸ τῶν λόγων τοῦ βασιλέως ἀπὸ τῶν τόπων τῶν ἀνηκόντων.
Moreover I give every year fifteen thousand shekels of silver out of the king's accounts from the places appertaining.
41 καὶ πᾶν τὸ πλεονάζον, ὃ οὐκ ἀπεδίδοσαν οἱ ἀπὸ τῶν χρειῶν, ὡς ἐν τοῖς πρώτοις ἔτεσιν, ἀπὸ τοῦ νῦν δώσουσιν εἰς τὰ ἔργα τοῦ οἴκου.
And all the overplus, which the officers payed not in as in former time, from henceforth shall be given towards the works of the temple.
42 καὶ ἐπὶ τούτοις πεντακισχιλίους σίκλους ἀργυρίου, οὓς ἐλάμβανον ἀπὸ τῶν χρειῶν τοῦ ἁγίου ἀπὸ τοῦ λόγου κατ᾿ ἐνιαυτόν, καὶ ταῦτα ἀφίεται διὰ τὸ ἀνήκειν αὐτὰ τοῖς ἱερεῦσι τοῖς λειτουργοῦσι.
And beside this, the five thousand shekels of silver, which they took from the uses of the temple out of the accounts year by year, even those things shall be released, because they appertain to the priests that minister.
43 καὶ ὅσοι ἐὰν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ἱεροσολύμοις καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτοῦ ὀφείλοντες βασιλικὰ καὶ πᾶν πρᾶγμα, ἀπολελύσθωσαν καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς ἐν τῇ βασιλείᾳ μου.
And whoever they be that flee to the temple at Jerusalem, or be within the liberties hereof, being indebted to the king, or for any other matter, let them be at liberty, and all that they have in my realm.
44 καὶ τοῦ οἰκοδομηθῆναι καὶ τοῦ ἐπικαινισθῆναι τὰ ἔργα τῶν ἁγίων, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως.
For the building also and repairing of the works of the sanctuary expenses shall be given of the king's accounts.
45 καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη Ἱερουσαλὴμ καὶ ὀχυρῶσαι κυκλόθεν, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως, καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη τὰ ἐν τῇ Ἰουδαίᾳ’.
Yes, and for the building of the walls of Jerusalem, and the fortifying thereof round about, expenses shall be given out of the king's accounts, as also for the building of the walls in Judea.
46 Ὡς δὲ ἤκουσεν Ἰωνάθαν καὶ ὁ λαὸς τοὺς λόγους τούτους, οὐκ ἐπίστευσαν αὐτοῖς οὐδὲ ἐπεδέξαντο, ὅτι ἐπεμνήσθησαν τῆς κακίας τῆς μεγάλης, ἧς ἐποίησεν ἐν Ἰσραὴλ καὶ ἔθλιψεν αὐτοὺς σφόδρα.
Now when Jonathan and the people heard these words, they gave no credit to them, nor received them, because they remembered the great evil that he had done in Israel; for he had afflicted them very sore.
47 καὶ εὐδόκησαν ἐν Ἀλεξάνδρῳ, ὅτι αὐτὸς ἐγένετο αὐτοῖς ἀρχηγὸς λόγων εἰρηνικῶν, καὶ συνεμάχουν αὐτῷ πάσας τὰς ἡμέρας.
But with Alexander they were well pleased, because he was the first that entreated of true peace with them, and they were confederate with him always.
48 Καὶ συνήγαγεν Ἀλέξανδρος ὁ βασιλεὺς δυνάμεις μεγάλας καὶ παρενέβαλεν ἐξεναντίας Δημητρίου.
Then gathered king Alexander great forces, and camped over against Demetrius.
49 καὶ συνῆψαν πόλεμον οἱ δύο βασιλεῖς, καὶ ἔφυγεν ἡ παρεμβολὴ Δημητρίου, καὶ ἐδίωξεν αὐτὸν ὁ Ἀλέξανδρος καὶ ἴσχυσεν ἐπ᾿ αὐτούς.
And after the two kings had joined battle, Demetrius' host fled: but Alexander followed after him, and prevailed against them.
50 καὶ ἐστερέωσε τὸν πόλεμον σφόδρα, ἕως ἔδυ ὁ ἥλιος, καὶ ἔπεσεν ὁ Δημήτριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
And he continued the battle very sore until the sun went down: and that day was Demetrius slain.
51 καὶ ἀπέστειλεν Ἀλέξανδρος πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου πρέσβεις κατὰ τοὺς λόγους τούτους λέγων·
Afterward Alexander sent ambassadors to Ptolemee king of Egypt with a message to this effect:
52 ‘ Ἐπεὶ ἀνέστρεψα εἰς γῆν βασιλείας μου καὶ ἐκάθισα ἐπὶ θρόνου πατέρων μου καὶ ἐκράτησα τῆς ἀρχῆς, καὶ συνέτριψα τὸν Δημήτριον καὶ ἐπεκράτησα τῆς χώρας ἡμῶν
Forasmuch as I am come again to my realm, and am set in the throne of my progenitors, and have gotten the dominion, and overthrown Demetrius, and recovered our country;
53 καὶ συνῆψα πρὸς αὐτὸν μάχην, καὶ συνετρίβη αὐτὸς καὶ ἡ παρεμβολὴ αὐτοῦ ὑφ᾿ ἡμῶν, καὶ ἐκαθίσαμεν ἐπὶ θρόνου βασιλείας αὐτοῦ·
For after I had joined battle with him, both he and his host was discomfited by us, so that we sit in the throne of his kingdom:
54 καὶ νῦν στήσωμεν πρὸς ἑαυτοὺς φιλίαν, καὶ νῦν δός μοι τὴν θυγατέρα σου εἰς γυναῖκα, καὶ ἐπιγαμβρεύσω σοι καὶ δώσω σοι δόματα καὶ αὐτῇ ἄξιά σου’.
Now therefore let us make a league of amity together, and give me now your daughter to wife: and I will be your son in law, and will give both you and her as according to your dignity.
55 Καὶ ἀπεκρίθη Πτολεμαῖος ὁ βασιλεὺς λέγων· ‘ Ἀγαθὴ ἡμέρα, ἐν ᾗ ἀνέστρεψας εἰς γῆν πατέρων σου καὶ ἐκάθισας ἐπὶ θρόνου βασιλείας αὐτῶν.
Then Ptolemee the king gave answer, saying, Happy be the day wherein you did return into the land of your fathers, and sat in the throne of their kingdom.
56 καὶ νῦν ποιήσω σοι ἃ ἔγραψας, ἀλλ᾿ ἀπάντησον εἰς Πτολεμαΐδα, ὅπως ἴδωμεν ἀλλήλους, καὶ ἐπιγαμβρεύσω σοι, καθὼς εἴρηκας’.
And now will I do to you, as you have written: meet me therefore at Ptolemais, that we may see one another; for I will marry my daughter to you according to your desire.
57 Καὶ ἐξῆλθε Πτολεμαῖος ἐξ Αἰγύπτου, αὐτὸς καὶ Κλεοπάτρα ἡ θυγάτηρ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Πτολεμαΐδα ἔτους δευτέρου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ.
So Ptolemee went out of Egypt with his daughter Cleopatra, and they came to Ptolemais in the hundred threescore and second year:
58 καὶ ἀπήντησεν αὐτῷ Ἀλέξανδρος ὁ βασιλεύς, καὶ ἐξέδοτο αὐτῷ Κλεοπάτραν τὴν θυγατέρα αὐτοῦ καὶ ἐποίησε τὸν γάμον αὐτῆς ἐν Πτολεμαΐδι καθὼς οἱ βασιλεὶς ἐν δόξῃ μεγάλῃ.
Where king Alexander meeting him, he gave to him his daughter Cleopatra, and celebrated her marriage at Ptolemais with great glory, as the manner of kings is.
59 καὶ ἔγραψεν Ἀλέξανδρος ὁ βασιλεὺς τῷ Ἰωνάθαν ἐλθεῖν εἰς συνάντησιν αὐτῷ.
Now king Alexander had written to Jonathan, that he should come and meet him.
60 καὶ ἐπορεύθη μετὰ δόξης εἰς Πτολεμαΐδα καὶ ἀπήντησε τοῖς δυσὶ βασιλεῦσι· καὶ ἔδωκεν αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ τοῖς φίλοις αὐτῶν καὶ δόματα πολλὰ καὶ εὗρε χάριν ἐναντίον αὐτῶν.
Who thereupon went honourably to Ptolemais, where he met the two kings, and gave them and their friends silver and gold, and many presents, and found favour in their sight.
61 καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ ἐξ Ἰσραήλ, ἄνδρες παράνομοι, ἐντυχεῖν κατ᾿ αὐτοῦ, καὶ οὐ προσέσχεν αὐτοῖς ὁ βασιλεύς.
At that time certain pestilent fellows of Israel, men of a wicked life, assembled themselves against him, to accuse him: but the king would not hear them.
62 καὶ προσέταξεν ὁ βασιλεὺς καὶ ἐξέδυσαν Ἰωνάθαν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσαν αὐτὸν πορφύραν, καὶ ἐποίησαν οὕτως.
Yes more than that, the king commanded to take off his garments, and clothe him in purple: and they did so.
63 καὶ ἐκάθισεν αὐτὸν ὁ βασιλεὺς μετ᾿ αὐτοῦ καὶ εἶπε τοῖς ἄρχουσιν αὐτοῦ· ἐξέλθετε μετ᾿ αὐτοῦ εἰς μέσον τῆς πόλεως καὶ κηρύξατε τοῦ μηδένα ἐντυγχάνειν κατ᾿ αὐτοῦ περὶ μηδενὸς πράγματος, καὶ μηδεὶς αὐτῷ παρενοχλείτω περὶ παντὸς λόγου.
And he made him sit by himself, and said into his princes, Go with him into the midst of the city, and make proclamation, that no man complain against him of any matter, and that no man trouble him for any manner of cause.
64 καὶ ἐγένετο ὡς εἶδον οἱ ἐντυγχάνοντες τὴν δόξαν αὐτοῦ, καθὼς ἐκήρυξε, καὶ περιβεβλημένον αὐτὸν πορφύραν, καὶ ἔφυγον πάντες.
Now when his accusers saw that he was honoured according to the proclamation, and clothed in purple, they fled all away.
65 καὶ ἐδόξασεν αὐτὸν ὁ βασιλεὺς καὶ ἔγραψεν αὐτὸν τῶν πρώτων φίλων καὶ ἔθετο αὐτὸν στρατηγὸν καὶ μεριδάρχην.
So the king honoured him, and wrote him amongst his chief friends, and made him a duke, and partaker of his dominion.
66 καὶ ἐπέστρεψεν Ἰωνάθαν εἰς Ἱερουσαλὴμ μετ᾿ εἰρήνης καὶ εὐφροσύνης.
Afterward Jonathan returned to Jerusalem with peace and gladness.
67 Καὶ ἐν ἔτει πέμπτῳ καὶ ἑξηκοστῷ καὶ ἑκατοστῷ ἦλθε Δημήτριος υἱὸς Δημητρίου ἐκ Κρήτης εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ.
Furthermore in the; hundred threescore and fifth year came Demetrius son of Demetrius out of Crete into the land of his fathers:
68 καὶ ἤκουσεν Ἀλέξανδρος βασιλεὺς καὶ ἐλυπήθη σφόδρα καὶ ὑπέστρεψεν εἰς Ἀντιόχειαν.
Whereof when king Alexander heard tell, he was right sorry, and returned into Antioch.
69 καὶ κατέστησε Δημήτριος Ἀπολλώνιον τὸν ὄντα ἐπὶ Κοίλης Συρίας, καὶ συνήγαγε δύναμιν μεγάλην καὶ παρενέβαλεν ἐν Ἰαμνείᾳ. καὶ ἀπέστειλε πρὸς Ἰωνάθαν τὸν ἀρχιερέα λέγων·
Then Demetrius made Apollonius the governor of Celosyria his general, who gathered together a great host, and camped in Jamnia, and sent to Jonathan the high priest, saying,
70 ‘Σὺ μονώτατος ἐπαίρῃ ἐφ᾿ ἡμᾶς, ἐγὼ δὲ ἐγενήθην εἰς καταγέλωτα καὶ εἰς ὀνειδισμὸν διὰ σέ· καὶ διατί σὺ ἐξουσιάζῃ ἐφ᾿ ἡμᾶς ἐν τοῖς ὄρεσι;
You alone lift up yourself against us, and I am laughed to scorn for your sake, and reproached: and why do you vaunt your power against us in the mountains?
71 νῦν οὖν εἰ πέποιθας ἐπὶ ταῖς δυνάμεσί σου, κατάβηθι πρὸς ἡμᾶς εἰς τὸ πεδίον, καὶ συγκριθῶμεν ἑαυτοῖς ἐκεῖ, ὅτι μετ᾿ ἐμοῦ ἐστι δύναμις τῶν πόλεων.
Now therefore, if you trust in your own strength, come down to us into the plain field, and there let us try the matter together: for with me is the power of the cities.
72 ἐρώτησον καὶ μάθε τίς εἰμι καὶ οἱ λοιποὶ οἱ βοηθοῦντες ἡμῖν, καὶ λέγουσιν· οὐκ ἔστιν ὑμῖν στάσις ποδὸς κατὰ πρόσωπον ἡμῶν, ὅτι δὶς ἐτροπώθησαν οἱ πατέρες σου ἐν γῇ αὐτῶν.
Ask and learn who I am, and the rest that take our part, and they shall tell you that your foot is not able to stand before our face; for your fathers have twice been put to flight in their own land.
73 καὶ νῦν οὐ δυνήσῃ ὑποστῇναι τὴν ἵππον καὶ δύναμιν τοιαύτην ἐν τῷ πεδίῳ, ὅπου οὐκ ἔστι λίθος οὐδὲ κόχλαξ οὐδὲ τόπος τοῦ φυγεῖν’.
Therefore now you shall not be able to abide the horsemen and so great a power in the plain, where is neither stone nor flint, nor place to flee to.
74 Ὡς δὲ ἤκουσεν Ἰωνάθαν τῶν λόγων Ἀπολλωνίου, ἐκινήθη τῇ διανοίᾳ καὶ ἐπέλεξε δέκα χιλιάδας ἀνδρῶν καὶ ἐξῆλθεν ἐξ Ἱερουσαλήμ, καὶ συνήντησεν αὐτῷ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐπὶ βοήθειαν αὐτοῦ.
So when Jonathan heard these words of Apollonius, he was moved in his mind, and choosing ten thousand men he went out of Jerusalem, where Simon his brother met him for to help him.
75 καὶ παρενέβαλεν ἐπὶ Ἰόππην, καὶ ἀπέκλεισαν αὐτὸν ἐκ τῆς πόλεως, ὅτι φρουρὰ Ἀπολλωνίου ἐν Ἰόππῃ, καὶ ἐπολέμησαν αὐτήν.
And he pitched his tents against Joppa: but; they of Joppa shut him out of the city, because Apollonius had a garrison there.
76 καὶ φοβηθέντες ἤνοιξαν οἱ ἐκ τῆς πόλεως, καὶ ἐκυρίευσεν Ἰωνάθαν Ἰόππης.
Then Jonathan laid siege to it: whereupon they of the city let him in for fear: and so Jonathan won Joppa.
77 καὶ ἤκουσεν Ἀπολλώνιος, καὶ παρενέβαλε τρισχιλίαν ἵππον καὶ δύναμιν πολλὴν καὶ ἐπορεύθη εἰς Ἄζωτον ὡς διοδεύων καὶ ἅμα προῆγεν εἰς τὸ πεδίον διὰ τὸ ἔχειν αὐτὸν πλῆθος ἵππου καὶ πεποιθέναι ἐπ᾿ αὐτῇ.
Whereof when Apollonius heard, he took three thousand horsemen, with a great host of footmen, and went to Azotus as one that journeyed, and therewithal drew him forth into the plain. because he had a great number of horsemen, in whom he put his trust.
78 καὶ κατεδίωξεν Ἰωνάθαν ὀπίσω αὐτοῦ εἰς Ἄζωτον, καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον.
Then Jonathan followed after him to Azotus, where the armies joined battle.
79 καὶ ἀπέλιπεν Ἀπολλώνιος χιλίαν ἵππον ἐν κρυπτῷ κατόπισθεν αὐτῶν.
Now Apollonius had left a thousand horsemen in ambush.
80 καὶ ἔγνω Ἰωνάθαν ὅτι ἔστιν ἔνεδρον κατόπισθεν αὐτοῦ, καὶ ἐκύκλωσαν αὐτοῦ τὴν παρεμβολὴν καὶ ἐξετίναξαν τὰς σχίζας εἰς τὸν λαὸν ἐκ πρωΐθεν ἕως ἑσπέρας·
And Jonathan knew that there was an ambushment behind him; for they had compassed in his host, and cast darts at the people, from morning till evening.
81 ὁ δὲ λαὸς εἱστήκει καθὼς ἐπέταξεν Ἰωνάθαν, καὶ ἐκοπίασαν οἱ ἵπποι αὐτῶν.
But the people stood still, as Jonathan had commanded them: and so the enemies' horses were tired.
82 καὶ εἵλκυσε Σίμων τὴν δύναμιν αὐτοῦ καὶ συνῆψε πρὸς τὴν φάραγγα, ἡ γὰρ ἵππος ἐξελύθη, καὶ συνετρίβησαν ὑπ᾿ αὐτοῦ καὶ ἔφυγον.
Then brought Simon forth his host, and set them against the footmen, (for the horsemen were spent) who were discomfited by him, and fled.
83 καὶ ἡ ἵππος ἐσκορπίσθη ἐν τῷ πεδίῳ, καὶ ἔφυγον εἰς Ἄζωτον καὶ εἰσῆλθον εἰς Βηθδαγὼν τὸ εἰδωλεῖον αὐτῶν τοῦ σωθῆναι.
The horsemen also, being scattered in the field, fled to Azotus, and went into Bethdagon, their idol's temple, for safety.
84 καὶ ἐνεπύρισεν Ἰωνάθαν τὴν Ἄζωτον καὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῆς καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν καὶ τὸ ἱερὸν Δαγὼν καὶ τοὺς συμφυγόντας εἰς αὐτὸ ἐνεπύρισε πυρί.
But Jonathan set fire on Azotus, and the cities round about it, and took their spoils; and the temple of Dagon, with them that were fled into it, he burnt with fire.
85 καὶ ἐγένοντο οἱ πεπτωκότες μαχαίρᾳ σὺν τοῖς ἐμπυρισθεῖσιν εἰς ἄνδρας ὀκτακισχιλίους.
Thus there were burnt and slain with the sword well near eight thousand men.
86 καὶ ἀπῇρεν ἐκεῖθεν Ἰωνάθαν καὶ παρενέβαλεν ἐπὶ Ἀσκάλωνα, καὶ ἐξῆλθον οἱ ἐκ τῆς πόλεως εἰς συνάντησιν αὐτῷ ἐν δόξῃ μεγάλῃ.
And from thence Jonathan removed his host, and camped against Ascalon, where the men of the city came forth, and met him with great pomp.
87 καὶ ἐπέστρεψεν Ἰωνάθαν εἰς Ἱερουσαλὴμ σὺν τοῖς παρ᾿ αὐτοῦ ἔχοντες σκῦλα πολλά.
After this returned Jonathan and his host to Jerusalem, having any spoils.
88 καὶ ἐγένετο ὡς ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τοὺς λόγους τούτους, καὶ προσέθετο δοξάσαι τὸν Ἰωνάθαν.
Now when king Alexander heard these things, he honoured Jonathan yet more.
89 καὶ ἀπέστειλεν αὐτῷ πόρπην χρυσῆν, ὡς ἔθος ἐστὶ δίδοσθαι τοῖς συγγενέσι τῶν βασιλέων, καὶ ἔδωκεν αὐτῷ τὴν Ἀκκαρὼν καὶ πάντα τὰ ὅρια αὐτῆς εἰς κληροδοσίαν.
And sent him a buckle of gold, as the use is to be given to such as are of the king's blood: he gave him also Accaron with the borders thereof in possession.
Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.