PhilokaliaKnowledge Map

The Bible 2 Chronicles Chapter 18

2 Chronicles 18

Παραλειπομένων Β´

1 ΚΑΙ ἐγενήθη τῷ Ἰωσαφὰτ ἔτι πλοῦτος καὶ δόξα πολλή, καὶ ἐπεγαμβρεύσατο ἐν οἴκῳ Ἀχαάβ.

And Josaphat had yet great wealth and glory, and he connected himself by marriage with the house of Achaab.

2 καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς Ἀχαὰβ εἰς Σαμάρειαν· καὶ ἔθυσεν αὐτῷ Ἀχαὰβ πρόβατα καὶ μόσχους πολλοὺς καὶ τῷ λαῷ τῷ μετ' αὐτοῦ καὶ ἠγάπα αὐτὸν τοῦ συναναβῆναι μετ' αὐτοῦ εἰς Ραμὼθ τῆς Γαλααδίτιδος.

And he went down after a term of years to Achaab to Samaria: and Achaab killed for him sheep and calves, in abundance, and for the people with him, and he much desired him to go up with him to Ramoth of the country of Galaad.

3 καὶ εἶπεν Ἀχαὰβ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα· εἰ πορεύσῃ μετ' ἐμοῦ εἰς Ραμὼθ τῆς Γαλααδίτιδος; καὶ εἶπεν αὐτῷ· ὡς ἐγώ, οὕτω καὶ σύ· ὡς ὁ λαός σου καὶ ὁ λαός μου μετὰ σοῦ εἰς πόλεμον.

And Achaab king of Israel said to Josaphat king of Juda, Will you go with me to Ramoth of the country of Galaad? And he said to him, As I [am], so also [are] you, as your people, [so] also [is] my people with you for the war.

4 καὶ εἶπεν Ἰωσαφὰτ πρὸς βασιλέα Ἰσραήλ· ζήτησον δὴ σήμερον τὸν Κύριον.

And Josaphat said to the king of Israel, Seek, I pray you, the Lord today.

5 καὶ συνήγαγεν ὁ βασιλεὺς Ἰσραὴλ τοὺς προφήτας τετρακοσίους ἄνδρας καὶ εἶπεν αὐτοῖς· εἰ πορευθῶ εἰς Ραμὼθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπαν· ἀνάβαινε, καὶ δώσει ὁ Θεὸς εἰς τὰς χεῖρας τοῦ βασιλέως.

And the king of Israel gathered the prophets, four hundred men, and said to them, Shall I go to Ramoth Galaad to battle, or shall I forbear? And they said, Go up, and God shall deliver [it] into the hands of the king.

6 καὶ εἶπεν Ἰωσαφάτ· οὐκ ἔστιν ὧδε προφήτης τοῦ Κυρίου ἔτι καὶ ἐπιζητήσομεν παρ' αὐτοῦ;

And Josaphat said, Is there not here a prophet of the Lord besides, that we may enquire of him?

7 καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ· ἔτι ἀνὴρ εἷς τοῦ ζητῆσαι τὸν Κύριον δι' αὐτοῦ, καὶ ἐγὼ ἐμίσησα αὐτόν, ὅτι οὐκ ἔστι προφητεύων περὶ ἐμοῦ εἰς ἀγαθά, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ εἰς κακά, οὗτος Μιχαίας υἱὸς Ἰεμβλά. καὶ εἶπεν Ἰωσαφάτ· μὴ λαλείτω ὁ βασιλεὺς οὕτως·

And the king of Israel said to Josaphat, There is yet one man by whom to enquire of the Lord; but I hate him, for he does not prophesy concerning me for good, for all his days [are] for evil: this [is] Michaias the son of Jembla. And Josaphat said, Let not the king say so.

8 καὶ ἐκάλεσεν ὁ βασιλεὺς εὐνοῦχον ἕνα καὶ εἶπε· τάχος Μιχαίαν υἱὸν Ἰεμβλά.

And the king called an eunuch, and said, [Fetch] quickly Michaias the son of Jembla.

9 καὶ βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα καθήμενοι ἕκαστος ἐπὶ θρόνου αὐτοῦ καὶ ἐνδεδυμένοι στολάς, καθήμενοι ἐν τῷ εὐρυχώρῳ θύρας πύλης Σαμαρείας, καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐναντίον αὐτῶν.

And the king of Israel and Josaphat king of Juda were sitting each on his throne, and clothed in their robes, sitting in the open space at the entrance of the gate of Samaria: and all the prophets were prophesying before them.

10 καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς Χαναὰν κέρατα σιδηρᾶ καὶ εἶπε· τάδε λέγει Κύριος· ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως ἂν συντελεσθῇ.

And Sedekias son of Chanaan made for himself iron horns, and said, Thus says the Lord, With these you shall thrust Syria until it be consumed.

11 καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτω λέγοντες· ἀνάβαινε εἰς Ραμὼθ Γαλαὰδ καὶ εὐοδωθήσῃ, καὶ δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως.

And all the prophets prophesied so, saying, Go up to Ramoth Galaad, and you shall prosper; and the Lord shall deliver it into the hands of the king.

12 καὶ ὁ ἄγγελος ὁ πορευθεὶς τοῦ καλέσαι τὸν Μιχαίαν ἐλάλησεν αὐτῷ λέγων· ἰδοὺ ἐλάλησαν οἱ προφῆται ἐν στόματι ἑνὶ ἀγαθὰ περὶ τοῦ βασιλέως, καὶ ἔστωσαν δὴ οἱ λόγοι σου ὡς ἑνὸς αὐτῶν, καὶ λαλήσεις ἀγαθά.

And the messenger that went to call Michaias spoke to him, saying, Behold, the prophets have spoken favourably concerning the king with one mouth; let now, I pray you, your words be as [the words] of one of them, and do you speak good things.

13 καὶ εἶπε Μιχαίας· ζῇ Κύριος, ὅτι ὃ ἐὰν εἴπῃ ὁ Θεὸς πρός με, αὐτὸ λαλήσω.

And Michaias said, [As] the Lord lives, whatever God shall say to me, that will I speak.

14 καὶ ἦλθε πρὸς τόν βασιλέα, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· Μιχαία, εἰ πορευθῶ εἰς Ραμὼθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπεν· ἀνάβαινε καὶ εὐοδώσεις, καὶ δοθήσονται εἰς χεῖρας ὑμῶν.

And he came to the king, and the king said to him, Michaias, shall I go up to Ramoth Galaad to battle, or shall I forbear? And he said, Go up, and you shall prosper, and they shall be given into your hands.

15 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ποσάκις ὁρκίζω σε ἵνα μὴ λαλήσῃς πρός με πλὴν τὴν ἀλήθειαν ἐν ὀνόματι Κυρίου;

And the king said to him, How often shall I solemnly charge you that you speak to me nothing but truth in the name of the Lord?

16 καὶ εἶπεν· εἶδον τὸν Ἰσραὴλ διεσπαρμένους ἐν τοῖς ὄρεσιν ὡς πρόβατα, οἷς οὐκ ἔστι ποιμήν, καὶ εἶπε Κύριος· οὐκ ἔχουσιν ἡγούμενον οὗτοι, ἀναστρεφέτωσαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ.

And he said, I saw Israel scattered on the mountains, as sheep without a shepherd: and the Lord said, These have no commander; let each return to his home in peace.

17 καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ· οὐκ εἶπόν σοι, ὅτι οὐ προφητεύει περὶ ἐμοῦ ἀγαθά, ἀλλ' ἢ κακά;

And the king of Israel said to Josaphat, Said I not to you, that he would not prophesy concerning me good, but evil?

18 καὶ εἶπεν· οὐχ οὕτως· ἀκούσατε λόγον Κυρίου· εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ παρειστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ.

But he said, Not so. Hear you⌃ the word of the Lord: I saw the Lord sitting on his throne, and all the host of heaven stood by on his right hand and on his left.

19 καὶ εἶπε Κύριος· τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραὴλ καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ραμὼθ Γαλαάδ; καὶ οὗτος εἶπεν οὕτως, καὶ οὗτος εἶπεν οὕτως.

And the Lord said, Who will deceive Achaab king of Israel, that he may go up, and fall in Ramoth Galaad? And one spoke this way, and another spoke that way.

20 καὶ ἐξῆλθε τὸ πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου καὶ εἶπεν· ἐγὼ ἀπατήσω αὐτόν. καὶ εἶπε Κύριος· ἐν τίνι;

And there came forth a spirit, and stood before the Lord, and said, I will deceive him. And the Lord said, Whereby?

21 καὶ εἶπεν· ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν· ἀπατήσεις καὶ δυνήσῃ, ἔξελθε καὶ ποίησον οὕτω.

And he said, I will go forth, and will be a lying spirit in the mouth of all his prophets. And [the Lord] said, You shall deceive [him], and shall prevail: go forth, and do so.

22 καὶ νῦν ἰδοὺ ἔδωκε Κύριος πνεῦμα ψευδὲς ἐν στόματι τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σὲ κακά.

And now, behold, the Lord has put a false spirit in the mouth of these your prophets, and the Lord has spoken evil against you.

23 καὶ ἤγγισε Σεδεκίας υἱὸς Χαναὰν καὶ ἐπάταξε τὸν Μιχαίαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν αὐτῷ· ποίᾳ τῇ ὁδῷ παρῆλθε πνεῦμα Κυρίου παρ' ἐμοῦ τοῦ λαλῆσαι πρός σε;

Then Sedekias the son of Chanaan drew near, and struck Michaias on the cheek, and said to him, By what way passed the Spirit of the Lord from me to speak to you?

24 καὶ εἶπε Μιχαίας· ἰδοὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ᾗ εἰσελεύσῃ ταμιεῖον ἐκ ταμιείου τοῦ κατακρυβῆναι.

And Michaias said, Behold, you shall see in that day, when you shall go from chamber to chamber to hide yourself.

25 καὶ εἶπε βασιλεὺς Ἰσραήλ· λάβετε τὸν Μιχαίαν καὶ ἀποστρέψατε πρὸς Ἐμὴρ ἄρχοντα τῆς πόλεως καὶ πρὸς Ἰωὰς ἄρχοντα υἱὸν τοῦ βασιλέως

And the king of Israel said, Take Michaias, and carry him back to Emer the governor of the city, and to Joas the captain, the king's son;

26 καὶ ἐρεῖτε· οὕτως εἶπεν ὁ βασιλεύς· ἀπόθεσθε τοῦτον εἰς οἶκον φυλακῆς, καὶ ἐσθιέτω ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ.

and you⌃ shall say, Thus said the king, Put this fellow into the prison house, and let him eat the bread of affliction, and [drink] the water of affliction, until I return in peace.

27 καὶ εἶπε Μιχαίας· ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐκ ἐλάλησε Κύριος ἐν ἐμοί· ἀκούσατε λαοὶ πάντες.

And Michaias said, If you do at all return in peace, the Lord has not spoken by me. And he said, Hear, all you⌃ people.

28 Καὶ ἀνέβη βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα εἰς Ραμὼθ Γαλαάδ.

So the king of Israel, and Josaphat king of Juda, went up to Ramoth Galaad.

29 καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ· κατακάλυψόν με καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς Ἰσραὴλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον.

And the king of Israel said to Josaphat, Disguise me, and I will enter into the battle: and do you put on my raiment. so the king of Israel disguised himself, and entered into the battle.

30 καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων τοῖς μετ' αὐτοῦ λέγων· μὴ πολεμεῖτε τὸν μικρὸν καὶ τὸν μέγαν, ἀλλ' ἢ τὸν βασιλέα Ἰσραὴλ μόνον.

Now the king of Syria had commanded the captains of the chariots that were with him, saying, Fight neither against small nor great, but only against the king of Israel.

31 καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ἰωσαφάτ, καὶ αὐτοὶ εἶπαν· βασιλεὺς Ἰσραήλ ἐστι, καὶ ἐκύκλωσαν αὐτὸν τοῦ πολεμεῖν· καὶ ἐβόησεν Ἰωσαφάτ, καὶ Κύριος ἔσωσεν αὐτόν, καὶ ἀπέστρεψεν αὐτοὺς ὁ Θεὸς ἀπ' αὐτοῦ.

And it came to pass, when the captains of the chariots saw Josaphat, that they said, It is the king of Israel: and they compassed him about to fight against him: and Josaphat cried out, and the Lord delivered him; and God turned them away from him.

32 καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἦν βασιλεὺς Ἰσραήλ, καὶ ἀπέστρεψαν ἀπ' αὐτοῦ.

And it came to pass, when the captains of the chariots saw that it was not the king of Israel, that they turned away from him.

33 καὶ ἀνὴρ ἔτεινε τόξον εὐστόχως καὶ ἐπάταξε τὸν βασιλέα Ἰσραὴλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος. καὶ εἶπε τῷ ἡνιόχῳ· ἐπίστρεφε τὴν χεῖρά σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι ἐπόνεσα.

And a man drew a bow with a good aim, and struck the king of Israel between the lungs and the breast-plate: and he said to the charioteer, Turn your hand, drive me out of the battle, for I am wounded.

34 καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ὁ βασιλεὺς Ἰσραὴλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξεναντίας Συρίας ἕως ἑσπέρας καὶ ἀπέθανε δύνοντος τοῦ ἡλίου.

And the battle turned in that day; and the king of Israel remained on the chariot against Syria until evening, and died at sunset.

Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.