The Bible 2 Kingdoms Chapter 5
2 Kingdoms 5
Βασιλειῶν Β´
1 ΚΑΙ παραγίνονται πᾶσαι αἱ φυλαὶ Ἰσραὴλ πρὸς Δαυὶδ εἰς Χεβρὼν καὶ εἶπαν αὐτῷ· ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς·
And all the tribes of Israel come to David to Chebron, and they said to him, Behold, we [are] your bone and your flesh.
2 καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως ἐφ᾿ ἡμῖν, σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ, καὶ εἶπε Κύριος πρὸς σέ· σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραήλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ.
And heretofore Saul being king over us, you were he that did lead out and bring in Israel: and the Lord said to you, You shall feed my people Israel, and you shall be for a leader to my people Israel.
3 καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἐνώπιον Κυρίου, καὶ χρίουσι τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ πάντα Ἰσραήλ.
And all the elders of Israel come to the king to Chebron; and king David made a covenant with them in Chebron before the Lord; and they anoint David king over all Israel.
4 υἱὸς τριάκοντα ἐτῶν Δαυὶδ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν,
David [was] thirty years old when he began to reign, and he reigned forty years.
5 ἑπτὰ ἔτη καὶ μῆνας ἓξ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν Ἰούδαν καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα Ἰσραὴλ καὶ Ἰούδαν ἐν Ἱερουσαλήμ.
Seven years and six months he reigned in Chebron over Juda, and thirty-three years he reigned over all Israel and Juda in Jerusalem.
6 Καὶ ἀπῆλθε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ἱερουσαλὴμ πρὸς τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν. καὶ ἐρρέθη τῷ Δαυίδ· οὐκ εἰσελεύσῃ ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοὶ λέγοντες ὅτι οὐκ εἰσελεύσεται Δαυὶδ ὧδε.
And David and his men, departed to Jerusalem, to the Jebusite that inhabited the land: and it was said to David, You shall not come in hither: for the blind and the lame withstood him, saying, David shall not come in hither.
7 καὶ κατελάβετο Δαυὶδ τὴν περιοχὴν Σιὼν (αὕτη ἡ πόλις τοῦ Δαυίδ).
And David took first the hold of Sion: this [is] the city of David.
8 καὶ εἶπε Δαυὶδ τῇ ἡμέρᾳ ἐκείνῃ· πᾶς τύπτων Ἰεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν Δαυίδ· διὰ τοῦτο ἐροῦσι· τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον Κυρίου.
And David said on that day, Every one that smites the Jebusite, let him attack with the dagger both the lame and the blind, and those that hate the soul of David. Therefore they say, The lame and the blind shall not enter into the house of the Lord.
9 καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ περιοχῇ, καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαυίδ· καὶ ᾠκοδόμησεν αὐτὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας καὶ τὸν οἶκον αὐτοῦ.
And David lived in the hold, and it was called the city of David, and he built the city itself round about from the citadel, and [he built] his own house.
10 καὶ διεπορεύετο Δαυὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετ᾿ αὐτοῦ.
And David advanced and became great, and the Lord Almighty [was] with him.
11 καὶ ἀπέστειλε Χειρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καί τέκτονας λίθων καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαυίδ.
And Chiram king of Tyre sent messengers to David, and cedar wood, and carpenters, and stone-masons: and they built a house for David.
12 καὶ ἔγνω Δαυὶδ ὅτι ἡτοίμασεν αὐτὸν Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ ὅτι ἐπῃ£ρθη ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ἰσραήλ.
And David knew that the Lord had prepared him to be king over Israel, and that his kingdom was exalted for the sake of his people Israel.
13 καὶ ἔλαβε Δαυὶδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ Ἱερουσαλὴμ μετὰ τὸ ἐλθεῖν αὐτὸν ἐκ Χεβρών, καὶ ἐγένοντο τῷ Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες.
And David took again wives and concubines out of Jerusalem, after he came from Chebron: and David had still more sons and daughters born to him.
14 καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηθέντων αὐτῷ ἐν Ἱερουσαλήμ· Σαμμοὺς καὶ Σωβὰβ καὶ Νάθαν καὶ Σαλωμὼν
And these [are] the names of those that were born to him in Jerusalem; Sammus, and Sobab, and Nathan, and Solomon.
15 καὶ Ἐβεὰρ καὶ Ἐλισοὺς καὶ Ναφὲκ καὶ Ἰεφιὲς
And Ebear, and Elisue, and Naphec, and Jephies.
16 καὶ Ἐλισαμὰ καὶ Ἐλιδαὲ καὶ Ἐλιφαλάθ, Σαμαέ, Ἰεσσιβάθ, Νάθαν, Γαλαμαάν, Ἰεβαάρ, Θεησοῦς, Ἐλιφαλάτ, Ναγέδ, Ναφέκ, Ἰωνάθαν, Λεασαμύς, Βααλιμάθ, Ἐλιφαάθ.
And Elisama, and Elidae, and Eliphalath, Samae, Jessibath, Nathan, Galamaan, Jebaar, Theesus, Eliphalat, Naged, Naphec, Janathan, Leasamys, Baalimath, Eliphaath.
17 Καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι κέχρισται Δαυὶδ βασιλεὺς ἐπὶ Ἰσραήλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητεῖν τὸν Δαυίδ· καὶ ἤκουσε Δαυὶδ καὶ κατέβη εἰς τὴν περιοχήν.
And the Philistines heard that David was anointed king over Israel; and all the Philistines went up to seek David; and David heard of it, and went down to the strong hold.
18 καὶ οἱ ἀλλόφυλοι παραγίνονται καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τῶν Τιτάνων
And the Philistines came, and assembled in the valley of the giants.
19 καὶ ἠρώτησε Δαυὶδ διὰ Κυρίου λέγων· εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπε Κύριος πρὸς Δαυίδ· ἀνάβαινε, ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου.
And David enquired of the Lord, saying, Shall I go up against the Philistines? and will you deliver them into my hands? and the Lord said to David, Go up, for I will surely deliver the Philistines into your hands.
20 καὶ ἦλθε Δαυὶδ ἐκ τῶν ἐπάνω διακοπῶν καὶ ἔκοψε τοὺς ἀλλοφύλους ἐκεῖ, καὶ εἶπε Δαυίδ· διέκοψε Κύριος τοὺς ἐχθροὺς ἀλλοφύλους ἐνώπιον ἐμοῦ, ὡς διακόπτεται ὕδατα· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Ἐπάνω διακοπῶν.
And David came from Upper Breaches, and struck the Philistines there: and David said, The Lord has destroyed the hostile Philistines before me, as water is dispersed; therefore the name of that place was called Over Breaches.
21 καὶ καταλιμπάνουσιν ἐκεῖ τοὺς θεοὺς αὐτῶν, καὶ ἐλάβοσαν αὐτοὺς Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ.
And they leave there their gods, and David and his men with him took them.
22 καὶ προσέθεντο ἔτι ἀλλόφυλοι τοῦ ἀναβῆναι καὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν Τιτάνων.
And the Philistines came up yet again, and assembled in the valley of Giants.
23 καὶ ἐπηρώτησε Δαυὶδ διὰ Κυρίου καὶ εἶπε Κύριος· οὐκ ἀναβήσῃ εἰς συνάντησιν αὐτῶν, ἀποστρέφου ἀπ᾿ αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τοῦ Κλαυθμῶνος·
And David enquired of the Lord: and the Lord said, You shall not go up to meet them: turn from them, and you shall meet them near the place of weeping.
24 καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συγκλεισμοῦ ἀπὸ τοῦ ἄλσους τοῦ Κλαυθμῶνος, τότε καταβήσῃ πρὸς αὐτούς, ὅτι τότε ἐξελεύσεται Κύριος ἔμπροσθέν σου κόπτειν ἐν τῷ πολέμῳ τῶν ἀλλοφύλων.
And it shall come to pass when you hear the sound of a clashing together from the grove of weeping, then you shall go down to them, for then the Lord shall go forth before you to make havoc in the battle with the Philistines.
25 καὶ ἐποίησε Δαυὶδ καθὼς ἐνετείλατο αὐτῷ Κύριος, καὶ ἐπάταξε τοὺς ἀλλοφύλους ἀπό Γαβαὼν ἕως τῆς γῆς Γαζηρά.
And David did as the Lord commanded him, and struck the Philistines from Gabaon as far as the land of Gazera.
Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.