PhilokaliaKnowledge Map

The Bible 3 Kingdoms Chapter 20

3 Kingdoms 20

Βασιλειῶν Γ´

1 ΚΑΙ ἀμπελὼν εἷς ἦν τῷ Ναβουθαὶ τῷ Ἰεζραηλίτῃ παρὰ τῇ ἅλῳ Ἀχαὰβ βασιλέως Σαμαρείας.

And Nabuthai the Jezraelite had a vineyard, near the threshing floor of Achaab king of Samaria.

2 καὶ ἐλάλησεν Ἀχαὰβ πρὸς Ναβουθαὶ λέγων· δός μοι τὸν ἀμπελῶνά σου καὶ ἔσται μοι εἰς κῆπον λαχάνων, ὅτι ἐγγίζων οὗτος τῷ οἴκῳ μου, καὶ δώσω σοι ἀμπελῶνα ἄλλον ἀγαθὸν ὑπὲρ αὐτόν· εἰ δὲ ἀρέσκει ἐνώπιόν σου, δώσω σοι ἀργύριον ἄλλαγμα ἀμπελῶνός σου τούτου, καὶ ἔσται μοι εἰς κῆπον λαχάνων.

And Achaab spoke to Nabuthai, saying, Give me your vineyard, and I will have it for a garden of herbs, for it [is] near my house: and I will give you another vineyard better than it; or if it please you, I will give you money, the price of this your vineyard, and I will have it for a garden of herbs.

3 καὶ εἶπε Ναβουθαὶ πρὸς Ἀχαάβ· μὴ γένοιτό μοι παρὰ Θεοῦ μου δοῦναι κληρονομίαν πατέρων μου σοί.

And Nabuthai said to Achaab, My God forbid me that I should give you the inheritance of my fathers.

4 καὶ ἐγένετο τὸ πνεῦμα Ἀχαὰβ τεταραγμένον, καὶ ἐκοιμήθη ἐπὶ τῆς κλίνης αὐτοῦ καὶ συνεκάλυψε τὸ πρόσωπον αὐτοῦ καὶ οὐκ ἔφαγεν ἄρτον.

And the spirit of Achaab was troubled, and he lay down upon his bed, and covered his face, and ate no bread.

5 καὶ εἰσῆλθεν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ πρὸς αὐτὸν καὶ ἐλάλησε πρὸς αὐτόν· τί τὸ πνεῦμά σου τεταραγμένον καὶ οὐκ εἶ σὺ ἐσθίων ἄρτον;

And Jezabel his wife went in to him, and spoke to him, [saying], Why [is] your spirit troubled, and [why] do you eat no bread?

6 καὶ εἶπε πρὸς αὐτήν, ὅτι ἐλάλησα πρὸς Ναβουθαὶ τὸν Ἰεζραηλίτην λέγων· δός μοι τὸν ἀμπελῶνά σου ἀργυρίου· εἰ δὲ βούλῃ, δώσω σοι ἀμπελῶνα ἄλλον ἀντ᾿ αὐτοῦ· καὶ εἶπεν· οὐ δώσω σοι κληρονομίαν πατέρων μου.

And he said to her, Because I spoke to Nabuthai the Jezraelite, saying, Give me your vineyard for money; or if you will, I will give you another vineyard for it: and he said, I will not give you the inheritance of my fathers.

7 καὶ εἶπε πρὸς αὐτὸν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ· σὺ νῦν οὕτω ποιεῖς βασιλέα ἐπὶ Ἰσραήλ; ἀνάστηθι καὶ φάγε ἄρτον καὶ σαυτοῦ γενοῦ, ἐγὼ δὲ δώσω σοι τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰεζραηλίτου.

And Jezabel his wife said to him, Do you now thus act the king over Israel? arise, and eat bread, and be your own [master], and I will give you the vineyard of Nabuthai the Jezraelite.

8 καὶ ἔγραψε βιβλίον ἐπὶ τῷ ὀνόματι Ἀχαὰβ καὶ ἐσφραγίσατο τῇ σφραγίδι αὐτοῦ καὶ ἀπέστειλε τὸ βιβλίον πρὸς τοὺς πρεσβυτέρους καὶ τοὺς ἐλευθέρους τοὺς κατοικοῦντας μετὰ Ναβουθαί.

And she wrote a letter in the name of Achaab, and sealed it with his seal, and sent the letter to the elders, and to the freemen who lived with Nabuthai.

9 καὶ ἐγέγραπτο ἐν τοῖς βιβλίοις λέγων· νηστεύσατε νηστείαν καὶ καθίσατε τὸν Ναβουθαὶ ἐν ἀρχῇ τοῦ λαοῦ·

And it was written in the letters, saying, Keep a fast, and set Naboth in a chief place amongst the people.

10 καὶ ἐγκαθίσατε δύο ἄνδρας υἱοὺς παρανόμων ἐξεναντίας αὐτοῦ, καὶ καταμαρτυρησάτωσαν αὐτοῦ λέγοντες· ηὐλόγησε Θεὸν καὶ βασιλέα· καὶ ἐξαγαγέτωσαν αὐτὸν καὶ λιθοβολησάτωσαν αὐτόν, καὶ ἀποθανέτω.

And set two men, sons of transgressors, before him, and let them testify against him, saying, He blessed God and the king: and let them lead him forth, and stone him, and let them die.

11 καὶ ἐποίησαν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ οἱ πρεσβύτεροι καὶ οἱ ἐλεύθεροι οἱ κατοικοῆντες ἐν τῇ πόλει αὐτοῦ, καθὼς ἀπέστειλε πρὸς αὐτοὺς Ἰεζάβελ καὶ καθὰ ἐγέγραπτο ἐν τοῖς βιβλίοις, οἷς ἀπέστειλε πρὸς αὐτούς.

And the men of his city, the elders, and the nobles who lived in his city, did as Jezabel sent to them, and as it had been written in the letters which she sent to them.

12 καὶ ἐκάλεσαν νηστείαν καὶ ἐκάθισαν τὸν Ναβουθαὶ ἐν ἀρχῇ τοῦ λαοῦ,

And they proclaimed a fast, and set Nebuthai in a chief place amongst the people.

13 καὶ εἰσῆλθον δύο ἄνδρες υἱοὶ παρανόμων καὶ ἐκάθισαν ἐξεναντίας αὐτοῦ καὶ κατεμαρτύρησαν αὐτοῦ λέγοντες· ηὐλόγηκας Θεὸν καὶ βασιλέα· καὶ ἐξήγαγον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις, καὶ ἀπέθανε.

And two men, sons of transgressors, came in, and sat opposite him, and bore witness against him, saying, You have blessed God and the king. And they led him forth out of the city, and stoned him with stones, and he died.

14 καὶ ἀπέστειλαν πρὸς Ἰεζάβελ λέγοντες· λελιθοβόληται Ναβουθαὶ καὶ τέθνηκε.

And they sent to Jezabel, saying, Nabuthai is stoned, and is dead.

15 καὶ ἐγένετο ὡς ἤκουσεν Ἰεζάβελ, καὶ εἶπε πρὸς Ἀχαάβ· ἀνάστα, κληρονόμει τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰεζραηλίτου, ὃς οὐκ ἔδωκέ σοι ἀργυρίου, ὅτι οὐκ ἔστι Ναβουθαὶ ζῶν, ὅτι τέθνηκε.

And it came to pass, when Jezabel heard [it], that she said to Achaab, Arise, take possession of the vineyard of Nabuthai the Jezraelite, who would not sell it to you: for Nebuthai is not alive, for he is dead.

16 καὶ ἐγένετο ὡς ἤκουσεν Ἀχαὰβ ὅτι τέθνηκε Ναβουθαὶ ὁ Ἰεζραηλίτης, καὶ διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ περιεβάλετο σάκκον· καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀνέστη καὶ κατέβη Ἀχαὰβ εἰς τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰεζραηλίτου κληρονομῆσαι αὐτόν.

And it came to pass, when Achaab heard that Nabuthai the Jezraelite was dead, that he tore his garments, and put on sackcloth. And it came to pass afterward, that Achaab arose and went down to the vineyard of Nabuthai the Jezraelite, to take possession of it.

17 Καὶ εἶπεν Κύριος πρὸς Ἠλιοὺ τὸν Θεσβίτην λέγων·

And the Lord spoke to Eliu the Thesbite, saying,

18 ἀνάστηθι καὶ κατάβηθι εἰς ἀπαντὴν Ἀχαὰβ βασιλέως Ἰσραὴλ τοῦ ἐν Σαμαρείᾳ, ὅτι οὗτος ἐν ἀμπελῶνι Ναβουθαί, ὅτι καταβέβηκεν ἐκεῖ κληρονομῆσαι αὐτόν.

Arise, and go down to meet Achaab king of Israel, who is in Samaria, for he [is] in the vineyard of Nabuthai, for he has gone down there to take possession of it.

19 καὶ λαλήσεις πρὸς αὐτὸν λέγων· τάδε λέγει Κύριος· ὡς σὺ ἐφόνευσας καὶ ἐκληρονόμησας, διὰ τοῦτο τάδε λέγει Κύριος· ἐν παντὶ τόπῳ, ᾧ ἔλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα Ναβουθαί, ἐκεῖ λείξουσιν οἱ κύνες τὸ αἷμα σου, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου.

And you shall speak to him, saying, Thus says the Lord, Forasmuch as you have slain and taken possession, therefore thus says the Lord, In every place where the swine and the dogs have licked the blood of Nabuthai, there shall the dogs lick your blood; and the harlots shall wash themselves in your blood.

20 καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἠλιού· εἰ εὕρηκάς με, ὁ ἐχθρός μου; καὶ εἶπεν· εὕρηκα, διότι μάτην πέπρασαι ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου παροργίσαι αὐτόν.

And Achaab said to Eliu, Have you found me, my enemy? and he said, I have found [you]: because you have wickedly sold yourself to work evil in the sight of the Lord, to provoke him to anger;

21 ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ κακὰ καὶ ἐκκαύσω ὀπίσω σου καὶ ἐξολοθρεύσω τοῦ Ἀχαὰβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ἰσραήλ·

behold, I bring evil upon you: and I will kindle a fire after you, and I will utterly destroy every male of Achaab, and him that is shut up and him that is left in Israel.

22 καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ἱεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ὡς τὸν οἶκον Βαασὰ υἱοῦ Ἀχιὰ περὶ τῶν παροργισμάτων, ὧν παρώργισας καὶ ἐξήμαρτες τὸν Ἰσραήλ.

And I will make your house as the house of Jeroboam the son of Nabat, and as the house of Baasa son of Achia, because of the provocations wherewith you have provoked [me], and caused Israel to sin.

23 καὶ τῇ Ἰεζάβελ ἐλάλησε Κύριος λέγων· οἱ κύνες καταφάγονται αὐτὴν ἐν τῷ προτειχίσματι Ἰεζράελ.

And the Lord spoke of Jezabel, saying, The dogs shall devour her within the fortification of Jezrael.

24 τὸν τεθνηκότα τοῦ Ἀχαὰβ ἐν τῇ πόλει φάγονται οἱ κύνες καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ φάγονται τὰ πετεινὰ τοῦ οὐρανοῦ.

Him that is dead of Achaab in the city shall the dogs eat, and him that is dead of him in the field shall the birds of the sky eat.

25 πλὴν ματαίως Ἀχαάβ, ὃς ἐπράθη ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, ὡς μετέθηκεν αὐτὸν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ·

But Achaab [did] wickedly, in that he sold himself to do that which was evil in the sight of the Lord, as his wife Jezabel led him astray.

26 καὶ ἐβδελύχθη σφόδρα πορεύεσθαι ὀπίσω τῶν βδελυγμάτων κατὰ πάντα, ἃ ἐποίησεν ὁ Ἀμορραῖος, ὃν ἐξωλόθρευσε Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ.

And he did very abominably in following after the abominations, according to all that the Amorite did, whom the Lord utterly destroyed from before the children of Israel.

27 καὶ ὑπὲρ τοῦ λόγου, ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου τοῦ Κυρίου καὶ ἐπορεύετο κλαίων καὶ διέρρηξε τὸν χιτῶνα αὐτοῦ καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σῶμα αὐτοῦ καὶ ἐνήστευσε καὶ περιεβάλετο σάκκον ἐν τῇ ἡμέρᾳ, ᾗ ἐπάταξε Ναβουθαὶ τὸν Ἰεζραηλίτην, καὶ ἐπορεύθη,

And because of the word, Achaab was pierced with sorrow before the Lord, and he both went weeping, and tore his garment, and girded sackcloth upon his body, and fasted; he put on sackcloth also in the day that he struck Nabuthai the Jezraelite, and went his way.

28 καὶ ἐγένετο ρῆμα Κυρίου ἐν χειρὶ δούλου αὐτοῦ Ἠλιοὺ περὶ Ἀχαάβ, καὶ εἶπε Κύριος·

And the word of the Lord came by the hand of his servant Eliu concerning Achaab, and the Lord said,

29 ἑώρακας ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου μου; οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ, ἀλλ᾿ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ αὐτοῦ ἐπάξω τὴν κακίαν.

Have you seen how Achaab has been pricked [to the heart] before me? I will not bring on the evil in his days, but in his son's days will I bring on the evil.

Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.