PhilokaliaKnowledge Map

The Bible 3 Kingdoms Chapter 8

3 Kingdoms 8

Βασιλειῶν Γ´

1 ΚΑΙ ἐγένετο ὡς συνετέλεσε Σαλωμὼν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον αὐτοῦ μετὰ εἴκοσιν ἔτη, τότε ἐξεκκλησίασεν ὁ βασιλεὺς Σαλωμὼν πάντας τοὺς πρεσβυτέρους Ἰσραὴλ ἐν Σιὼν τοῦ ἀνενεγκεῖν τὴν κιβωτὸν διαθήκης Κυρίου ἐκ πόλεως Δαυὶδ (αὕτη ἐστὶ Σιὼν)

And it came to pass when Solomon had finished building the house of the Lord and his own house after twenty years, then king Solomon assembled all the elders of Israel in Sion, to bring the ark of the covenant of the Lord out of the city of David, this is Sion,

2 ἐν μηνὶ Ἀθανίν.

in the month of Athanin.

3 καὶ ᾖραν οἱ ἱερεῖς τὴν κιβωτὸν

And the priests took up the ark,

4 καὶ τὸ σκήνωμα τοῦ μαρτυρίου καὶ τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῷ σκηνώματι τοῦ μαρτυρίου,

and the tabernacle of testimony, and the holy furniture that was in the tabernacle of testimony.

5 καὶ ὁ βασιλεὺς καὶ πᾶς Ἰσραὴλ ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες πρόβατα καὶ βόας ἀναρίθμητα.

And the king and all Israel [were occupied] before the ark, sacrificing sheep [and] oxen, without number.

6 καὶ εἰσφέρουσιν οἱ ἱερεῖς τὴν κιβωτὸν εἰς τὸν τόπον αὐτῆς εἰς τὸ δαβὶρ τοῦ οἴκου, εἰς τὰ ἅγια τῶν ἁγίων ὑπὸ τὰς πτέρυγας τῶν Χερουβίμ·

And the priests bring in the ark into its place, into the oracle of the house, even into the holy of holies, under the wings of the cherubs.

7 ὅτι τὰ Χερουβὶμ διαπεπετασμένα ταῖς πτέρυξιν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ, καὶ περιεκάλυπτον τὰ Χερουβὶμ ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τὰ ἅγια αὐτῆς ἐπάνωθεν,

For the cherubs spread out their wings over the place of the ark, and the cherubs covered the ark and its holy things above.

8 καὶ ὑπερεῖχον τὰ ἡγιασμένα, καὶ ἐνεβλέποντο αἱ κεφαλαὶ τῶν ἡγιασμένων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβὶρ καὶ οὐκ ὠπτάνοντο ἔξω.

And the holy staves projected, and the ends of the holy staves appeared out of the holy places in front of the oracle, and were not seen without.

9 οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες λίθιναι, πλάκες τῆς διαθήκης, ἃς ἔθηκεν ἐκεῖ Μωυσῆς ἐν Χωρήβ, ἃς διέθετο Κύριος μετὰ τῶν υἱῶν Ἰσραὴλ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς ἐκ γῆς Αἰγύπτου.

There was nothing in the ark except the two tables of stone, the tables of the covenant which Moses put [there] in Choreb, which [tables] the Lord made [as a covenant] with the children of Israel in their going forth from the land of Egypt.

10 καὶ ἐγένετο ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ ἁγίου, καὶ ἡ νεφέλη ἔπλησε τὸν οἶκον·

And it came to pass when the priests departed out of the holy place, that the cloud filled the house.

11 καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στήκειν λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἔπλησε δόξα Κυρίου τὸν οἶκον.

And the priests could not stand to minister because of the cloud, because the glory of the Lord filled the house.

14 Καὶ ἀπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον αὐτοῦ, καὶ εὐλόγησεν ὁ βασιλεὺς πάντα Ἰσραήλ, καὶ πᾶσα ἐκκλησία Ἰσραὴλ εἱστήκει·

And the king turned his face, and the king blessed all Israel, (and the whole assembly of Israel stood:)

15 καὶ εἶπεν· εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ σήμερον, ὃς ἐλάλησεν ἐν τῷ στόματι αὐτοῦ περὶ Δαυὶδ τοῦ πατρός μου καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἐπλήρωσε λέγων·

and he said, Blessed [be] the Lord God of Israel today, who spoke by his mouth concerning David my father, and has fulfilled it with his hands, saying,

16 ἀφ᾿ ἧς ἡμέρας ἐξήγαγον τὸν λαόν μου τὸν Ἰσραὴλ ἐξ Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἐν ἑνὶ σκήπτρῳ Ἰσραὴλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι τὸ ὄνομά μου ἐκεῖ. καὶ ἐξελεξάμην ἐν Ἱερουσαλὴμ εἶναι τὸ ὄνομά μου ἐκεῖ· καὶ ἐξελεξάμην τὸν Δαυὶδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου τὸν Ἰσραήλ.

From the day that I brought out my people Israel out of Egypt, I have not chosen a city in [any] one tribe of Israel to build a house, so that my name should be there: but I chose Jerusalem that my name should be there, and I chose David to be over my people Israel.

17 καὶ ἐγένετο ἐπὶ τῆς καρδίας τοῦ πατρός μου οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραήλ.

And it was in the heart of my father to build a house to the name of the Lord God of Israel.

18 καὶ εἶπε Κύριος πρὸς Δαυὶδ τὸν πατέρα μου· ἀνθ᾿ ὧν ἦλθεν ἐπὶ τὴν καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐποίησας ὅτι ἐγενήθη ἐπὶ τὴν καρδίαν σου·

And the Lord said to David my father, Forasmuch as it came into your heart to build a house to my name, you did well that it came upon your heart.

19 πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον, ἀλλ᾿ ἢ ὁ υἱός σου ὁ ἐξελθὼν ἐκ τῶν πλευρῶν σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου.

Nevertheless you shall not build the house, but your son that has proceeded out of your bowels, he shall build the house to my name.

20 καὶ ἀνέστησε Κύριος τὸ ρῆμα αὐτοῦ, ὃ ἐλάλησε, καὶ ἀνέστην ἀντὶ Δαυὶδ τοῦ πατρός μου καὶ ἐκάθισα ἐπὶ τοῦ θρόνου Ἰσραήλ, καθὼς ἐλάλησε Κύριος, καὶ ᾠκοδόμησα τὸν οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραήλ.

And the Lord has confirmed the word that he spoke, and I am risen up in the place of my father David, and I have sat down on the throne of Israel, as the Lord spoke, and I have built the house to the name of the Lord God of Israel.

21 καὶ ἐθέμην ἐκεῖ τόπον τῇ κιβωτῷ, ἐν ᾗ ἐστιν ἐκεῖ διαθήκη Κυρίου, ἣν διέθετο Κύριος μετὰ τῶν πατέρων ἡμῶν ἐν τῷ ἐξαγαγεῖν αὐτὸν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.

And I have set there a place for the ark, in which is the covenant of the Lord, which the Lord made with our fathers, when he brought them out of the land of Egypt.

22 Καὶ ἀνέστη Σαλωμὼν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου ἐνώπιον πάσης ἐκκλησίας Ἰσραὴλ καὶ διεπέτασε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν,

And Solomon stood up in front of the altar before all the congregation of Israel; and he spread out his hands towards heaven:

23 καὶ εἶπε· Κύριε ὁ Θεὸς Ἰσραήλ, οὐκ ἔστιν ὡς σὺ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, φυλάσσων διαθήκην καὶ ἔλεος τῷ δούλῳ σου τῷ πορευομένῳ ἐνώπιόν σου ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ,

and he said, Lord God of Israel, there is no God like you in heaven above and on the earth beneath, keeping covenant and mercy with your servant who walks before you with all his heart;

24 ἃ ἐφύλαξας τῷ δούλῳ σου Δαυὶδ τῷ πατρί μου· καὶ γὰρ ἐλάλησας ἐν τῷ στόματί σου καὶ ἐν χερσί σου ἐπλήρωσας ὡς ἡ ἡμέρα αὕτη.

which you have kept towards your servant David my father: for you have spoken by your mouth and you have fulfilled it with your hands, as [at] this day.

25 καὶ νῦν, Κύριε ὁ Θεὸς Ἰσραήλ, φύλαξον τῷ δούλῳ σου Δαυὶδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ λέγων· οὐκ ἐξαρθήσεταί σου ἀνὴρ ἐκ προσώπου μου καθήμενος ἐπὶ θρόνου Ἰσραήλ, πλὴν ἐὰν φυλάξωνται τὰ τέκνα σου τὰς ὁδοὺς αὐτῶν τοῦ πορεύεσθαι ἐνώπιόν μου, καθὼς ἐπορεύθης ἐνώπιον ἐμοῦ.

And now, O Lord God of Israel, keep for your servant David my father, [the promises] which you have spoken to him, saying, There shall not be taken from you a man sitting before me on the throne of Israel, provided only your children shall take heed to their ways, to walk before me as you have walked before me.

26 καὶ νῦν, Κύριε ὁ Θεὸς Ἰσραήλ, πιστωθήτω δὴ τὸ ρῆμά σου τῷ Δαυὶδ τῷ πατρί μου.

And now, O Lord God of Israel, let, I pray you, your word to David my father be confirmed.

27 ὅτι εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, πλὴν καὶ ὁ οἶκος οὗτος, ὃν ᾠκοδόμησα τῷ ὀνόματί σου;

But will God indeed dwell with men upon the earth? if the heaven and heaven of heavens will not suffice you, how much less even this house which I have built to your name?

28 καὶ ἐπιβλέψῃ ἐπὶ τὴν δέησίν μου, Κύριε ὁ Θεὸς Ἰσραήλ, ἀκούειν τῆς προσευχῆς, ἧς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου πρός σε σήμερον,

Yet, O Lord God of Israel, you shall look upon my petition, to hear the prayer which your servant prays to you in your presence this day,

29 τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός, εἰς τὸν τόπον, ὃν εἶπας· ἔσται τὸ ὄνομά μου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός.

that your eyes may be open towards this house day and night, even towards the place which you said, My name shall be there, to hear the prayer which your servant prays at this place day and night.

30 καὶ εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου Ἰσραήλ, ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον, καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐν οὐρανῷ καὶ ποιήσεις καὶ ἵλεως ἔσῃ.

And you shall listen to the prayer of your servant, and of your people Israel, which they shall pray towards this place; and you shall hear in your dwelling-place in heaven, and you shall do and be gracious.

31 ὅσα ἂν ἁμάρτῃ ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἐὰν λάβῃ ἐπ᾿ αὐτὸν ἀρὰν τοῦ ἀράσασθαι αὐτόν, καὶ ἔλθῃ καὶ ἐξαγορεύσῃ κατὰ πρόσωπον τοῦ θυσιαστηρίου σου ἐν τῷ οἴκῳ τούτῳ,

Whatsoever trespasses any [one] shall commit against his neighbour,—and if he shall take upon him an oath so that he should swear, and he shall come and make confession before your altar in this house,

32 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ποιήσεις καὶ κρινεῖς τὸν λαόν σου Ἰσραὴλ ἀνομηθῆναι ἄνομον, δοῦναι τὴν ὁδὸν αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ καὶ τοῦ δικαιῶσαι δίκαιον, δοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην αὐτοῦ.

then shall you hear from heaven, and do, and you shall judge your people Israel, that the wicked should be condemned, to recompense his way upon his head; and to justify the righteous, to give to him according to his righteousness.

33 ἐν τῷ πταῖσαι τὸν λαόν σου Ἰσραὴλ ἐνώπιον ἐχθρῶν, ὅτι ἁμαρτήσονταί σοι, καὶ ἐπιστρέψουσι καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ προσεύξονται καὶ δεηθήσονται ἐν τῷ οἴκῳ τούτω,

When your people Israel falls before enemies, because they shall sin against you, and they shall return and confess to your name, and they shall pray and supplicate in this house,

34 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ λαοῦ σου Ἰσραὴλ καὶ ἐπιστρέψεις αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκας τοῖς πατράσιν αὐτῶν.

then shall you hear from heaven, and be gracious to the sins of your people Israel, and you shall restore them to the land which you gave to their fathers.

35 ἐν τῷ συσχεθῆναι τὸν οὐρανὸν καὶ μὴ γενέσθαι ὑετόν, ὅτι ἁμαρτήσονταί σοι, καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἀποστρέψουσιν, ὅταν ταπεινώσῃς αὐτούς,

When the heaven is restrained, and there is no rain, because they shall sin against you, and the shall pray towards this place, and they shall make confession to your name, and shall turn from their sins when you shall have humbled them,

36 καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου Ἰσραήλ· ὅτι δηλώσεις αὐτοῖς τὴν ὁδὸν τὴν ἀγαθὴν πορεύεσθαι ἐν αὐτῇ καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γῆν, ἣν ἔδωκας τῷ λαῷ σου ἐν κληρονομίᾳ.

then you shall hear from heaven, and be merciful to the sins of your servant and of your people Israel; for you shall show them the good way to walk in it, and you shall give rain upon the earth which you have given to your people for an inheritance.

37 λιμὸς ἐὰν γένηται, θάνατος ἐὰν γένηται, ὅτι ἔσται ἐμπυρισμός, βροῦχος, ἐρυσίβη ἐὰν γένηται, καὶ ἐὰν θλίψῃ αὐτὸν ὁ ἐχθρὸς αὐτοῦ ἐν μιᾷ τῷν πόλεων αὐτοῦ, πᾶν συνάντημα, πάντα πόνον,

If there should be famine, if there should be death, because there should be blasting, locust, or if there be mildew, and if their enemy oppress them in [any] one of their cities, [with regard to] every calamity, every trouble,

38 πᾶσαν προσευχήν, πᾶσαν δέησιν, ἐὰν γένηται παντὶ ἀνθρώπῳ ὡς ἂν γνῶσιν ἕκαστος ἁφὴν καρδίας αὐτοῦ καὶ διαπετάσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν οἶκον τοῦτον,

every prayer, every supplication whatever shall be made by any man, as they shall know each the plague of his heart, and shall spread abroad his hands to this house,

39 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ἵλεως ἔσῃ καὶ ποιήσεις καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καθὼς ἂν γνῷς τὴν καρδίαν αὐτοῦ, ὅτι σὺ μονώτατος οἶδας τὴν καρδίαν πάντων υἱῶν ἀνθρώπων,

then shall you listen from heaven, out of your established dwelling-place, and shall be merciful, and shall do, and recompense to [every] man according to his ways, as you shall know his heart, for you alone know the heart of all the children of men:

40 ὅπως φοβῶνταί σε πάσας τὰς ἡμέρας, ὅσας αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν.

that they may fear you all the days that they live upon the land, which you have given to our fathers.

41 καὶ τῷ ἀλλοτρίῳ, ὃς οὐκ ἔστιν ἀπὸ λαοῦ σου οὗτος,

And for the stranger who is not of your people,

42 καὶ ἥξουσι καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον,

when they shall come and pray towards this place,

43 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐπικαλέσηταί σε ὁ ἀλλότριος, ὅπως γνῶσι πάντες οἱ λαοὶ τὸ ὄνομά σου, καὶ φοβῶνταί σε, καθὼς ὁ λαός σου Ἰσραήλ, καὶ γνῶσιν ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησα.

then shall you hear [them] from heaven, out of your established dwelling-place, and you shall do according to all that the stranger shall call upon you for, that all the nations may know your name, and fear you, as [do] your people Israel, and may know that your name has been called on this house which I have builded.

44 ὅτι ἐξελεύσεται ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ ἐν ὁδῷ, ᾗ ἐπιστρέψεις αὐτούς, καὶ προσεύξονται ἐν ὀνόματι Κυρίου ὁδὸν τῆς πόλεως, ἧς ἐξελέξω ἐν αὐτῇ, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου,

[If it be] that your people shall go forth to war against their enemies in the way by which you shall turn them, and pray in the name of the Lord towards the city which you have chosen, and the house which I have built to your name,

45 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ τῆς δεήσεως αὐτῶν καὶ τῆς προσευχῆς αὐτῶν καὶ ποιήσεις τὸ δικαίωμα αὐτοῖς.

then shall you hear from heaven their supplication and their prayer, and shall execute judgement for them.

46 ὅτι ἁμαρτήσονταί σοι ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς οὐχ ἁμαρτήσεται καὶ ἐπάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς ἐνώπιον ἐχθρῶν καὶ αἰχμαλωτιοῦσιν οἱ αἰχμαλωτίζοντες εἰς γῆν μακρὰν καὶ ἐγγύς,

[If it be] that they shall sin against you, (for there is not a man who will not sin,) and you shall bring them and deliver them up before their enemies, and they that take [them] captive shall carry [them] to a land far or near,

47 καὶ ἐπιστρέψουσι καρδίας αὐτῶν ἐν τῇ γῇ, οὗ μετήχθησαν ἐκεῖ, καὶ ἐπιστρέψουσιν ἐν γῇ μετοικίας αὐτῶν καὶ δεηθῶσί σου λέγοντες· ἡμάρτομεν, ἠδικήσαμεν, ἠνομήσαμεν,

and they shall turn their hearts in the land whither they have been carried captives, and turn in the land of their sojourning, and supplicate you, saying, We have sinned, we have done unjustly, we have transgressed,

48 καὶ ἐπιστρέψωσι πρός σε ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν τῇ γῇ ἐχθρῶν αὐτῶν, οὗ μετήγαγες αὐτούς, καὶ προσεύξονται πρός σε, ὁδὸν γῆς αὐτῶν, ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν, καὶ τῆς πόλεως, ἧς ἐξελέξω, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμηκα τῷ ὀνόματί σου,

and they shall turn to you with all their heart, and with all their soul, in the land of their enemies whither you have carried them captives, and shall pray to you towards their land which you have given to their fathers, and the city which you have chosen, and the house which I have built to your name:

49 καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου

then shall you hear from heaven your established dwelling-place,

50 καὶ ἵλεως ἔσῃ ταῖς ἀδικίαις αὐτῶν, αἷς ἥμαρτόν σοι, καὶ κατὰ πάντα τὰ ἀθετήματα αὐτῶν, ἃ ἠθέτησάν σοι, καὶ δώσεις αὐτοὺς εἰς οἰκτιρμοὺς ἐνώπιον αἰχμαλωτευόντων αὐτούς, καὶ οἰκτειρήσουσιν αὐτούς·

and you shall be merciful to their unrighteousness wherein they have trespassed against you, and according to all their transgressions wherewith they have transgressed against you, and you shall cause them to be pitied before them that carried them captives, and they shall have compassion on them:

51 ὅτι λαός σου καὶ κληρονομία σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐκ μέσου χωνευτηρίου σιδήρου.

for [they are] your people and your inheritance, whom you brought out of the land of Egypt, out of the midst of the furnace of iron.

52 καὶ ἔστρωσαν οἱ ὀφθαλμοί σου καὶ τὰ ὦτά σου ᾐνεῳγμένα εἰς τὴν δέησιν τοῦ δούλου σου καὶ εἰς τὴν δέησιν τοῦ λαοῦ σου Ἰσραὴλ εἰσακούειν αὐτῶν ἐν πᾶσιν, οἷς ἂν ἐπικαλέσωνταί σε,

And let your eyes and your ears be opened to the supplication of your servant, and to the supplication of your people Israel, to listen to them in all things for which they shall call upon you.

53 ὅτι σὺ διέστειλας αὐτοὺς σεαυτῷ εἰς κληρονομίαν ἐκ πάντων τῶν λαῶν τῆς γῆς, καθὼς ἐλάλησας ἐν χειρὶ δούλου σου Μωυσῆ ἐν τῷ ἐξαγαγεῖν σε τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου, Κύριε Κύριε.

Because you have set them apart for an inheritance to yourself out of all the nations of the earth, as you spoke by the hand of your servant Moses, when you brought our fathers out of the land of Egypt, O Lord God.—Then spoke Solomon concerning the house, when he had finished building it—He manifested the sun in the heaven: the Lord said he would dwell in darkness: build you my house, a beautiful house for yourself to dwell in anew. Behold, is not this written in the book of the song?

54 Καὶ ἐγένετο ὡς συνετέλεσε Σαλωμὼν προσευχόμενος πρὸς Κύριον ὅλην τὴν προσευχὴν καὶ τὴν δέησιν ταύτην, καὶ ἀνέστη ἀπὸ προσώπου τοῦ θυσιαστηρίου Κυρίου ὀκλακὼς ἐπὶ τὰ γόνατα αὐτοῦ καὶ αἱ χεῖρες αὐτοῦ διαπεπετασμέναι εἰς τὸν οὐρανόν.

And it came to pass when Solomon had finished praying to the Lord all this prayer and supplication, that he rose up from before the altar of the Lord, [after] having knelt upon his knees, and his hands [were] spread out towards heaven.

55 καὶ ἔστη καὶ εὐλόγησε πᾶσαν ἐκκλησίαν Ἰσραὴλ φωνῇ μεγάλῃ λέγων·

And he stood, and blessed all the congregation of Israel with a loud voice, saying,

56 εὐλογητὸς Κύριος σήμερον, ὃς ἔδωκε κατάπαυσιν τῷ λαῷ αὐτοῦ Ἰσραὴλ κατὰ πάντα, ὅσα ἐλάλησεν· οὐ διεφώνησε λόγος εἷς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ τοῖς ἀγαθοῖς, οἷς ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Μωυσῆ.

Blessed [be] the Lord this day, who has given rest to his people Israel, according to all that he said: there has not failed one word amongst all his good words which he spoke by the hand of his servant Moses.

57 γένοιτο Κύριος ὁ Θεὸς ἡμῶν μεθ᾿ ἡμῶν, καθὼς ἦν μετὰ τῶν πατέρων ἡμῶν· μὴ ἐγκαταλίποιτο ἡμᾶς μηδὲ ἀποστρέψοιτο ἡμᾶς,

May the Lord our God be with us, as he was with our fathers; let him not desert us nor turn from us,

58 ἐπικλῖναι καρδίας ἡμῶν ἐπ᾿ αὐτὸν τοῦ πορεύεσθαι ἐν πάσαις ὁδοῖς αὐτοῦ καὶ φυλάσσειν πάσας ἐντολὰς αὐτοῦ καὶ τὰ προστάγματα αὐτοῦ, ἃ ἐνετείλατο τοῖς πατράσιν ἡμῶν.

that he may turn our hearts towards him to walk in all his ways, and to keep all his commandments, and his ordinances which he commanded our fathers.

59 καὶ ἔστρωσαν οἱ λόγοι οὗτοι, ὡς δεδέημαι ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν, ἐγγίζοντες πρὸς Κύριον Θεὸν ἡμῶν ἡμέρας καὶ νυκτός, τοῦ ποιεῖν τὸ δικαίωμα τοῦ δούλου σου καὶ τὸ δικαίωμα λαοῦ Ἰσραὴλ ρῆμα ἡμέρας ἐν ἡμέρᾳ ἐνιαυτοῦ,

And let these words, which I have prayed before the Lord our God, [be] near to the Lord our God day and night, to maintain the cause of your servant, and the cause of your people Israel for ever.

60 ὅπως γνῶσιν πάντες οἱ λαοὶ τῆς γῆς, ὅτι Κύριος ὁ Θεός, αὐτὸς Θεὸς καὶ οὐκ ἔστιν ἔτι.

that all the nations of the earth may know that the Lord God, he [is] God, and there is none beside.

61 καὶ ἔστρωσαν οἱ καρδίαι ἡμῶν τέλειαι πρὸς Κύριον Θεὸν ἡμῶν καὶ ὁσίως πορεύεσθαι ἐν τοῖς προστάγμασιν αὐτοῦ καὶ φυλάσσειν ἐντολὰς αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη.

And let our hearts be perfect towards the Lord our God, to walk also holily in his ordinances, and to keep his commandments, as at this day.

62 Καὶ ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ ἔθυσαν θυσίαν ἐνώπιον Κυρίου.

And the king and all the children of Israel offered sacrifice before the Lord.

63 καὶ ἔθυσεν ὁ βασιλεὺς Σαλωμὼν τὰς θυσίας τῶν εἰρηνικῶν, ἃς ἔθυσε τῷ Κυρίῳ, βοῶν δύο καὶ εἴκοσι χιλιάδας καὶ προβάτων ἑκατὸν καὶ εἴκοσι χιλιάδας· καὶ ἐνεκαίνισε τὸν οἶκον Κυρίου ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ Ἰσραήλ.

And king Solomon offered for the sacrifices of peace-offering which he sacrificed to the Lord, two and twenty thousand oxen, one hundred and twenty thousand sheep: and the king and all the children of Israel dedicated the house of the Lord.

64 τῇ ἡμέρᾳ ἐκείνῃ ἡγίασεν ὁ βασιλεὺς τὸ μέσον τῆς αὐλῆς τὸ κατὰ πρόσωπον τοῦ οἴκου Κυρίου· ὅτι ἐποίησεν ἐκεῖ τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας καὶ τὰ στέατα τῶν εἰρηνικῶν, ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν τὸ ἐνώπιον Κυρίου μικρόν· τοῦ μὴ δύνασθαι τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας τῶν εἰρηνικῶν ὑπενεγκεῖν.

In that day the king consecrated the middle of the court in the front of the house of the Lord; for there he offered the whole burnt offering, and the sacrifices, and the fat of the peace-offerings, because the brazen altar which was before the Lord [was too] little to bear the whole burnt offering and the sacrifices of peace-offerings.

65 καὶ ἐποίησε Σαλωμὼν τὴν ἑορτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πᾶς Ἰσραὴλ μετ᾿ αὐτοῦ, ἐκκλησία μεγάλη ἀπὸ τῆς εἰσόδου Ἡμὰθ ἕως ποταμοῦ Αἰγύπτου, ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησεν, ἐσθίων καὶ πίνων καὶ εὐφραινόμενος ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἑπτὰ ἡμέρας.

And Solomon kept the feast in that day, and all Israel with him, even a great assembly from the entering in of Hemath to the river of Egypt, before the Lord our God in the house which he built, eating and drinking, and rejoicing before the Lord our God seven days.

66 καὶ ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξαπέστειλε τὸν λαὸν καὶ εὐλόγησαν τὸν βασιλέα, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὰ σκηνώματα αὐτοῦ χαίροντες καὶ ἀγαθῇ καρδίᾳ ἐπὶ τοῖς ἀγαθοῖς, οἷς ἐποίησε Κύριος τῷ Δαυὶδ δούλῳ αὐτοῦ καὶ τῷ Ἰσραὴλ λαῷ αὐτοῦ.

And on the eighth day he sent away the people: and they blessed the king, and each departed to his tabernacle rejoicing, and [their] heart [was] glad because of the good things which the Lord had done to his servant David, and to Israel his people.

Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.