Daniel 10
Δανιήλ
1 ΕΝ ἔτει τρίτῳ Κύρου βασιλέως Περσῶν λόγος ἀπεκαλύφθη τῷ Δανιήλ, οὗ τὸ ὄνομα ἐπεκλήθη Βαλτάσαρ, καὶ ἀληθινὸς ὁ λόγος, καὶ δύναμις μεγάλη καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν τῇ ὀπτασίᾳ.
In the third year of Cyrus king of the Persians a thing was revealed to Daniel, whose name was called Baltasar; and the thing was true, and great power and understanding in the vision was given to him.
2 ἐν ταῖς ἡμέραις ἐκείναις ἐγὼ Δανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν·
In those days I Daniel was mourning three full weeks.
3 ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμερῶν.
I ate no pleasant bread, and no flesh or wine entered into my mouth, neither did I anoint myself with oil, until three whole weeks were accomplished.
4 ἐν ἡμέρᾳ εἰκοστῇ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου, καὶ ἐγὼ ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου, αὐτός ἐστι Τίγρις, Ἐδδεκέλ,
On the twenty-fourth day of the first month, I was near the great river, which is Tigris Eddekel.
5 καὶ ᾖρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ εἷς ἐνδεδυμένος βαδδίν, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη ἐν χρυσίῳ Ὠφάζ,
And I lifted up my eyes, and looked, and behold a man clothed in linen, and his loins were girded with gold of Ophaz:
6 καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσίς, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλβοντος καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου.
and his body was as Tharsis, and his face was a the appearance of lightning, and his eyes as lamps of fire, and his arms and his legs as the appearance of shining brass, and the voice of his words as the voice of a multitude.
7 καὶ εἶδον ἐγὼ Δανιὴλ μόνος τὴν ὀπτασίαν, καὶ οἱ ἄνδρες οἱ μετ' ἐμοῦ οὐκ εἶδον τὴν ὀπτασίαν, ἀλλ' ἢ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπ' αὐτούς, καὶ ἔφυγον ἐν φόβῳ.
And I Daniel only saw the vision: and the men that were with me saw not the vision; but a great amazement fell upon them, and they fled in fear.
8 καὶ ἐγὼ ὑπελείφθην μόνος, καὶ εἶδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην, καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς, καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν, καὶ οὐκ ἐκράτησα ἰσχύος.
So I was left alone, and saw this great vision, and there was no strength left in me, and my glory was turned into corruption, and I retained no strength.
9 καὶ ἤκουσα τὴν φωνὴν τῶν λόγων αὐτοῦ καὶ ἐν τῷ ἀκοῦσαί με αὐτοῦ ἤμην κατανενυγμένος, καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν.
Yet I heard the voice of his words: and when I heard him I was pricked [in the heart], and [I fell with] my face to the earth.
10 καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου καὶ ἤγειρέ με ἐπὶ τὰ γόνατά μου.
And, behold, a hand touched me, and it raised me on my knees.
11 καὶ εἶπε πρός με· Δανιὴλ ἀνὴρ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις, οἷς ἐγὼ λαλῶ πρός σε, καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρός σε. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρός με τὸν λόγον τοῦτον ἀνέστην ἔντρομος.
And he said to me, O Daniel, man greatly beloved, understand the words which I speak to you, and stand upright: for I am now sent to you. And when he had spoken to me this word, I stood trembling.
12 καὶ εἶπε πρός με· μὴ φοβοῦ, Δανιήλ, ὅτι ἀπὸ τῆς πρώτης ἡμέρας, ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνεῖναι καὶ κακωθῆναι ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, ἠκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου.
And he said to me, Fear not, Daniel: for from the first day that you did set your heart to understand, and to afflict yourself before the Lord your God, they words were heard, and I am come because of your words.
13 καὶ ὁ ἄρχων βασιλείας Περσῶν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν, καὶ ἰδοὺ Μιχαὴλ εἷς τῶν ἀρχόντων τῶν πρώτων ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλείας Περσῶν,
But the prince of the kingdom of the Persians withstood me twenty-one days: and behold, Michael, one of the princes, came to help me; and I left him there with the chief of the kingdom of the Persians:
14 καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσεται τῷ λαῷ σου ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ὅτι ἔτι ἡ ὅρασις εἰς ἡμέρας.
and I have come to inform you of all that shall befall your people in the last days: for the vision is yet for [many] days.
15 Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ' ἐμοῦ κατὰ τοὺς λόγους τούτους ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν καὶ κατενύγην.
And when he had spoken with me according to these words, I turned my face to the ground, and was pricked [in the heart].
16 καὶ ἰδοὺ ὡς ὁμοίωσις υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου· καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα καὶ εἶπα πρὸς τὸν ἑστῶτα ἐναντίον μου· Κύριε, ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί, καὶ οὐκ ἔσχον ἰσχύν·
And, behold, as it were the likeness of a son of man touched my lips; and I opened my mouth, and spoke, and said to him that stood before me, O [my] lord, at the sight of you my bowels were turned within me, and I had no strength.
17 καὶ πῶς δυνήσεται ὁ παῖς σου, Κύριε, λαλῆσαι μετὰ τοῦ Κυρίου μου τούτου; καὶ ἐγὼ ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς, καὶ πνεῦμα οὐχ ὑπελείφθη ἐν ἐμοί.
And how shall your servant be able, O [my] lord, to speak with this my lord? and as for me, from henceforth strength will not remain in me, and there is no breath left in me.
18 καὶ προσέθετο καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου καὶ ἐνίσχυσέ με
And there touched me again as it were the appearance of a man, and he strengthened me,
19 καὶ εἶπέ μοι· μὴ φοβοῦ ἀνὴρ ἐπιθυμιῶν, εἰρήνη σοι· ἀνδρίζου καὶ ἴσχυε. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ' ἐμοῦ ἴσχυσα καὶ εἶπα· λαλείτω ὁ Κύριός μου, ὅτι ἐνίσχυσάς με.
and said to me, Fear not, man greatly beloved: peace be to you, quit yourself like a man, and be strong. And when he had spoken with me, I received strength, and said, Let my lord speak; for you have strengthened me.
20 καὶ εἶπεν· εἰ οἶδας, ἱνατί ἦλθον πρός σε; καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ τοῦ ἄρχοντος Περσῶν· καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο,
And he said, Know you, therefore I am come to you? and now I will return to fight with the prince of the Persians: and I was going in, and the prince of the Greeks came.
21 ἀλλ' ἢ ἀναγγελῶ σοι τὸ ἐντεταγμένον ἐν γραφῇ ἀληθείας, καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος μετ' ἐμοῦ περὶ τούτων, ἀλλ' ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν.
But I will tell you that which is ordained in the scripture of truth: and there is no one that holds with me in these matters but Michael your prince.
Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.