The Bible Deuteronomy Chapter 4
Deuteronomy 4
Δευτερονόμιον
1 ΚΑΙ νῦν, Ἰσραήλ, ἄκουε τῶν δικαιωμάτων καὶ τῶν κριμάτων, ὅσα ἐγὼ διδάσκω ὑμᾶς σήμερον ποιεῖν, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν.
And now, Israel, hear the ordinances and judgements, all that I teach you this day to do: that you⌃ may live, and be multiplied, and that you⌃ may go in and inherit the land, which the Lord God of your fathers gives you.
2 οὐ προσθήσετε πρὸς τὸ ρῆμα ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν, καὶ οὐκ ἀφελεῖτε ἀπ᾿ αὐτοῦ· φυλάσσεσθε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον.
You⌃ shall not add to the word which I command you, and you⌃ shall not take from it: keep the commandments of the Lord our God, all that I command you this day.
3 οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασι πάντα, ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν τῷ Βεελφεγώρ, ὅτι πᾶς ἄνθρωπος, ὅστις ἐπορεύθη ὀπίσω Βεελφεγώρ, ἐξέτριψεν αὐτὸν Κύριος ὁ Θεὸς ὑμῶν ἐξ ὑμῶν.
Your eyes have seen all that the Lord our God did in [the case of] Beel-phegor; for every man that went after Beel-phegor, the Lord your God has utterly destroyed him from amongst you.
4 ὑμεῖς δὲ οἱ προσκείμενοι Κυρίῳ τῷ Θεῷ ὑμῶν ζῆτε πάντες ἐν τῇ σήμερον.
But you⌃ that kept close to the Lord your God are all alive today.
5 ἴδετε, δέδειχα ὑμῖν δικαιώματα καὶ κρίσεις, καθὰ ἐνετείλατό μοι Κύριος, ποιῆσαι οὕτως ἐν τῇ γῇ, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομεῖν αὐτήν·
Behold, I have shown you ordinances and judgements as the Lord commanded me, that you⌃ should do so in the land into which you⌃ go to inherit it.
6 καὶ φυλάξεσθε καὶ ποιήσετε, ὅτι αὕτη ἡ σοφία καὶ ἡ σύνεσις ὑμῶν ἐναντίον πάντων τῶν ἐθνῶν, ὅσοι ἐὰν ἀκούσωσι πάντα τὰ δικαιώματα ταῦτα καὶ ἐροῦσιν· ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα τοῦτο.
And you⌃ shall keep and do them: for this is your wisdom and understanding before all nations, as many as shall hear all these ordinances; and they shall say, Behold, this great nation [is] a wise and understanding people.
7 ὅτι ποῖον ἔθνος μέγα, ᾧ ἐστιν αὐτῷ Θεὸς ἐγγίζων αὐτοῖς, ὡς Κύριος ὁ Θεὸς ἡμῶν ἐν πᾶσιν, οἷς ἐὰν αὐτὸν ἐπικαλεσώμεθα;
For what manner of nation [is so] great, which has God so near to them as the Lord our God [is] in all things in whatever we may call upon him?
8 καὶ ποῖον ἔθνος μέγα, ᾧ ἐστιν αὐτῷ δικαιώματα καὶ κρίματα δίκαια κατὰ πάντα τὸν νόμον τοῦτον, ὃν ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον;
And what manner of nation [is so] great, which has righteous ordinances and judgements according to all this law, which I set before you this day?
9 πρόσεχε σεαυτῷ καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα, μὴ ἐπιλάθῃ πάντας τοὺς λόγους, οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου· καὶ μὴ ἀποστήτωσαν ἀπὸ τῆς καρδίας σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ συμβιβάσεις τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου
Take heed to yourself, and keep your heart diligently: forget not any of the things, which your eyes have seen, and let them not depart from your heart all the days of your life; and you shall teach your sons and your sons' sons,
10 ἡμέραν, ἣν ἔστητε ἐνώπιον Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, ὅτι εἶπε Κύριος πρός με· ἐκκλησίασον πρός με τὸν λαόν, καὶ ἀκουσάτωσαν τὰ ρήματά μου, ὅπως μάθωσι φοβεῖσθαί με πάσας τὰς ἡμέρας, ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, καὶ τοὺς υἱοὺς αὐτῶν διδάξουσι.
[even the things that happened in] the day in which you⌃ stood before the Lord our God in Choreb in the day of the assembly; for the Lord said to me, Gather the people to me, and let them hear my words, that they may learn to fear me all the days which they live upon the earth, and they shall teach their sons.
11 καὶ προσήλθετε καὶ ἔστητε ὑπὸ τὸ ὄρος, καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ, σκότος, γνόφος, θύελλα, φωνὴ μεγάλη.
And you⌃ drew near and stood under the mountain; and the mountain burnt with fire up to heaven: [there was] darkness, blackness, [and] tempest.
12 καὶ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρὸς φωνὴν ρημάτων, ἣν ὑμεῖς ἠκούσατε, καὶ ὁμοίωμα οὐκ εἴδετε, ἀλλ᾿ ἢ φωνήν·
And the Lord spoke to you out of the midst of the fire a voice of words, which you⌃ heard: and you⌃ saw no likeness, only [you⌃ heard] a voice.
13 καὶ ἀνήγγειλεν ὑμῖν τὴν διαθήκην αὐτοῦ, ἣν ἐνετείλατο ὑμῖν ποιεῖν, τὰ δέκα ρήματα, καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας.
And he announced to you his covenant, which he commanded you to keep, even the ten commandments; and he wrote them on two tables of stone.
14 καὶ ἐμοὶ ἐνετείλατο Κύριος ἐν τῷ καιρῷ ἐκείνῳ διδάξαι ὑμᾶς δικαιώματα καὶ κρίσεις, ποιεῖν ὑμᾶς αὐτά ἐπὶ τῆς γῆς, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν.
And the Lord commanded me at that time, to teach you ordinances and judgements, that you⌃ should do them on the land, into which you⌃ go to inherit it.
15 καὶ φυλάξεσθε σφόδρα τὰς ψυχὰς ὑμῶν, ὅτι οὐκ εἴδετε ὁμοίωμα ἐν τῇ ἡμέρᾳ, ᾗ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν Χωρὴβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός.
And take good heed to your hearts, for you⌃ saw no similitude in the day in which the Lord spoke to you in Choreb in the mountain out of the midst of the fire:
16 μὴ ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα πᾶσαν εἰκόνα ὁμοίωμα ἀρσενικοῦ ἢ θηλυκοῦ,
lest you⌃ transgress, and make to yourselves a carved image, any kind of figure, the likeness of male or female,
17 ὁμοίωμα παντὸς κτήνους τῶν ὄντων ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ὀρνέου πτερωτοῦ, ὃ πέταται ὑπὸ τὸν οὐρανόν,
the likeness of any beast of those that are on the earth, the likeness of any winged bird which flies under heaven,
18 ὁμοίωμα παντὸς ἑρπετοῦ, ὃ ἕρπει ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ἰχθύος, ὅσα ἐστὶν ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.
the likeness of any reptile which creeps on the earth, the likeness of any fish of those which are in the waters under the earth;
19 καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς, ἃ ἀπένειμε Κύριος ὁ Θεός σου αὐτὰ πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ.
and lest having looked up to the sky, and having seen the sun and the moon and the stars, and all the heavenly bodies, you should go astray and worship them, and serve them, which the Lord your God has distributed to all the nations under heaven.
20 ὑμᾶς δὲ ἔλαβεν ὁ Θεὸς καὶ ἐξήγαγεν ὑμᾶς ἐκ τῆς καμίνου τῆς σιδηρᾶς, ἐξ Αἰγύπτου, εἶναι αὐτῷ λαὸν ἔγκληρον ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ.
But God took you, and led you forth out of the land of Egypt, out of the iron furnace, out of Egypt, to be to him a people of inheritance, as at this day.
21 καὶ Κύριος ὁ Θεὸς ἐθυμώθη μοι περὶ τῶν λεγομένων ὑφ᾿ ὑμῶν καὶ ὤμοσεν ἵνα μὴ διαβῶ τὸν Ἰορδάνην τοῦτον καὶ ἵνα μὴ εἰσέλθω εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ·
And the Lord God was angry with me for the things said by you, and swore that I should not go over this Jordan, and that I should not enter into the land, which the Lord your God gives you for an inheritance.
22 ἐγὼ γὰρ ἀποθνήσκω ἐν τῇ γῇ ταύτῃ καὶ οὐ διαβαίνω τὸν Ἰορδάνην τοῦτον, ὑμεῖς δὲ διαβαίνετε καὶ κληρονομήσετε τὴν γῆν τὴν ἀγαθὴν ταύτην.
For I am to die in this land, and shall not pass over this Jordan; but you⌃ are to pass over, and shall inherit this good land.
23 προσέχετε ὑμεῖς, μὴ ἐπιλάθησθε τὴν διαθήκην Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἣν διέθετο πρὸς ὑμᾶς, καὶ ἀνομήσητε, καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα πάντων, ὧν συνέταξέ σοι Κύριος ὁ Θεός σου·
Take heed to yourselves, lest you⌃ forget the covenant of the Lord our God, which he made with you, and you⌃ transgress, and make to yourselves a graven image of any of the things concerning which the Lord your God commanded you.
24 ὅτι Κύριος ὁ Θεός σου πῦρ καταναλίσκον ἐστί, Θεὸς ζηλωτής.
For the Lord your God is a consuming fire, a jealous God.
25 Ἐὰν δὲ γεννήσῃς υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν σου καὶ χρονίσητε ἐπὶ τῆς γῆς καὶ ἀνομήσητε καὶ ποιήσητε γλυπτὸν ὁμοίωμα παντὸς καὶ ποιήσητε τὸ πονηρὸν ἐνώπιον Κυρίου τοῦ Θεοῦ ὑμῶν παροργίσαι αὐτόν,
And when you shall have begotten sons, and shall have sons' sons, and you⌃ shall have lived a long time on the land, and shall have transgressed, and made a graven image of any thing, and shall have done wickedly before the Lord your God to provoke him;
26 διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν, ὅτι ἀπωλείᾳ ἀπολεῖσθε ἀπὸ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν. οὐχὶ πολυχρονιεῖτε ἡμέρας ἐπ᾿ αὐτῆς, ἀλλ᾿ ἢ ἐκτριβῇ ἐκτριβήσεσθε.
I call heaven and earth this day to witness against you, that you⌃ shall surely perish from off the land, into which you⌃ go across Jordan to inherit it there; you⌃ shall not prolong your days upon it, but shall be utterly cut off.
27 καὶ διασπερεῖ Κύριος ὑμᾶς ἐν πᾶσι τοῖς ἔθνεσι καὶ καταλειφθήσεσθε ὀλίγοι ἀριθμῷ ἐν πᾶσι τοῖς ἔθνεσιν, εἰς οὓς εἰσάξει Κύριος ὑμᾶς ἐκεῖ.
And the Lord shall scatter you amongst all nations, and you⌃ shall be left few in number amongst all the nations, amongst which the Lord shall bring you.
28 καὶ λατρεύσετε ἐκεῖ θεοῖς ἑτέροις, ἔργοις χειρῶν ἀνθρώπων, ξύλοις καὶ λίθοις, οἳ οὐκ ὄψονται οὐδὲ μὴ ἀκούσωσιν οὔτε μὴ φάγωσιν οὔτε μὴ ὀσφρανθῶσι.
And you⌃ shall there serve other gods, the works of the hands of men, wood and stones, which can’t see, nor can they hear, nor eat, nor smell.
29 καὶ ζητήσετε ἐκεῖ Κύριον τὸν Θεὸν ὑμῶν καὶ εὑρήσετε αὐτόν, ὅταν ἐκζητήσητε αὐτὸν ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου ἐν τῇ θλίψει σου·
And there you⌃ shall seek the Lord your God, and you⌃ shall find him whenever you⌃ shall seek him with all your heart, and with all your soul in your affliction.
30 καὶ εὑρήσουσί σε πάντες οἱ λόγοι οὗτοι ἐπ᾿ ἐσχάτῳ τῶν ἡμερῶν, καὶ ἐπιστραφήσῃ πρὸς Κύριον τὸν Θεόν σου καὶ εἰσακούσῃ τῆς φωνῆς αὐτοῦ·
And all these things shall come upon you in the last days, and you shall turn to the Lord your God, and shall listen to his voice.
31 ὅτι Θεὸς οἰκτίρμων Κύριος ὁ Θεός σου, οὐκ ἐγκαταλείψει σε οὐδὲ μὴ ἐκτρίψῃ σε, οὐκ ἐπιλήσεται τὴν διαθήκην τῶν πατέρων σου, ἣν ὤμοσεν αὐτοῖς Κύριος.
Because the Lord your God [is] a God of pity: he will not forsake you, nor destroy you; he will not forget the covenant of your fathers, which the Lord swore to them.
32 ἐπερωτήσατε ἡμέρας προτέρας τὰς γενομένας προτέρας σου ἀπὸ τῆς ἡμέρας, ἧς ἔκτισεν ὁ Θεὸς ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐρανοῦ ἕως τοῦ ἄκρου τοῦ οὐρανοῦ, εἰ γέγονε κατὰ τὸ ρῆμα τὸ μέγα τοῦτο, εἰ ἤκουσται τοιοῦτο·
Ask of the former days which were before you, from the day when God created man upon the earth, and [beginning] at the [one] end of heaven to the other end of heaven, if there has happened any thing like to this great event, if such a thing has been heard:
33 εἰ ἀκήκοεν ἔθνος φωνὴν Θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρός, ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας·
if a nation have heard the voice of the living God speaking out of the midst of the fire, as you have heard and have lived;
34 εἰ ἐπείρασεν ὁ Θεὸς εἰσελθὼν λαβεῖν ἑαυτῷ ἔθνος ἐκ μέσου ἔθνους ἐν πειρασμῷ καὶ ἐν σημείοις καὶ ἐν τέρασι καί ἐν πολέμῳ καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασι μεγάλοις κατὰ πάντα, ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν ἐν Αἰγύπτῳ ἐνώπιόν σου βλέποντος·
if God has assayed to go and take to himself a nation out of the midst of [another] nation with trial, and with signs, and with wonders, and with war, and with a mighty hand, and with a high arm, and with great sights, according to all the things which the Lord our God did in Egypt in your sight.
35 ὥστε εἰδῆσαί σε ὅτι Κύριος ὁ Θεός σου, οὗτος Θεός ἐστι, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ.
So that you should know that the Lord your God he is God, and there is none beside him.
36 ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ ἐγένετο ἡ φωνὴ αὐτοῦ παιδεῦσαί σε, καὶ ἐπὶ τῆς γῆς ἔδειξέ σοι τὸ πῦρ αὐτοῦ τὸ μέγα, καὶ τὰ ρήματα αὐτοῦ ἤκουσας ἐκ μέσου τοῦ πυρός.
His voice was made audible from heaven to instruct you, and he showed you upon the earth his great fire, and you heard his words out of the midst of the fire.
37 διὰ τὸ ἀγαπῆσαι αὐτὸν τοὺς πατέρας σου καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ᾿ αὐτοὺς ὑμᾶς καὶ ἐξήγαγέ σε αὐτὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ τῇ μεγάλῃ ἐξ Αἰγύπτου
Because he loved your fathers, he also chose you their seed after them, and he brought you himself with his great strength out of Egypt,
38 ἐξολοθρεῦσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερά σου πρὸ προσώπου σου, εἰσαγαγεῖν σε δοῦναί σοι τὴν γῆν αὐτῶν κληρονομεῖν, καθὼς ἔχεις σήμερον.
to destroy nations great and stronger than you before your face, to bring you in, to give you their land to inherit, as you have it this day.
39 καὶ γνώσῃ σήμερον καὶ ἐπιστραφήσῃ τῇ διανοίᾳ ὅτι Κύριος ὁ Θεός σου οὗτος Θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ·
And you shall know this day, and shall consider in your heart, that the Lord your God he [is] God in heaven above, and on the earth beneath, and there is none else but he.
40 καὶ φυλάξασθε τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ, ὅπως μακροήμεροι γένησθε ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι πάσας τὰς ἡμέρας.
And keep you⌃ his commandments, and his ordinances, all that I command you this day; that it may be well with you, and with your sons after you, that you⌃ may be long-lived upon the earth, which the Lord your God gives you for ever.
41 Τότε ἀφώρισε Μωυσῆς τρεῖς πόλεις πέραν τοῦ Ἰορδάνου ἀπὸ ἀνατολῶν ἡλίου
Then Moses separated three cities beyond Jordan on the east,
42 φυγεῖν ἐκεῖ τὸν φονευτήν, ὃς ἂν φονεύσῃ τὸν πλησίον οὐκ εἰδώς, καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς χθὲς καὶ τῆς τρίτης, καὶ καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ ζήσεται·
that the slayer might flee there, who should have slain his neighbour unintentionally, and should not have hated him in times past, and he shall flee to one of these cities and live:
43 τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ ἐν τῇ γῇ τῇ πεδινῇ τῷ Ρουβὴν καὶ τὴν Ραμὼθ ἐν Γαλαὰδ τῷ Γαδδὶ καὶ τὴν Γαυλὼν ἐν Βασὰν τῷ Μανασσῇ.
Bosor in the wilderness, in the plain country of Ruben, and Ramoth in Galaad [belonging to] Gad, and Gaulon in Basan [belonging to] Manasse.
44 Οὗτος ὁ νόμος, ὃν παρέθετο Μωυσῆς ἐνώπιον υἱῶν Ἰσραήλ·
This [is] the law which Moses set before the children of Israel.
45 ταῦτα τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου
These [are] the testimonies, and the ordinances, and the judgements, which Moses spoke to the sons of Israel, when they came out of the land of Egypt:
46 ἐν τῷ πέραν τοῦ Ἰορδάνου, ἐν φάραγγι, ἐγγὺς οἴκου Φογώρ, ἐν γῇ Σηὼν βασιλέως τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἐσεβών, ὃν ἐπάταξε Μωυσῆς καὶ οἱ υἱοὶ Ἰσραήλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου
on the other side of Jordan, in the valley near the house of Phogor, in the land of Seon king of the Amorites, who lived in Esebon, whom Moses and the sons of Israel struck when they came out of the land of Egypt.
47 καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ καὶ τὴν γῆν Ὢγ βασιλέως τῆς Βασάν, δύο βασιλέων τῶν Ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου κατὰ ἀνατολὰς ἡλίου,
And they inherited his land, and the land of Og king of Basan, two kings of the Amorites, who were beyond Jordan eastward.
48 ἀπὸ Ἀροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Ἀρνῶν, καὶ ἐπὶ τοῦ ὄρους τοῦ Σηὼν ὅ ἐστιν Ἀερμών,
From Aroer, which is on the border of the brook Arnon, even to the mount of Seon, which is Aermon.
49 πᾶσαν τὴν Ἄραβα πέραν τοῦ Ἰορδάνου κατὰ ἀνατολὰς ἡλίου ὑπὸ Ἀσηδὼθ τὴν λαξευτήν.
All Araba beyond Jordan eastward under Asedoth hewn in the rock.
Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.