PhilokaliaKnowledge Map

The Bible Exodus Chapter 6

Exodus 6

Ἔξοδος

1 ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν· ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραώ· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ.

And the Lord said to Moses, Now you shall see what I will do to Pharao; for he shall send them forth with a mighty hand, and with a high arm shall he cast them out of his land.

2 Ἐλάλησε δὲ ὁ Θεὸς πρὸς Μωυσῆν καὶ εἶπε πρὸς αὐτόν· ἐγὼ Κύριος·

And God spoke to Moses and said to him, I [am] the Lord.

3 καὶ ὤφθην πρὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, Θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς·

And I appeared to Abraam and Isaac and Jacob, being their God, but I did not manifest to them my name Lord.

4 καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων, τὴν γῆν, ἣν παρῳκήκασιν, ἐν ᾗ καὶ παρῴκησαν ἐπ᾿ αὐτῆς.

And I established my covenant with them, to give them the land of the Chananites, the land wherein they sojourned, in which also they lived as strangers.

5 καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν Ἰσραήλ, ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς, καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν.

And I listened to the groaning of the children of Israel (the affliction with which the Egyptians enslave them) and I remembered the covenant with you.

6 βάδιζε, εἰπὸν τοῖς υἱοῖς Ἰσραὴλ λέγων· ἐγὼ Κύριος καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων καὶ ρύσομαι ὑμᾶς ἐκ τῆς δουλείας καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ

Go, speak to the children of Israel, saying, I [am] the Lord; and I will lead you forth from the tyranny of the Egyptians, and I will deliver you from bondage, and I will ransom you with a high arm, and great judgement.

7 καὶ λήψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμῶν Θεός, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων,

And I will take you to me a people for myself, and will be your God; and you⌃ shall know that I am the Lord your God, who brought you out from the tyranny of the Egyptians.

8 καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου, δοῦναι αὐτὴν τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ· ἐγὼ Κύριος.

And I will bring you into the land concerning which I stretched out my hand to give it to Abraam and Isaac and Jacob, and I will give it you for an inheritance: I [am] the Lord.

9 ἐλάλησε δὲ Μωυσῆς οὕτω τοῖς υἱοῖς Ἰσραήλ, καὶ οὐκ εἰσήκουσαν Μωυσῆ ἀπό τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν.

And Moses spoke thus to the sons of Israel, and they listened not to Moses for faint-heartedness, and for their hard tasks.

10 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν λέγων·

And the Lord spoke to Moses, saying,

11 εἴσελθε, λάλησον Φαραὼ βασιλεῖ Αἰγύπτου, ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς Ἰσραὴλ ἐκ τῆς γῆς αὐτοῦ.

Go in, speak to Pharao king of Egypt, that he send forth the children of Israel out of his land.

12 ἐλάλησε δὲ Μωυσῆς ἔναντι Κυρίου λέγων· ἰδοὺ οἱ υἱοὶ Ἰσραὴλ οὐκ εἰσήκουσάν μου, καὶ πῶς εἰσακούσεταί μου Φαραώ; ἐγὼ δὲ ἄλογός εἰμι.

And Moses spoke before the Lord, saying, Behold, the children of Israel listened not to me, and how shall Pharao listen to me? and I am not eloquent.

13 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου.

And the Lord spoke to Moses and Aaron, and gave them a charge to Pharao king of Egypt, that he should send forth the children of Israel out of the land of Egypt.

14 Καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν. υἱοὶ Ρουβὴν πρωτοτόκου Ἰσραήλ· Ἐνὼχ καὶ Φαλλούς, Ἀσρὼν καὶ Χαρμεί· αὕτη ἡ συγγένεια Ρουβήν.

And these are the heads of the houses of their families: the sons of Ruben the firstborn of Israel; Enoch and Phallus, Asron, and Charmi, this is the kindred of Ruben.

15 καὶ υἱοὶ Συμεών· Ἰεμουὴλ καὶ Ἰαμεὶν καὶ Ἀὼδ καὶ Ἰαχεὶν καὶ Σαὰρ καὶ Σαοὺλ ὁ ἐκ τῆς Φοινίσσης· αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεών.

And the sons of Symeon, Jemuel and Jamin, and Aod, and Jachin and Saar, and Saul the son of a Phoenician woman, these are the families of the sons of Symeon.

16 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευὶ κατὰ συγγενείας αὐτῶν. Γεδσών, Καὰθ καὶ Μεραρεί· καὶ τὰ ἔτη τῆς ζωῆς Λευὶ ἑκατὸν τριακονταεπτά.

And these are the names of the sons of Levi according to their kindred, Gedson, Caath, and Merari; and the years of the life of Levi were one hundred and thirty-seven.

17 καὶ οὗτοι υἱοὶ Γεδσών· Λοβενεὶ καὶ Σεμεεί, οἶκοι πατριᾶς αὐτῶν.

And these are the sons of Gedson, Lobeni and Semei, the houses of their family. And the sons of Caath,

18 καὶ υἱοὶ Καάθ· Ἀμβρὰμ καὶ Ἰσαάρ, Χεβρὼν καὶ Ὀζειήλ· καὶ τὰ ἔτη τῆς ζωῆς Καὰθ ἑκατὸν τριακοντατρία ἔτη.

Ambram and Issaar, Chebron, and Oziel; and the years of the life of Caath were a hundred and thirty-three years.

19 καὶ υἱοὶ Μεραρεί· Μοολεὶ καὶ Ὁμουσεί. οὗτοι οἱ οἶκοι πατριῶν Λευὶ κατὰ συγγενείας αὐτῶν.

And the sons of Merari, Mooli, and Omusi, these are the houses of the families of Levi, according to their kindred.

20 καὶ ἔλαβεν Ἀμβρὰμ τὴν Ἰωχαβὲδ θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα, καὶ ἐγέννησεν αὐτῷ τόν τε Ἀαρὼν καὶ τὸν Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν· τὰ δὲ ἔτη τῆς ζωῆς Ἀμβρὰμ ἑκατὸν τριακονταδύο ἔτη.

And Ambram took as wife Jochabed the daughter of his father's brother, and she bore to him both Aaron and Moses, and Mariam their sister: and the years of the life of Ambram were a hundred and thirty-two years.

21 καὶ υἱοὶ Ἰσσαάρ· Κορὲ καὶ Ναφὲκ καὶ Ζεχρεί.

And the sons of Issaar, Core, and Naphec, and Zechri.

22 καὶ υἱοὶ Ὀζειήλ· Μισαὴλ καὶ Ἐλισαφὰν καὶ Σεγρεί.

And the sons of Oziel, Misael, and Elisaphan, and Segri.

23 ἔλαβε δὲ Ἀαρὼν τὴν Ἐλισαβὲθ θυγατέρα Ἀμειναδὰβ ἀδελφὴν Ναασσὼν αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδὰβ καὶ Ἀβιοὺδ καὶ τὸν Ἐλεάζαρ καὶ Ἰθάμαρ.

And Aaron took to himself to wife Elisabeth daughter of Aminadab sister of Naasson, and she bore to him both Nadab and Abiud, and Eleazar and Ithamar.

24 υἱοὶ δὲ Κορέ· Ἀσεὶρ καὶ Ἑλκανὰ καὶ Ἀβιάσαφ· αὗται αἱ γενέσεις Κορέ.

And the sons of Core, Asir, and Elkana, and Abiasar, these are the generations of Core.

25 καὶ Ἐλεάζαρ ὁ τοῦ Ἀαρὼν ἔλαβε τῶν θυγατέρων Φουτιὴλ αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν Φινεές. αὗται αἱ ἀρχαὶ πατριᾶς Λευιτῶν κατὰ γενέσεις αὐτῶν.

And Eleazar the son of Aaron took to himself for a wife [one] of the daughters of Phutiel, and she bore to him Phinees. These are the heads of the family of the Levites, according to their generations.

26 οὗτος Ἀαρὼν καὶ Μωυσῆς, οἷς εἶπεν αὐτοῖς ὁ Θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν·

This is Aaron and Moses, whom God told to bring out the children of Israel out of the land of Egypt with their forces.

27 οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου· αὐτὸς Ἀαρὼν καὶ Μωυσῆς.

These are they that spoke with Pharao king of Egypt, and Aaron himself and Moses brought out the children of Israel from the land of Egypt,

28 ᾟ ἡμέρᾳ ἐλάλησε Κύριος Μωυσῇ ἐν γῇ Αἰγύπτῳ,

in the day in which the Lord spoke to Moses in the land of Egypt;

29 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· ἐγὼ Κύριος· λάλησον πρὸς Φαραὼ βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ.

then the Lord spoke to Moses, saying, I am the Lord: speak to Pharao king of Egypt whatever I say to you.

30 καὶ εἶπε Μωυσῆς ἐναντίον Κυρίου· ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι, καὶ πῶς εἰσακούσεταί μου Φαραώ;

And Moses said before the Lord, Behold, I am not able in speech, and how shall Pharao listen to me?

Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.