Ezekiel 35
Ἰεζεκιήλ
1 ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
And the word of the Lord came to me, saying,
2 υἱὲ ἀνθρώπου, ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπ' ὄρος Σηεὶρ καὶ προφήτευσον εἰς αὐτὸ
Son of man, set your face against mount Seir, and prophesy against it,
3 καὶ εἰπόν· τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σέ, ὄρος Σηείρ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σέ καὶ δώσω σε εἰς ἔρημον καὶ ἐρημωθήσῃ,
and say to it, Thus says the Lord God; Behold, I am against you, O mount Seir, and I will stretch out my hand against you, and will make you a waste, and you shall be made desolate.
4 καὶ ταῖς πόλεσί σου ἐρημίαν ποιήσω, καὶ σὺ ἔρημος ἔσῃ· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος,
And I will cause desolation in your cities, and you shall be desolate, and you shall know that I am the Lord.
5 ἀντὶ τοῦ γενέσθαι σε ἐχθρὰν αἰωνίαν καὶ ἐνεκάθισας τῷ οἴκῳ Ἰσραὴλ δόλῳ, ἐν χειρὶ ἐχθρῶν μαχαίρᾳ ἐν καιρῷ ἀδικίας ἐπ' ἐσχάτῳ,
Because you have been a perpetual enemy, and have laid wait craftily for the house of Israel, with the hand of enemies with a sword, in the time of injustice, at the last:
6 διὰ τοῦτο, ζῶ ἐγώ, λέγει Κύριος Κύριος, εἰ μήν, εἰς αἷμα ἥμαρτες, καὶ αἷμα διώξεταί σε.
Therefore, as I live, says the Lord God, verily you have sinned even to blood, therefore blood shall pursue you.
7 καὶ δώσω τὸ ὄρος Σηεὶρ εἰς ἔρημον καὶ ἠρημωμένον καὶ ἀπολῶ ἀπ' αὐτοῦ ἀνθρώπους καὶ κτήνη
And I will make mount Seir a waste, and desolate, and I will destroy from off it men and cattle:
8 καὶ ἐμπλήσω τῶν τραυματιῶν τοὺς βουνούς σου καὶ τὰς φάραγγάς σου, καὶ ἐν πᾶσι τοῖς πεδίοις σου τετραυματισμένοι μαχαίρᾳ πεσοῦνται ἐν σοί.
and I will fill your hills and your valleys with slain men, and in all your plains there shall fall in you men slain with the sword.
9 ἐρημίαν αἰώνιον θήσομαί σε, καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηθῶσιν ἔτι· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος.
I will make you a perpetual desolation, and your cities shall not be inhabited any more: and you shall know that I am the Lord.
10 διὰ τὸ εἶπεῖν σε· τὰ δύο ἔθνη καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται καὶ κληρονομήσω αὐτάς, καὶ Κύριος ἐκεῖ ἐστι,
Because you said, The two nations and the two countries shall be mine, and I shall inherit them; whereas the Lord is there:
11 διὰ τοῦτο, ζῶ ἐγώ, λέγει Κύριος, καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου καὶ γνωσθήσομαί σοι, ἡνίκα ἂν κρινῶ σε,
therefore, [as] I live, says the Lord, I will even deal with you according to your enmity, and I will be made known to you when I shall judge you:
12 καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος. ἤκουσα τῆς φωνῆς τῶν βλασφημιῶν σου, ὅτι εἶπας· τὰ ὄρη Ἰσραὴλ ἔρημα, ἡμῖν δέδοται εἰς κατάβρωμα·
and you shall know that I am the Lord. I have heard the voice of your blasphemies, whereas you have said, The desert mountains of Israel are given to us for food;
13 καὶ ἐμεγαλορρημόνησας ἐπ' ἐμὲ τῷ στόματί σου· ἐγὼ ἤκουσα.
and you have spoken swelling words against me with your mouth: I have heard [them].
14 τάδε λέγει Κύριος· ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημον ποιήσω σε,
Thus says the Lord; When all the earth is rejoicing, I will make you desert.
15 ἔρημον ἔσῃ, ὄρος Σηείρ, καὶ πᾶσα ἡ Ἰδουμαία ἐξαναλωθήσεται· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν.
You shall be desert, O mount Seir, and all Idumea; and it shall be utterly consumed: and you shall know that I am the Lord their God.
Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.