Ezra 8
Ἔσδρας Β´
1 ΚΑΙ οὗτοι οἱ ἄρχοντες πατριῶν αὐτῶν, οἱ ὁδηγοὶ ἀναβαίνοντες μετ᾿ ἐμοῦ ἐν βασιλείᾳ Ἀρθασασθὰ τοῦ βασιλέως Βαβυλῶνος·
And these [are] the heads of their families, the leaders that went up with me in the reign of Arthasastha the king of Babylon.
2 ἀπὸ υἱῶν Φινεές, Γηρσών· ἀπὸ υἱῶν Ἰθάμαρ, Δανιήλ· ἀπὸ υἱῶν Δαυίδ, Ἀττούς·
Of the sons of Phinees; Gerson: of the sons of Ithamar; Daniel: of the sons of David; Attus.
3 ἀπὸ υἱῶν Σαχανία καὶ ἀπὸ υἱῶν Φόρος, Ζαχαρίας καὶ μετ᾿ αὐτοῦ τὸ σύστρεμμα ἑκατὸν καὶ πεντήκοντα·
Of the sons of Sachania, and the sons of Phoros; Zacharias: and with him a company [of] one hundred and fifty.
4 ἀπὸ υἱῶν Φαὰθ Μωάβ, Ἐλιανὰ υἱὸς Σαραΐα καὶ μετ᾿ αὐτοῦ διακόσιοι τὰ ἀρσενικά·
Of the sons of Phaath-Moab; Eliana the son of Saraia, and with him two hundred that were males.
5 καὶ ἀπὸ υἱῶν Ζαθόης, Σεχενίας υἱὸς Ἀζιὴλ καὶ μετ᾿ αὐτοῦ τριακόσια τὰ ἀρσενικά·
And of the sons of Zathoes; Sechenias the son of Aziel, and with him three hundred males.
6 καὶ ἀπὸ τῶν υἱῶν Ἀδίν, Ὠβὴθ υἱὸς Ἰωνάθαν καὶ μετ᾿ αὐτοῦ πεντήκοντα τὰ ἀρσενικά·
And of the sons of Adin; Obeth the son of Jonathan, and with him fifty males.
7 καὶ ἀπὸ υἱῶν Ἠλάμ, Ἰεσία υἱὸς Ἀθελία καὶ μετ᾿ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά·
And of the sons of Elam; Isaeas the son of Athelia, and with him seventy males.
8 καὶ ἀπὸ υἱῶν Σαφατία, Ζαβαδίας υἱὸς Μιχαὴλ καὶ μετ᾿ αὐτοῦ ὀγδοήκοντα τὰ ἀρσενικά·
And of the sons of Saphatia; Zabadias the son of Michael, and with him eighty males.
9 καὶ ἀπὸ υἱῶν Ἰωάβ, Ἀβαδία υἱὸς Ἰεϊὴλ καὶ μετ᾿ αὐτοῦ διακόσιοι δεκαοκτὼ τὰ ἀρσενικά·
And of the sons of Joab; Abadia the son of Jeiel, and with him two hundred and eighteen males.
10 καὶ ἀπὸ τῶν υἱῶν Βαανί, Σελιμοὺθ υἱὸς Ἰωσεφία καὶ μετ᾿ αὐτοῦ ἑκατὸν ἑξήκοντα τὰ ἀρσενικά·
And of the sons of Baani; Selimuth the son of Josephia, and with him one hundred and sixty males.
11 καὶ ἀπὸ υἱῶν Βαβί, Ζαχαρίας υἱὸς Βαβὶ καὶ μετ᾿ αὐτοῦ εἰκοσιοκτὼ τὰ ἀρσενικά·
And of the sons of Babi; Zacharias the son of Babi, and with him twenty-eight males.
12 καὶ ἀπὸ υἱῶν Ἀσγάδ, Ἰωανὰν υἱὸς Ἀκκατὰν καὶ μετ᾿ αὐτοῦ ἑκατὸν δέκα τὰ ἀρσενικά·
And of the sons of Asgad; Joanan the son of Accatan, and with him one hundred and ten males.
13 καὶ ἀπὸ υἱῶν Ἀδωνικὰμ ἔσχατοι καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐλιφαλάτ, Ἰεὴλ καὶ Σαμαΐα καὶ μετ᾿ αὐτῶν ἑξήκοντα τὰ ἀρσενικά·
And of the sons of Adonicam [were the] last, and these [were] their names, Eliphalat, Jeel, and Samaea, and with them sixty males.
14 καὶ ἀπὸ υἱῶν Βαγουαΐ, Οὐθαΐ καὶ Ζαβοὺδ καὶ μετ᾿ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά.
And of the sons of Baguae, Uthai, and Zabud, and with him seventy males.
15 Καὶ συνῆξα αὐτοὺς πρὸς τὸν ποταμὸν τὸν ἐρχόμενον πρὸς τὸν Εὐί, καὶ παρενεβάλομεν ἐκεῖ ἡμέρας τρεῖς. καὶ συνῆκα ἐν τῷ λαῷ καὶ ἐν τοῖς ἱερεῦσι, καὶ ἀπὸ υἱῶν Λευὶ οὐχ εὗρον ἐκεῖ.
And I gathered them to the river that comes to Evi, and we encamped there three days: and I reviewed the people and the priests, and found none of the sons of Levi there.
16 καὶ ἀπέστειλα τῷ Ἐλεάζαρ, τῷ Ἀριήλ, τῷ Σεμεΐᾳ καὶ τῷ Ἀλωνὰμ καὶ τῷ Ἰαρὶβ καὶ τῷ Ἐλνάθαμ καὶ τῷ Νάθαν καὶ τῷ Ζαχαρίᾳ καὶ τῷ Μεσολλὰμ καὶ τῷ Ἰωαρὶμ καὶ τῷ Ἐλνάθαν συνίοντας.
And I sent men of understanding to Eleazar, to Ariel, to Semeias, and to Alonam, and to Jarib, and to Elnatham, and to Nathan, and to Zacharias, and to Mesollam, and to Joarim, and to Elnathan.
17 καὶ ἐξήνεγκα αὐτοὺς ἐπὶ ἄρχοντας ἐν ἀργυρίῳ τοῦ τόπου καὶ ἔθηκα ἐν στόματι αὐτῶν λόγους λαλῆσαι πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ναθινὶμ ἐν ἀργυρίῳ τοῦ τόπου τοῦ ἐνέγκαι ὑμῖν ᾄδοντας εἰς οἶκον Θεοῦ ἡμῶν.
And I forwarded them to the rulers with the money of the place, and I put words in their mouth to speak to their brethren the Athinim with the money of the place, that they should bring us singers for the house of our God.
18 καὶ ἤλθοσαν ἡμῖν, ὡς χεὶρ Θεοῦ ἡμῶν ἀγαθὴ ἐφ᾿ ἡμᾶς, ἀνὴρ Σαχὼν ἀπὸ υἱῶν Μοολί, υἱοῦ Λευί, υἱοῦ Ἰσραήλ· καὶ ἀρχὴν ἦλθον οἱ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαοκτώ·
And they came to us, as the good hand of our God was upon us, even a man of understanding of the sons of Mooli, the son of Levi, the son of Israel, and at the commencement came his sons and his brethren, eighteen.
19 καὶ τὸν Ἀσεβία καὶ τὸν Ἰσαΐα ἀπὸ τῶν υἱῶν Μεραρί, ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ εἴκοσι·
And Asebia, and Isaia of the sons of Merari, his brethren and his sons, twenty.
20 καὶ ἀπὸ τῶν ναθινίμ, ὧν ἔδωκε Δαυὶδ καὶ οἱ ἄρχοντες εἰς δουλείαν τῶν Λευιτῶν, ναθινὶμ διακόσιοι εἴκοσι· πάντες συνήχθησαν ἐν ὀνόμασι.
And of the Nathinim; whom David and the princes had appointed for the service of the Levites [there were] two hundred and twenty Nathinim; all were gathered by [their] names.
21 καὶ ἐκάλεσα ἐκεῖ νηστείαν ἐπὶ τὸν ποταμὸν Ἀουὲ τοῦ ταπεινωθῆναι ἐνώπιον τοῦ Θεοῦ ἡμῶν, ζητῆσαι παρ᾿ αὐτοῦ ὁδὸν εὐθεῖαν ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν καὶ πάσῃ τῇ κτίσει ἡμῶν.
And I proclaimed there a fast, at the river Aue, that [we] should humble ourselves before our God, to seek of him a straight way for us, and for our children, and for all our property.
22 ὅτι ᾔσχύνθην αἰτήσασθαι παρὰ τοῦ βασιλέως δύναμιν καὶ ἱππεῖς σῶσαι ἡμᾶς ἀπὸ ἐχθροῦ ἐν τῇ ὁδῷ, ὅτι εἴπαμεν τῷ βασιλεῖ λέγοντες· χεὶρ τοῦ Θεοῦ ἡμῶν ἐπὶ πάντας τοὺς ζητοῦντας αὐτὸν εἰς ἀγαθόν, καὶ κράτος αὐτοῦ καὶ θυμὸς αὐτοῦ ἐπὶ πάντας τοὺς ἐγκαταλείποντας αὐτόν.
For I was ashamed to ask of the king a guard and horsemen to save us from the enemy in the way: for we had spoken to the king, saying, The hand of our God [is] upon all that seek him, for good; but his power and his wrath [are] upon all that forsake him.
23 καὶ ἐνηστεύσαμεν καὶ ἐζητήσαμεν παρὰ τοῦ Θεοῦ ἡμῶν περὶ τούτου, καὶ ἐπήκουσεν ἡμῖν.
So we fasted, and asked of our God concerning this; and he listened to us.
24 καὶ διέστειλα ἀπὸ ἀρχόντων τῶν ἱερέων δώδεκα, τῷ Σαραΐα, τῷ Ἀσαβίᾳ καὶ μετ᾿ αὐτῶν ἀπὸ ἀδελφῶν αὐτῶν δέκα.
And I gave charge to twelve of the chiefs of the priests, to Saraia, to Asabia, and ten of their brethren with them.
25 καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἀπαρχῆς οἴκου Θεοῦ ἡμῶν, ἃ ὕψωσεν ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ πᾶς Ἰσραὴλ οἱ εὑρισκόμενοι.
And I weighed to them the silver, and the gold, and the vessels of the first fruits of the house of our God, which the king, and his councillors, and his princes, and all Israel that were found, had dedicated.
26 καὶ ἔστησα ἐπὶ χεῖρας αὐτῶν ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα καὶ σκεύη ἀργυρᾶ ἑκατὸν καὶ τάλαντα χρυσίου ἑκατὸν
I even weighed into their hands six hundred and fifty talents of silver, and one hundred silver vessels, and one hundred talents of gold;
27 καὶ καφουρῆ χρυσοῖ εἴκοσι εἰς τὴν ὁδὸν χαμινὶμ χίλιοι καὶ σκεύη χαλκοῦ στίλβοντος ἀγαθοῦ διάφορα ἐπιθυμητὰ ἐν χρυσίῳ.
and twenty golden bowls, [weighing] about a thousand drachmas, and superior vessels of fine shining brass, [precious] as gold.
28 καὶ εἶπα πρὸς αὐτούς· ὑμεῖς ἅγιοι τῷ Κυρίῳ, καὶ τὰ σκεύη ἅγια, καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἑκούσια τῷ Κυρίῳ Θεῷ πατέρων ἡμῶν·
And I said to them, You⌃ [are] holy to the Lord; and the vessels [are] holy; and the silver and the gold are free will offerings to the Lord God of our fathers.
29 ἀγρυπνεῖτε καὶ τηρεῖτε ἕως στῆτε ἐνώπιον ἀρχόντων τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν ἀρχόντων τῶν πατριῶν ἐν Ἱερουσαλὴμ εἰς σκηνὰς οἴκου Κυρίου.
Be watchful and keep them, until you⌃ weigh [them] before the chief priests and the Levites, and the chiefs of families in Jerusalem, at the chambers of the house of the Lord.
30 καὶ ἐδέξαντο οἱ ἱερεῖς καὶ οἱ Λευῖται σταθμὸν τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῶν σκευῶν ἐνεγκεῖν εἰς Ἱερουσαλὴμ εἰς οἶκον Θεοῦ ἡμῶν.
So the priests and the Levites took the weight of the silver, and the gold, and the vessels, to bring to Jerusalem into the house of our God.
31 Καὶ ἐξῃ£ραμεν ἀπὸ τοῦ ποταμοῦ τοῦ Ἀουὲ ἐν τῇ δωδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου τοῦ ἐλθεῖν εἰς Ἱερουσαλήμ· καὶ χεὶρ Θεοῦ ἡμῶν ἦν ἐφ᾿ ἡμῖν, καὶ ἐρρύσατο ἡμᾶς ἀπὸ χειρὸς ἐχθροῦ καὶ πολεμίου ἐν τῇ ὁδῷ.
And we departed from the river of Aue on the twelfth day of the first month, to come to Jerusalem: and the hand of our God was upon us, and delivered us from the hand of the enemy and adversary in the way.
32 καὶ ἤλθομεν εἰς Ἱερουσαλὴμ καὶ ἐκαθίσαμεν ἐκεῖ ἡμέρας τρεῖς.
And we came to Jerusalem, and abode there three days.
33 καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐστήσαμεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἐν οἴκῳ Θεοῦ ἡμῶν ἐπὶ χεῖρα Μεριμὼθ υἱοῦ Οὐρία τοῦ ἱερέως καὶ μετ᾿ αὐτοῦ Ἐλεάζαρ υἱὸς Φινεὲς καὶ μετ᾿ αὐτῶν Ἰωζαβὰδ υἱὸς Ἰησοῦ καὶ Νωαδία υἱὸς Βαναΐα, οἱ Λευῖται
And it came to pass on the fourth day that we weighed the silver, and the gold, and the vessels, in the house of our God, into the hand of Merimoth the son of Uria the priest; and with him [was] Eleazar the son of Phinees, and with them Jozabad the son of Jesus, and Noadia the son of Banaia, the Levites.
34 ἐν ἀριθμῷ καὶ ἐν σταθμῷ τὰ πάντα, καὶ ἐγράφη πᾶς ὁ σταθμός. ἐν τῷ καιρῷ ἐκείνῳ
All things [were reckoned] by number and weight, and the whole weight was written [down].
35 οἱ ἐλθόντες ἐκ τῆς αἰχμαλωσίας υἱοὶ τῆς παροικίας προσήνεγκαν ὁλοκαυτώσεις τῷ Θεῷ Ἰσραὴλ μόσχους δώδεκα περὶ παντὸς Ἰσραήλ, κριοὺς ἐνενηκονταέξ, ἀμνοὺς ἑβδομηκονταεπτά, χιμάρους περὶ ἁμαρτίας δώδεκα, τὰ πάντα ὁλοκαυτώματα τῷ Κυρίῳ.
At that time the children of the banishment that came from the captivity offered whole burnt offerings to the God of Israel, twelve calves for all Israel, ninety-six rams, seventy-seven lambs, twelve goats for a sin-offering; all whole burnt offerings to the Lord.
36 καὶ ἔδωκαν τὸ νόμισμα τοῦ βασιλέως τοῖς διοικηταῖς τοῦ βασιλέως καὶ τοῖς ἐπάρχοις πέραν τοῦ ποταμοῦ, καὶ ἐδόξασαν τὸν λαὸν καὶ τὸν οἶκον τοῦ Θεοῦ.
And they gave the king's mandate to the king's lieutenants, and the governors beyond the river: and they honoured the people and the house of God.
Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.