Genesis 15
Γένεσις
1 ΜΕΤΑ δὲ τὰ ρήματα ταῦτα ἐγενήθη ρῆμα Κυρίου πρὸς ¨Αβραμ ἐν ὁράματι, λέγων· μὴ φοβοῦ ¨Αβραμ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα.
And after these things the word of the Lord came to Abram in a vision, saying, Fear not, Abram, I shield you, your reward shall be very great.
2 λέγει δὲ ¨Αβραμ· δέσποτα Κύριε, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ἐλιέζερ.
And Abram said, Master [and] Lord, what will you give me? whereas I am departing without a child, but the son of Masek my home-born female slave, this Eliezer of Damascus [is my heir.]
3 καὶ εἶπεν ¨Αβραμ· ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει μοι.
And Abram said, [I am grieved] since you have given me no seed, but my home-born [servant] shall succeed me.
4 καὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτὸν λέγουσα· οὐ κληρονομήσει σε οὗτος, ἀλλ᾿ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε.
And immediately there was a voice of the Lord to him, saying, This shall not be your heir; but he that shall come out of you shall be your heir.
5 ἐξήγαγε δὲ αὐτὸν ἔξω καὶ εἶπεν αὐτῷ· ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. καὶ εἶπεν· οὕτως ἔσται τὸ σπέρμα σου.
And he brought him out and said to him, Look up now to heaven, and count the stars, if you shall be able to number them fully, and he said, Thus shall your seed be.
6 καὶ ἐπίστευσεν ¨Αβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
And Abram believed God, and it was counted to him for righteousness.
7 εἶπε δὲ πρὸς αὐτόν· ἐγὼ ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι.
And he said to him, I am God that brought you out of the land of the Chaldeans, so as to give you this land to inherit.
8 εἶπε δέ, Δέσποτα Κύριε, κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν;
And he said, Master [and] Lord, how shall I know that I shall inherit it?
9 εἶπε δὲ αὐτῷ· λάβε μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν.
And he said to him, Take for me an heifer in her third year, and a she-goat in her third year, and a ram in his third year, and a dove and a pigeon.
10 ἔλαβε δὲ αὐτῷ πάντα ταῦτα καὶ διεῖλεν αὐτὰ μέσα καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις, τὰ δὲ ὄρνεα οὐ διεῖλε.
So he took to him all these, and divided them in the midst, and set them opposite to each other, but the birds he did not divide.
11 κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα, ἐπὶ τὰ διχοτομήματα αὐτῶν, καὶ συνεκάθησεν αὐτοῖς ¨Αβραμ.
And birds came down upon the bodies, [even] upon the divided parts of them, and Abram sat down by them.
12 περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσε τῷ ¨Αβραμ, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ.
And about sunset a trance fell upon Abram, and behold! a great gloomy terror falls upon him.
13 καὶ ἐρρέθη πρὸς ¨Αβραμ· γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη.
And it was said to Abram, You shall surely know that your seed shall be a sojourner in a land not their own, and they shall enslave them, and afflict them, and humble them four hundred years.
14 τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς.
And the nation whoever they shall serve I will judge; and after this, they shall come forth hither with much property.
15 σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ, τραφεὶς ἐν γήρᾳ καλῷ.
But you shall depart to your fathers in peace, nourished in a good old age.
16 τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραίων ἕως τοῦ νῦν.
And in the fourth generation they shall return hither, for the sins of the Amorites are not yet filled up, even until now.
17 ἐπεὶ δὲ ὁ ἥλιος ἐγένετο πρὸς δυσμάς, φλὸξ ἐγένετο, καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τούτων.
And when the sun was about to set, there was a flame, and behold a smoking furnace and lamps of fire, which passed between these divided pieces.
18 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο Κύριος τῷ ¨Αβραμ διαθήκην λέγων· τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου,
In that day the Lord made a covenant with Abram, saying, To your seed I will give this land, from the river of Egypt to the great river Euphrates.
19 τοὺς Κεναίους καὶ τοὺς Κενεζαίους καὶ τούς Κεδμωναίους
The Kenites, and the Kenezites, and the Kedmoneans,
20 καὶ τοὺς Χετταίους καὶ τοὺς Φερεζαίους καὶ Ραφαεὶν καὶ τοὺς Ἀμορραίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Εὐαίους καὶ τοὺς Γεργεσαίους καὶ τοὺς Ἰεβουσαίους.
and the Chettites, and the Pherezites, and the Raphaim, and the Amorites, and the Chananites, and the Evites, and the Gergesites, and the Jebusites. (verse 15:20-21 in Brenton's English)
Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.