PhilokaliaKnowledge Map

The Bible Genesis Chapter 17

Genesis 17

Γένεσις

1 ΕΓΕΝΕΤΟ δὲ ¨Αβραμ ἐτῶν ἐνενηκονταεννέα, καὶ ὤφθη Κύριος τῷ ¨Αβραμ καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ Θεός σου· εὐαρέστει ἐνώπιον ἐμοῦ καὶ γίνου ἄμεμπτος,

And Abram was ninety-nine years old, and the Lord appeared to Abram and said to him, I am your God, be well-pleasing before me, and be blameless.

2 καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ πληθυνῶ σε σφόδρα.

And I will establish my covenant between me and you, and I will multiply you exceedingly.

3 καὶ ἔπεσεν ¨Αβραμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐλάλησεν αὐτῷ ὁ Θεὸς λέγων·

And Abram fell upon his face, and God spoke to him, saying,

4 καὶ ἐγὼ ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν,

And I, behold! my covenant [is] with you, and you shall be a father of a multitude of nations.

5 καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου ¨Αβραμ, ἀλλ᾿ ἔσται τὸ ὄνομά σου Ἁβραάμ, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.

And your name shall no more be called Abram, but your name shall be Abraam, for I have made you a father of many nations.

6 καὶ αὐξανῶ σε σφόδρα σφόδρα καὶ θήσω σε εἰς ἔθνη, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται.

And I will increase you very exceedingly, and I will make nations of you, and kings shall come out of you.

7 καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετά σέ, εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον, εἶναί σου Θεὸς καὶ τοῦ σπέρματός σου μετὰ σέ.

And I will establish my covenant between you and your seed after you, to their generations, for an everlasting covenant, to be your God, and [the God] of your seed after you.

8 καὶ δώσω σοι καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναάν, εἰς κατάσχεσιν αἰώνιον καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν.

And I will give to you and to your seed after you the land wherein you sojourn, even all the land of Chanaan for an everlasting possession, and I will be to them a God.

9 καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἁβραάμ· σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν.

And God said to Abraam, You also shall fully keep my covenant, you and your seed after you for their generations.

10 καὶ αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις, ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν· περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν,

And this [is] the covenant which you shall fully keep between me and you, and between your seed after you for their generations; every male of you shall be circumcised.

11 καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν.

And you⌃ shall be circumcised in the flesh of your foreskin, and it shall be for a sign of a covenant between me and you.

12 καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν, πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν, ὁ οἰκογενὴς καὶ ὁ ἀργυρώνητος, ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου.

And the child of eight days [old] shall be circumcised by you, every male throughout your generations, and [the servant] born in the house and he that is bought with money, of every son of a stranger, who is not of your seed.

13 περιτομῇ περιτμηθήσεται ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος, καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον.

He that is born in your house, and he that is bought with money shall be surely circumcised, and my covenant shall be on your flesh for an everlasting covenant.

14 καὶ ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασε.

And the uncircumcised male, who shall not be circumcised in the flesh of his foreskin on the eighth day, that soul shall be utterly destroyed from its family, for he has broken my covenant.

15 Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἁβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάρρα ἔσται τὸ ὄνομα αὐτῆς.

And God said to Abraam, Sara your wife—her name shall not be called Sara, Sarrha shall be her name.

16 εὐλογήσω δὲ αὐτήν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον· καὶ εὐλογήσω αὐτό, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἔσονται.

And I will bless her, and give you a son of her, and I will bless him, and he shall become nations, and kings of nations shall be of him.

17 καὶ ἔπεσεν Ἁβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ καὶ ἐγέλασε καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων· εἰ τῷ ἑκατονταετεῖ γενήσεται υἱός; καὶ εἰ ἡ Σάρρα ἐνενήκοντα ἐτῶν τέξεται;

And Abraam fell upon his face, and laughed; and spoke in his heart, saying, Shall there be a child to one who is one hundred years old, and shall Sarrha who is ninety years old, bear?

18 εἶπε δὲ Ἁβραὰμ πρὸς τὸν Θεόν· Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σου.

And Abraam said to God, Let this Ismael live before you.

19 εἶπε δὲ ὁ Θεὸς πρὸς Ἁβραὰμ· ναί· ἰδοὺ Σάρρα ἡ γυνή σου τέξεταί σοι υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ, καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, εἶναι αὐτῷ Θεὸς καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν.

And God said to Abraam, Yes, behold, Sarrha your wife shall bear you a son, and you shall call his name Isaac; and I will establish my covenant with him, for an everlasting covenant, to be a God to him and to his seed after him.

20 περὶ δὲ Ἰσμαὴλ ἰδοὺ ἐπήκουσά σου· καὶ ἰδοὺ εὐλόγηκα αὐτὸν καὶ αὐξανῶ αὐτόν καὶ πληθυνῶ αὐτὸν σφόδρα· δώδεκα ἔθνη γεννήσει καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα.

And concerning Ismael, behold, I have heard you, and, behold, I have blessed him, and will increase him and multiply him exceedingly; twelve nations shall he beget, and I will make him a great nation.

21 τὴν δὲ διαθήκην μου στήσω πρὸς Ἰσαάκ, ὃν τέξεταί σοι Σάρρα εἰς τὸν καιρὸν τοῦτον, ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ.

But I will establish my covenant with Isaac, whom Sarrha shall bear to you at this time, in the next year.

22 συνετέλεσε δὲ λαλῶν πρὸς αὐτὸν καὶ ἀνέβη ὁ Θεὸς ἀπό Ἁβραάμ.

And he left off speaking with him, and God went up from Abraam.

23 Καὶ ἔλαβεν Ἁβραὰμ Ἰσμαὴλ τὸν υἱὸν ἑαυτοῦ καὶ πάντας τοὺς οἰκογενεῖς αὐτοῦ καὶ πάντας τοὺς ἀργυρωνήτους καὶ πᾶν ἄρσεν τῶν ἀνδρῶν τῶν ἐν τῷ οἴκῳ Ἁβραὰμ καὶ περιέτεμε τὰς ἀκροβυστίας αὐτῶν ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, καθὰ ἐλάλησεν αὐτῷ ὁ Θεός.

And Abraam took Ismael his son, and all his home-born [servants], and all those bought with money, and every male of the men in the house of Abraam, and he circumcised their foreskins in the time of that day, according as God spoke to him.

24 Ἁβραὰμ δὲ ἐνενηκονταεννέα ἦν ἐτῶν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ.

And Abraam was ninety-nine years old, when he was circumcised in the flesh of his foreskin.

25 Ἰσμαὴλ δὲ ὁ υἱὸς αὐτοῦ ἦν ἐτῶν δεκατριῶν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ.

And Ismael his son was thirteen years old when he was circumcised in the flesh of his foreskin.

26 ἐν δὲ τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης περιετμήθη Ἁβραὰμ καὶ Ἰσμαὴλ ὁ υἱὸς αὐτοῦ·

And at the period of that day, Abraam was circumcised, and Ismael his son,

27 καὶ πάντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ καὶ οἱ οἰκογενεῖς αὐτοῦ καὶ οἱ ἀργυρώνητοι ἐξ ἀλλογενῶν ἐθνῶν, περιέτεμεν αὐτούς.

and all the men of his house, both those born in the house, and those bought with money of foreign nations.

Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.