Genesis 46
Γένεσις
1 ΑΠΑΡΑΣ δὲ Ἰσραήλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ ἔθυσε θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ.
And Israel departed, he and all that he had, and came to the well of the oath; and he offered sacrifice to the God of his father Isaac.
2 εἶπε δὲ ὁ Θεὸς τῷ Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτός, εἰπών· Ἰακώβ, Ἰακώβ, ὁ δὲ εἶπε· τί ἐστιν;
And God spoke to Israel in a night vision, saying, Jacob, Jacob; and he said, What is it?
3 ὁ δὲ λέγει αὐτῷ· ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ,
And he says to him, I am the God of your fathers; fear not to go down into Egypt, for I will make you there a great nation.
4 καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος, καὶ Ἰωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμούς σου.
And I will go down with you into Egypt, and I will bring you up at the end; and Joseph shall put his hands on your eyes.
5 ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ Ἰσραὴλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας ἃς ἀπέστειλεν Ἰωσὴφ ἆραι αὐτόν,
And Jacob rose up from the well of the oath; and the sons of Israel took up their father, and the baggage, and their wives on the wagons, which Joseph sent to take them.
6 καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐν γῇ Χαναάν, εἰσῆλθον εἰς Αἴγυπτον, Ἰακὼβ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ᾿ αὐτοῦ,
And they took up their goods, and all their property, which they had gotten in the land of Chanaan; they came into the land of Egypt, Jacob, and all his seed with him.
7 υἱοὶ καὶ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ, θυγατέρες καὶ θυγατέρες τῶν θυγατέρων αὐτοῦ· καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον.
The sons, and the sons of his sons with him; [his] daughters, and the daughters of his daughters; and he brought all his seed into Egypt.
8 Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν. Ἰακὼβ καὶ υἱοὶ αὐτοῦ· πρωτότοκος Ἰακὼβ Ρουβήν.
And these are the names of the sons of Israel that went into Egypt with their father Jacob—Jacob and his sons. The firstborn of Jacob, Ruben.
9 υἱοὶ δὲ Ρουβήν· Ἐνὼχ καὶ Φαλλούς, Ἀσρὼν καὶ Χαρμί.
And the sons of Ruben; Enoch, and Phallus, Asron, and Charmi.
10 υἱοὶ δὲ Συμεών· Ἰεμουὴλ καὶ Ἰαμεὶν καὶ Ἀὼδ καὶ Ἰαχεὶν καὶ Σαὰρ καὶ Σαοὺλ υἱὸς τῆς Χανανίτιδος.
and the sons of Symeon; Jemuel, and Jamin, and Aod, and Achin, and Saar, and Saul, the son of a Chananitish woman.
11 υἱοὶ δὲ Λευΐ· Γηρσών, Καὰθ καὶ Μεραρί.
And the sons of Levi; Gerson, Cath, and Merari.
12 υἱοὶ δὲ Ἰούδα· Ἢρ καὶ Αὐνὰν καὶ Σηλὼμ καὶ Φαρὲς καὶ Ζαρά· ἀπέθανε δὲ Ἢρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν· ἐγένοντο δὲ υἱοὶ Φαρές· Ἐσρὼν καὶ Ἰεμουήλ.
And the sons of Judas; Er, and Aunan, and Selom, and Phares, and Zara: and Er and Aunan died in the land of Chanaan.
13 υἱοὶ δὲ Ἰσσάχαρ· Θωλὰ καὶ Φουὰ καὶ Ἰασοὺβ καὶ Ζαμβράμ.
And the sons of Phares [were] Esron, and Jemuel. And the sons of Issachar; Thola, and Phua, and Asum, and Sambran.
14 υἱοὶ δὲ Ζαβουλών· Σερὲδ καὶ Ἀλλὼν καὶ Ἀχοήλ.
And the sons of Zabulun, Sered, and Allon, and Achoel.
15 οὗτοι υἱοὶ Λείας, οὓς ἔτεκε τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Δείναν τὴν θυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ θυγατέρες, τριάκοντα τρεῖς.
These [are] the sons of Lea, which she bore to Jacob in Mesopotamia of Syria, and Dina his daughter; all the souls, sons and daughters, thirty-three.
16 υἱοὶ δὲ Γάδ· Σαφὼν καὶ Ἀγγὶς καὶ Σαυνὶς καὶ Θασοβὰν καὶ Ἀηδεὶς καὶ Ἀροηδεὶς καὶ Ἀρεηλείς.
And the sons of Gad; Saphon, and Angis, and Sannis, and Thasoban, and Aedis, and Aroedis, and Areelis.
17 υἱοὶ δὲ Ἀσήρ· Ἰεμνά, Ἰεσσουὰ καὶ Ἰεοὺλ καὶ Βαριὰ καὶ Σάρα ἀδελφὴ αὐτῶν. υἱοὶ δὲ Βαριά· Χοβόρ καὶ Μελχιίλ.
And the sons of Aser; Jemna, Jessua, and Jeul, and Baria, and Sara their sister. And the sons of Baria; Chobor, and Melchiil.
18 οὗτοι υἱοὶ Ζελφᾶς, ἣν ἔδωκε Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ Ἰακὼβ δεκαὲξ ψυχάς.
These [are] the sons of Zelpha, which Laban gave to his daughter Lea, who bore these to Jacob, sixteen souls.
19 υἱοὶ δὲ Ραχὴλ γυναικὸς Ἰακώβ· Ἰωσὴφ καὶ Βενιαμίν.
And the sons of Rachel, the wife of Jacob; Joseph, and Benjamin.
20 ἐγένοντο δὲ υἱοὶ Ἰωσὴφ ἐν γῇ Αἰγύπτου, οὓς ἔτεκεν αὐτῷ Ἀσεννὲθ θυγάτηρ Πετεφρῆ ἱερέως Ἡλιουπόλεως, τὸν Μανασσῆ καὶ τὸν Ἐφραΐμ. ἐγένοντο δὲ υἱοὶ Μανασσῆ, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχίρ· Μαχὶρ δὲ ἐγέννησε τὸν Γαλαάδ. υἱοὶ δὲ Ἐφραΐμ ἀδελφοῦ Μανασσῆ· Σουταλαὰμ καὶ Ταάμ. υἱοὶ δὲ Σουταλαάμ· Ἐδέμ.
And there were sons born to Joseph in the land of Egypt, whom Aseneth, the daughter of Petephres, priest of Heliopolis, bore to him, [even] Manasses and Ephraim. And there were sons born to Manasses, which the Syrian concubine bore to him, [even] Machir. And Machir begot Galaad. And the sons of Ephraim, the brother of Manasses; Sutalaam, and Taam. And the sons of Sutalaam; Edom.
21 υἱοὶ δὲ Βενιαμίν· Βαλὰ καὶ Χοβὼρ καὶ Ἀσβήλ· ἐγένοντο δὲ υἱοὶ Βαλά· Γηρὰ καὶ Νεομὰν καὶ Ἀγχὶς καὶ Ρὼς καὶ Μαμφὶμ καὶ Ὀφιμίν. Γηρὰ δὲ ἐγέννησε τὸν Ἀράδ.
and the sons of Benjamin; Bala, and Bochor, and Asbel. And the sons of Bala were Gera, and Noeman, and Anchis, and Ros, and Mamphim. And Gera begot Arad.
22 οὗτοι υἱοὶ Ραχήλ, οὓς ἔτεκε τῷ Ἰακώβ· πᾶσαι αἱ ψυχαὶ δεκαοκτώ.
These [are] the sons of Rachel, which she bore to Jacob; all the souls eighteen.
23 υἱοὶ δὲ Δάν· Ἀσόμ.
And the sons of Dan; Asom.
24 καὶ υἱοὶ Νεφθαλείμ· Ἀσιὴλ καὶ Γωυνὶ καὶ Ἰσσάαρ καὶ Συλλήμ.
And the sons of Nephthalim; Asiel, and Goni, and Issaar, and Sollem.
25 οὗτοι υἱοὶ Βαλᾶς, ἣν ἔδωκε Λάβαν Ραχὴλ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ Ἰακώβ· πᾶσαι αἱ ψυχαὶ ἑπτά.
These [are] the sons of Balla, whom Laban gave to his daughter Rachel, who bore these to Jacob; all the souls, seven.
26 πᾶσαι δέ αἱ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον, οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν Ἰακώβ, πᾶσαι ψυχαὶ ἑξηκονταέξ.
And all the souls that came with Jacob into Egypt, who came out of his loins, besides the wives of the sons of Jacob, [even] all the souls were sixty-six.
27 υἱοὶ δὲ Ἰωσὴφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ ψυχαὶ ἐννέα. πᾶσαι ψυχαὶ οἴκου Ἰακὼβ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον ψυχαὶ ἑβδομηκονταπέντε.
And the sons of Joseph, who were born to him in the land of Egypt, were nine souls; all the souls of the house of Jacob who came with Joseph into Egypt, were seventy-five souls.
28 Τὸν δὲ Ἰούδαν ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ πρὸς Ἰωσὴφ συναντῆσαι αὐτῷ καθ᾿ Ἡρώων πόλιν, εἰς γῆν Ραμεσσῆ.
And he sent Judas before him to Joseph, to meet him to the city of Heroes, into the land of Ramesses.
29 ζεύξας δὲ Ἰωσὴφ τὰ ἅρματα αὐτοῦ ἀνέβη εἰς συνάντησιν Ἰσραὴλ τῷ πατρὶ αὐτοῦ καθ᾿ Ἡρώων πόλιν καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσε κλαυθμῷ πίονι.
And Joseph having made ready his chariots, went up to meet Israel his father, at the city of Heroes; and having appeared to him, fell on his neck, and wept with abundant weeping.
30 καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ· ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου· ἔτι γὰρ σὺ ζῇς.
And Israel said to Joseph, After this I will [gladly] die, since I have seen your face, for you are yet living.
31 εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· ἀναβὰς ἀπαγγελῶ τῷ Φαραὼ καὶ ἐρῶ αὐτῷ· οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου, οἳ ἦσαν ἐν γῇ Χαναάν, ἥκασι πρός με·
And Joseph said to his brethren, I will go up and tell Pharao, and will say to him, My brethren, and my father's house, who were in the land of Chanaan, are come to me.
32 οἱ δὲ ἄνδρες εἰσὶ ποιμένες· ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν· καὶ τὰ κτήνη καὶ τοὺς βόας καὶ πάντα τὰ αὐτῶν ἀγηόχασιν.
And the men are shepherds; for they have been feeders of cattle, and they have brought with them their cattle, and their kine, and all their property.
33 ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραὼ καὶ εἴπῃ ὑμῖν· τί τὸ ἔργον ὑμῶν ἐστίν;
If then Pharao call you, and say to you, What is you occupation?
34 ἐρεῖτε· ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, ἵνα κατοικήσητε ἐν γῇ Γεσὲμ Ἀραβίας· βδέλυγμα γάρ ἐστιν Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων.
You⌃ shall say, We your servants are herdsmen from our youth until now, both we and our fathers: that you⌃ may dwell in the land of Gesem of Arabia, for every shepherd is an abomination to the Egyptians.
Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.