Jeremiah 11
Ἱερεμίας
1 Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἱερεμίαν λέγων·
The word that came to Jeremias from the Lord, saying,
2 ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης. καὶ λαλήσεις πρὸς ἄνδρας Ἰούδα καὶ πρὸς τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ·
Hear you⌃ the words of this covenant, and you shall speak to the men of Juda, and to the dwellers in Jerusalem;
3 καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης ταύτης,
and you shall say to them, Thus says the Lord God of Israel, Cursed is the man, who shall not listen to the words of this covenant,
4 ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ, ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐκ καμίνου τῆς σιδηρᾶς, λέγων· ἀκούσατε τῆς φωνῆς μου καὶ ποιήσατε πάντα, ὅσα ἐὰν ἐντείλωμαι ὑμῖν, καὶ ἔσεσθέ μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς Θεόν,
which I commanded your fathers, in the day wherein I brought them up out of the land of Egypt, out of the iron furnace, saying, Listen to my voice, and do all things that I shall command you; so shall you⌃ be to me a people, and I will be to you a God;
5 ὅπως στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆν ρέουσαν γάλα καὶ μέλι καθὼς ἡ ἡμέρα αὕτη. καὶ ἀπεκρίθην καὶ εἶπα· γένοιτο, Κύριε.
that I may confirm my oath, which I swore to your fathers, to give them a land flowing [with] milk and honey, as [it is] this day. Then I answered and said, So be it, O Lord.
6 καὶ εἶπε Κύριος πρός με· ἀνάγνωθι τοὺς λόγους τούτους ἐν πόλεσιν Ἰούδα καὶ ἔξωθεν Ἱερουσαλὴμ λέγων· ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης καὶ ποιήσατε αὐτούς.
And the Lord said to me, Read these words in the cities of Juda, and in the streets of Jerusalem, saying, Hear you⌃ the words of this covenant, and do them.
8 καὶ οὐκ ἐποίησαν.
But they did [them] not.
9 καὶ εἶπε Κύριος πρός με· εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦσιν ἐν Ἱερουσαλήμ·
And the Lord said to me, A conspiracy is found amongst the men of Juda, and amongst the dwellers in Jerusalem.
10 ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον, οἳ οὐκ ἠθέλησαν εἰσακοῦσαι τῶν λόγων μου, καὶ ἰδοὺ αὐτοὶ πορεύονται ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς, καὶ διεσκέδασεν οἶκος Ἰσραὴλ καὶ οἶκος Ἰούδα τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς τοὺς πατέρας αὐτῶν.
They are turned [aside] to the iniquities of their fathers that were of old, who would not listen to my words: and, behold, they go after strange gods, to serve them: and the house of Israel and the house of Juda have broken my covenant, which I made with their fathers.
11 διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά, ἐξ ὧν οὐ δυνήσονται ἐξελθεῖν ἐξ αὐτῶν, καὶ κεκράξονται πρός με, καὶ οὐκ εἰσακούσομαι αὐτῶν.
Therefore thus says the Lord, Behold, I bring evils upon this people, out of which they shall not be able to come forth; and they shall presently cry to me, but I will not listen to them.
12 καὶ πορεύσονται πόλεις Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ καὶ κεκράξονται πρὸς τοὺς θεούς, οἷς αὐτοὶ θυμιῶσιν αὐτοῖς, οἳ μὴ σώσουσιν αὐτοὺς ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν.
And the cities of Juda and the dwellers in Jerusalem shall go, and cry to the gods to whom they burn incense; which shall not deliver them in the time of their troubles.
13 ὅτι κατ' ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου, Ἰούδα, καὶ κατ' ἀριθμὸν ἐξόδων τῆς Ἱερουσαλὴμ ἐτάξατε βωμοὺς θυμιᾶν τῇ Βάαλ.
For according to the number of your cities were your gods, O Juda; and according to the number of the streets of Jerusalem have you⌃ set up altars to burn incense to Baal.
14 καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου καὶ μὴ ἀξίου περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι ἐν τῷ καιρῷ, ἐν ᾧ ἐπικαλοῦνταί με, ἐν καιρῷ κακώσεως αὐτῶν.
And you, pray not for this people, and intercede not for them in supplication and prayer: for I will not hear in the day in which they call upon me, in the day of their affliction.
15 τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελοῦσιν ἀπὸ σοῦ τὰς κακίας σου, ἢ τούτοις διαφεύξῃ;
Why has [my] beloved wrought abomination in my house? will prayers and holy offerings take away your wickedness from you, or shall you escape by these things?
16 ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει ἐκάλεσε Κύριος τὸ ὄνομά σου· εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ' αὐτήν, μεγάλη ἡ θλῖψις ἐπὶ σέ, ἠχρεώθησαν οἱ κλάδοι αὐτῆς.
The Lord called your name a fair olive tree, of a goodly shade in appearance, at the noise of its being lopped, fire was kindled against it; great is the affliction [coming] upon you: her branches are become good for nothing.
17 καὶ Κύριος ὁ καταφυτεύσας σε ἐλάλησεν ἐπὶ σὲ κακὰ ἀντὶ τῆς κακίας οἴκου Ἰσραὴλ καὶ οἴκου Ἰούδα, ὅτι ἐποίησαν ἑαυτοῖς τοῦ παροργίσαι με ἐν τῷ θυμιᾶν αὐτοὺς τῇ Βάαλ.
And the Lord that planted you has pronounced evils against you, because of the iniquity of the house of Israel and the house of Juda, whatever they have done against themselves to provoke me to anger by burning incense to Baal.
18 Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι· τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν.
O Lord, teach me, and I shall know: then I saw their practices.
19 ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων· ἐπ' ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρὸν λέγοντες· δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ οὐκέτι.
But I as an innocent lamb led to the slaughter, knew not: against me they devised an evil device, saying, Come and let us put wood into his bread, and let us utterly destroy him from off the land of the living, and let his name not be remembered any more.
20 Κύριε κρίνων δίκαια, δοκιμάζων νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου.
O Lord, that judge righteously, trying the reins and hearts, let me see your vengeance [taken] upon them, for to you I have declared my cause.
21 διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ἄνδρας Ἀναθὼθ τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας· οὐ μὴ προφητεύσεις ἐπὶ τῷ ὀνόματι Κυρίου, εἰ δὲ μή, ἀποθάνῃ ἐν ταῖς χερσὶν ἡμῶν.
Therefore thus says the Lord concerning the men of Anathoth, that seek my life, that say, You shall not prophesy at all in the name of the Lord, but if you do, you shall die by our hands:
22 ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ' αὐτούς· οἱ νεανίσκοι αὐτῶν ἐν μαχαίρᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ,
behold, I will visit them: their young men shall die by the sword; and their sons and their daughters shall die of famine:
23 καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτῶν, ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐν Ἀναθώθ, ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν.
and there shall be no remnant [left] of them; for I will bring evil upon the dwellers in Anathoth, in the year of their visitation.
Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.