Jeremiah 13
Ἱερεμίας
1 ΤΑΔΕ λέγει Κύριος· βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν καὶ περίθου περὶ τὴν ὀσφύν σου, καὶ ἐν ὕδατι οὐ διελεύσεται.
Thus says the Lord, Go and procure for yourself a linen girdle, and put it about your loins, and let it not be put in water.
2 καὶ ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον Κυρίου καὶ περιέθηκα περὶ τὴν ὀσφύν μου.
So I procured the girdle according to the word of the Lord, and put it about my loins.
3 καὶ ἐγενήθη λόγος Κυρίου πρός με λέγων·
And the word of the Lord came to me, saying,
4 λαβὲ τὸ περίζωμα τὸ περὶ τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ βάδισον ἐπὶ τὸν Εὐφράτην καὶ κατάκρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας.
Take the girdle that is upon your loins, and arise, and go to the Euphrates, and hide it there in a hole of the rock.
5 καὶ ἐπορεύθην καὶ ἔκρυψα αὐτὸ ἐν τῷ Εὐφράτῃ, καθὼς ἐνετείλατό μοι Κύριος.
So I went, and hid it by the Euphrates, as the Lord commanded me.
6 καὶ ἐγένετο μεθ' ἡμέρας πολλὰς καὶ εἶπε Κύριος πρός με· ἀνάστηθι, βάδισον ἐπὶ τὸν Εὐφράτην καὶ λαβὲ ἐκεῖθεν τὸ περίζωμα, ὃ ἐνετειλάμην σοι τοῦ κατακρύψαι ἐκεῖ.
And it came to pass after many days, that the Lord said to me, Arise, go to the Euphrates, and take thence the girdle, which I commanded you to hide there.
7 καὶ ἐπορεύθην ἐπὶ τὸν Εὐφράτην ποταμὸν καὶ ὤρυξα καὶ ἔλαβον τὸ περίζωμα ἐκ τοῦ τόπου, οὗ κατώρυξα αὐτὸ ἐκεῖ, καὶ ἰδοὺ διεφθαρμένον ἦν, ὃ οὐ μὴ χρησθῇ εἰς οὐθέν.
So I went to the river Euphrates, and dug, and took the girdle out of the place where I [had] buried it: and, behold, it was rotten, utterly good for nothing.
8 καὶ ἐγενήθη λόγος Κυρίου πρός με λέγων· τάδε λέγει Κύριος·
And the word of the Lord came to me, saying, Thus says the Lord,
9 οὕτω φθερῶ τὴν ὕβριν Ἰούδα καὶ τὴν ὕβριν Ἱερουσαλήμ,
Thus will I mar the pride of Juda, and the pride of Jerusalem;
10 τὴν πολλὴν ταύτην ὕβριν, τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων μου καὶ πορευθέντας ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς, καὶ ἔσονται ὥσπερ τὸ περίζωμα τοῦτο, ὃ οὐ χρησθήσεται εἰς οὐθέν.
[even] this great pride [of the men] that will not listen to my words, and have gone after strange gods, to serve them, and to worship them: and they shall be as this girdle, which can be used for nothing.
11 ὅτι καθάπερ κολλᾶται τὸ περίζωμα περὶ τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ πάντα οἶκον Ἰούδα τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν καὶ εἰς καύχημα καὶ εἰς δόξαν, καὶ οὐκ εἰσήκουσάν μου.
For as a girdle cleaves about the loins of a man, so have I caused to cleave to myself the house of Israel, and the whole house of Juda; that they might be to me a famous people, and a praise, and a glory: but they did not listen to me.
12 καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον· πᾶς ἀσκὸς πληρωθήσεται οἴνου. καὶ ἔσται ἐὰν εἴπωσι πρός σε· μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου;
And you shall say to this people, Every bottle shall be filled with wine: and it shall come to pass, if they shall say to you, Shall we not certainly know that every bottle shall be filled with wine? that you shall say to them,
13 καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ πληρῶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην καὶ τοὺς βασιλεῖς αὐτῶν τοὺς καθημένους υἱοὺς τοῦ Δαυὶδ ἐπὶ τοῦ θρόνου αὐτοῦ καὶ τοὺς ἱερεῖς καὶ τοὺς προφήτας καὶ τὸν Ἰούδαν καὶ πάντας τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ μεθύσματι
Thus says the Lord, Behold, I [will] fill the inhabitants of this land, and their kings the sons of David that sit upon their throne, and the priests, and the prophets, and Juda and all the dwellers in Jerusalem, with strong drink.
14 καὶ διασκορπιῶ αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ καὶ τοὺς πατέρας αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν ἐν τῷ αὐτῷ. οὐκ ἐπιποθήσω, λέγει Κύριος, καὶ οὐ φείσομαι, καὶ οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν.
And I will scatter them a man and his brother, and their fathers and their sons together: I will not have compassion, says the Lord, and I will not spare, neither will I pity [to save them] from destruction.
15 Ἀκούσατε, καὶ ἐνωτίσασθε καὶ μὴ ἐπαίρεσθε, ὅτι Κύριος ἐλάλησε.
Hear you⌃, and give ear, and be not proud: for the Lord has spoken.
16 δότε τῷ Κυρίῳ Θεῷ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι καὶ πρὸ τοῦ προσκόψαι πόδας ὑμῶν ἐπ' ὄρη σκοτεινά, καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανάτου, καὶ τεθήσονται εἰς σκότος.
Give glory to the Lord your God, before he cause darkness, and before your feet stumble on the dark mountains, and you⌃ shall wait for light, and behold the shadow of death, and they shall be brought into darkness.
17 ἐὰν δὲ μὴ ἀκούσητε, κεκρυμμένως κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως, καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον Κυρίου.
But if you⌃ will not listen, your soul shall weep in secret because of pride, and your eyes shall pour down tears, because the Lord's flock is sorely bruised.
18 εἴπατε τῷ βασιλεῖ καὶ τοῖς δυναστεύουσι· ταπεινώθητε καὶ καθίσατε, ὅτι καθῃρέθη ἀπὸ κεφαλῆς ὑμῶν στέφανος δόξης ὑμῶν.
Say you⌃ to the king and the princes, Humble yourselves, and sit down; for your crown of glory is removed from your head.
19 πόλεις αἱ πρὸς νότον συνεκλείσθησαν. καὶ οὐκ ἦν ὁ ἀνοίγων· ἀπῳκίσθη Ἰούδας, συνετέλεσεν ἀποικίαν τελείαν.
The cities towards the south were shut, and there was none to open [them]: Juda is removed [into captivity, ]they have suffered a complete removal.
20 Ἀνάλαβε ὀφθαλμούς σου, Ἱερουσαλήμ, καὶ ἴδε τοὺς ἐρχομένους ἀπὸ βορρᾶ· ποῦ ἐστι τὸ ποίμνιον, ὃ ἐδόθη σοι, πρόβατα δόξης σου;
Lift up your eyes, O Jerusalem, and behold them that come from the north; where is the flock that was given you, the sheep of your glory?
21 τί ἐρεῖς ὅταν ἐπισκέπτωνταί σε; καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθήματα εἰς ἀρχήν· οὐκ ὠδῖνες καθέξουσί σε καθὼς γυναῖκα τίκτουσαν;
What will you say when they shall visit you, for you did teach them lessons for rule against yourself; shall not pangs seize you as a woman in travail?
22 καὶ ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου· διατί ἀπήντησέ μοι ταῦτα; διὰ τὸ πλῆθος τῆς ἀδικίας σου ἀνεκαλύφθη τὰ ὀπίσθιά σου παραδειγματισθῆναι τὰς πτέρνας σου.
And if you should say in your heart, Therefore have these things happened to me? Because of the abundance of your iniquity have your skirts been revealed, that your heels might be exposed.
23 εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιῆσαι μεμαθηκότες τὰ κακά.
If the Ethiopian shall change his skin, or the leopardess her spots, then shall you⌃ be able to do good, having learnt evil.
24 καὶ διέσπειρα αὐτοὺς ὡς φρύγανα φερόμενα ἀπὸ ἀνέμου εἰς ἔρημον.
So I scattered them as sticks carried by the wind into the wilderness.
25 οὕτως ὁ κλῆρός σου καὶ μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοί, λέγει Κύριος, ὡς ἐπελάθου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσι.
Thus is your lot, and the reward of your disobedience to me, says the Lord; as you did forget me, and trust in lies,
26 κἀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ ὀφθήσεται ἡ ἀτιμία σου.
I also will expose your skirts upon your face, and your shame shall be seen;
27 καὶ ἡ μοιχεία σου καὶ ὁ χρεμετισμός σου καὶ ἡ ἀπαλλοτρίωσις τῆς πορνείας σου ἐπὶ τῶν βουνῶν, καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά σου· οὐαί σοι, Ἱερουσαλήμ, ὅτι οὐκ ἐκαθαρίσθης ὀπίσω μου· ἕως τίνος ἔτι;
your adultery also, and your neighing, and the looseness of your fornication: on the hills and in the fields I have seen your abominations. Woe to you, O Jerusalem, for you have not been purified so as to follow me; how long yet [shall it be]?
AND THE WORD OF THE LORD CAME TO JEREMIAS CONCERNING THE DROUGHT. (Brenton's 14:1, which the Greek of this edition does not have)
Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.