PhilokaliaKnowledge Map

The Bible Jeremiah Chapter 22

Jeremiah 22

Ἱερεμίας

1 ΤΑΔΕ λέγει Κύριος· πορεύου καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ βασιλέως Ἰούδα καὶ λαλήσεις ἐκεῖ τὸν λόγον τοῦτον

Thus says the Lord; Go you, and go down to the house of the king of Juda, and you shall speak there this word,

2 καὶ ἐρεῖς· ἄκουε λόγον Κυρίου, βασιλεῦ Ἰούδα ὁ καθήμενος ἐπὶ θρόνου Δαυίδ, σὺ καὶ ὁ οἶκός σου καὶ ὁ λαός σου καὶ οἱ εἰσπορευόμενοι ταῖς πύλαις ταύταις·

and you shall say, Hear the word of the Lord, O king of Juda, that sit on the throne of David, you, and your house, and your people, and they that go in at these gates:

3 τάδε λέγει Κύριος· ποιεῖτε κρίσιν καὶ δικαιοσύνην καὶ ἐξαιρεῖσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε καὶ μὴ ἀσεβῆτε καὶ αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ.

thus says the Lord; Execute you⌃ judgement and justice, and rescue the spoiled out of the hand of him that wrongs him: and oppress not the stranger, and orphan, and widow, and sin not, and shed no innocent blood in this place.

4 διότι ἐὰν ποιοῦντες ποιήσητε τὸν λόγον τοῦτον, καὶ εἰσελεύσονται ἐν ταῖς πύλαις τοῦ οἴκου τούτου βασιλεῖς καθήμενοι ἐπὶ θρόνου Δαυὶδ καὶ ἐπιβεβηκότες ἐφ' ἁρμάτων καὶ ἵππων, αὐτοὶ καὶ οἱ παῖδες αὐτῶν, καὶ ὁ λαὸς αὐτῶν·

For if you⌃ will indeed perform this word, then shall there enter in by the gates of this house kings sitting upon the throne of David, and riding on chariots and horses, they, and their servants, and their people.

5 ἐὰν δὲ μὴ ποιήσητε τοὺς λόγους τούτους, κατ' ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἐρήμωσιν ἔσται ὁ οἶκος οὗτος.

But if you⌃ will not perform these words, by myself have I sworn, says the Lord, that this house shall be [brought] to desolation.

6 ὅτι τάδε λέγει Κύριος κατὰ τοῦ οἴκου βασιλέως Ἰούδα· Γαλαὰδ σύ μοι, ἀρχὴ τοῦ Λιβάνου, ἐὰν μὴ θῶ σε εἰς ἔρημον, πόλεις μὴ κατοικηθησομένας·

For thus says the Lord concerning the house of the king of Juda; You are Galaad to me, [and] the head of Libanus: [yet] surely I will make you a desert, [even] cities that shall not be inhabited:

7 καὶ ἐπάξω ἐπὶ σὲ ὀλοθρεύοντα ἄνδρα καὶ τὸν πέλεκυν αὐτοῦ, καὶ ἐκκόψουσι τὰς ἐκλεκτὰς κέδρους σου καὶ ἐμβαλοῦσιν εἰς τὸ πῦρ.

and I will bring upon you a destroying man, and his axe: and they shall cut down your choice cedars, and cast [them] into the fire.

8 καὶ διελεύσονται ἔθνη διὰ τῆς πόλεως ταύτης καὶ ἐρεῖ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· διατί ἐποίησε Κύριος οὕτως τῇ πόλει ταύτῃ τῇ μεγάλῃ;

And nations shall pass through this city, and each shall say to his neighbour, Why has the Lord done thus to this great city?

9 καὶ ἐροῦσιν· ἀνθ' ὧν ἐγκατέλιπον τὴν διαθήκην Κυρίου Θεοῦ αὐτῶν καὶ προσεκύνησαν θεοῖς ἀλλοτρίοις καὶ ἐδούλευσαν αὐτοῖς.

And they shall say, Because they forsook the covenant of the Lord their God, and worshipped strange gods, and served them.

10 Μὴ κλαίετε τὸν τεθνηκότα μηδὲ θρηνεῖτε αὐτόν· κλαύσατε κλαυμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι, οὐδὲ ὄψεται τὴν γῆν πατρίδος αὐτοῦ.

Weep not for the dead, nor lament for him: weep bitterly for him that goes away: for he shall return no more, nor see his native land.

11 διότι τάδε λέγει Κύριος ἐπὶ Σελλὴμ υἱὸν Ἰωσία τὸν βασιλεύοντα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὐτοῦ, ὃς ἐξῆλθεν ἐκ τοῦ τόπου τούτου· οὐκ ἀναστρέψει ἐκεῖ ἔτι,

For thus says the Lord concerning Sellem the son of Josias, who reigns in the place of Josias his father, who has gone forth out of this place; He shall not return there any more:

12 ἀλλ' ἢ ἐν τῷ τόπῳ, οὗ μετῴκισα αὐτόν, ἐκεῖ ἀποθανεῖται καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι.

but in that place whither I have carried him captive, there shall he die, and shall see this land no more.

13 Ὦ ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ.

He that builds his house not with justice, and his upper chambers not with judgement, who works by means of his neighbour for nothing, and will by no means give him his reward.

14 ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ριπιστὰ διεσταλμένα θυρίσι καὶ ἐξυλωμένα ἐν κέδρῳ καὶ κεχρισμένα ἐν μίλτῳ.

You have built for yourself a well-proportioned house, airy chambers, fitted with windows, and wainscoted with cedar, and painted with vermilion.

15 μὴ βασιλεύσῃς, ὅτι σὺ παροξύνῃ ἐν Ἄχαζ τῷ πατρί σου; οὐ φάγονται καὶ οὐ πίονται· βέλτιον ἦν σὲ ποιεῖν κρίμα καὶ δικαιοσύνην.

Shall you reign, because you are provoked with your father Achaz? they shall not eat, and they shall not drink: it is better for you to execute judgement and justice.

16 οὐκ ἔγνωσαν, οὐκ ἔκριναν κρίσιν ταπεινῷ οὐδὲ κρίσιν πένητος· οὐ τοῦτό ἐστι τὸ μὴ γνῶναί σε ἐμέ, λέγει Κύριος;

They understood not, they judged not the cause of the afflicted, nor the cause of the poor: is not this your not knowing me? says the Lord.

17 ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή, ἀλλὰ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀθῷον τοῦ ἐκχέειν αὐτὸ καὶ εἰς ἀδικήματα καὶ εἰς φόνον τοῦ ποιεῖν αὐτά.

Behold, your eyes are not good, nor your heart, but [they go] after your covetousness, and after the innocent blood to shed it, and after acts of injustice and slaughter, to commit them.

18 διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ Ἰωακεὶμ υἱὸν Ἰωσία βασιλέα Ἰούδα· οὐαὶ ἐπὶ τὸν ἄνδρα τοῦτον· οὐ μὴ κόψονται αὐτόν· ὦ ἀδελφέ, οὐδὲ μὴ κλαύσονται αὐτόν· οἴμοι Κύριε.

Therefore thus says the Lord concerning Joakim son of Josias, king of Juda, even concerning this man; they shall not bewail him, [saying], Ah brother! neither shall they at all weep for him, [saying], Alas Lord.

19 ταφὴν ὄνου ταφήσεται, συμψηθεὶς ριφήσεται ἐπέκεινα τῆς πύλης Ἱερουσαλήμ.

He shall be buried with the burial of an ass; he shall be dragged roughly along and cast outside the gate of Jerusalem.

20 Ἀνάβηθι εἰς τὸν Λίβανον καὶ κράξον καὶ εἰς τὴν Βασὰν δὸς τὴν φωνήν σου καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης, ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου.

Go up to Libanus, and cry; and utter your voice to Basan, and cry aloud to the extremity of the sea: for all your lovers are destroyed.

21 ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου, καὶ εἶπας· οὐκ ἀκούσομαι· αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου, οὐκ ἤκουσας τῆς φωνῆς μου.

I spoke to you on [occasion of] your trespass, but you said, I will not listen. This [has been] your way from your youth, you have not listened to my voice.

22 πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος, καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ ἐξελεύσονται· ὅτι τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φιλούντων σε.

The wind shall tend all your shepherds, and your lovers shall go into captivity; for then shall you be ashamed and disgraced because of all your lovers.

23 κατοικοῦσα ἐν τῷ Λιβάνῳ, ἐννοσσεύουσα ἐν ταῖς κέδροις, καταστενάξεις ἐν τῷ ἐλθεῖν σοι ὀδύνας ὡς τικτούσης.

O you that dwell in Libanus, making your nest in the cedars, you shall groan heavily, when pangs as of a travailing woman are come upon you.

24 ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν γενόμενος γένηται Ἰεχονίας υἱὸς Ἰωακεὶμ βασιλεὺς Ἰούδα ἀποσφράγισμα ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐκεῖθεν ἐκσπάσω σε

[As] I live, says the Lord, though Jechonias son of Joakim king of Juda were indeed the seal upon my right hand, thence would I pluck you;

25 καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου, ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν Χαλδαίων·

and I will deliver you into the hands of them that seek your life, before whom you are afraid, into the hands of the Chaldeans.

26 καὶ ἀπορρίψω σε καὶ τὴν μητέρα σου τὴν τεκοῦσάν σε εἰς γῆν, οὗ οὐκ ἐτέχθης ἐκεῖ, καὶ ἐκεῖ ἀποθανεῖσθε.

And I will cast forth you, and your mother that bore you, into a land where you were not born; and there you⌃ shall die.

27 εἰς δὲ τὴν γῆν, ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν, οὐ μὴ ἀποστρέψωσιν.

But they shall by no means return to the land which they long for in their souls.

28 ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος, οὗ οὐκ ἔστι χρεία αὐτοῦ, ὅτι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς γῆν, ἣν οὐκ ᾔδει.

Jechonias is dishonoured as a good-for-nothing vessel; for he is thrown out and cast forth into a land which he knew not.

29 γῆ γῆ ἀκουε λόγον Κυρίου·

Land, land, hear the word of the Lord.

30 γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαυὶδ ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ.

Write you⌃ this man an outcast: for there shall none of his seed at all grow up to sit on the throne of David, [or as] a prince yet in Juda.

Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.