PhilokaliaKnowledge Map

The Bible Jeremiah Chapter 40

Jeremiah 40

Ἱερεμίας

1 ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς Ἱερεμίαν δεύτερον, καὶ αὐτὸς ἦν ἔτι δεδεμένος ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων·

And the word of the Lord came to Jeremias the second time, when he was yet bound in the court of the prison, saying,

2 οὕτως εἶπε Κύριος ποιῶν γῆν καὶ πλάσσων αὐτὴν τοῦ ἀνορθῶσαι αὐτήν, Κύριος ὄνομα αὐτῷ·

Thus says the Lord, who made the earth and formed it, to establish it; the Lord is his name;

3 κέκραξον πρός με, καὶ ἀποκριθήσομαί σοι καὶ ἀπαγγελῶ σοι μεγάλα καὶ ἰσχυρά, ἃ οὐκ ἔγνως αὐτά.

Cry to me, and I will answer you, and I will declare to you great and mighty things, which you know not.

4 ὅτι οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ περὶ οἴκων τῆς πόλεως ταύτης καὶ περὶ οἴκων βασιλέως Ἰούδα τῶν καθῃρημένων εἰς χάρακας καὶ προμαχῶνας

For thus says the Lord concerning the houses of this city, and concerning the houses of the king of Juda, which have been pulled down for mounds and fortifications,

5 τοῦ μάχεσθαι πρὸς τοὺς Χαλδαίους καὶ πληρῶσαι αὐτὴν τῶν νεκρῶν τῶν ἀνθρώπων, οὓς ἐπάταξα ἐν ὀργῇ μου καὶ ἐν θυμῷ μου, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτῶν περὶ πασῶν τῶν πονηριῶν αὐτῶν·

to fight against the Chaldeans, and to fill it with the corpses of men, whom I struck in my anger and my wrath, and turned away my face from them, for all their wickedness:

6 ἰδοὺ ἐγὼ ἀνάγω αὐτῇ συνούλωσιν καὶ ἴαμα καὶ φανερώσω αὐτοῖς εἰσακούειν καὶ ἰατρεύσω αὐτὴν καὶ ποιήσω αὐτοῖς εἰρήνην καὶ πίστιν.

Behold, I bring upon her healing and cure, and I will show [myself] to them, and will heal her, and make both peace and security.

7 καὶ ἀποστρέψω τὴν ἀποικίαν Ἰούδα καὶ τὴν ἀποικίαν Ἰσραὴλ καὶ οἰκοδομήσω αὐτοὺς καθὼς τὸ πρότερον.

And I will turn the captivity of Juda, and the captivity of Israel, and will build them, even as before.

8 καὶ καθαριῶ αὐτοὺς ἀπὸ πασῶν τῶν ἀδικιῶν αὐτῶν, ὧν ἡμάρτοσάν μοι, καὶ οὐ μὴ μνησθήσομαι ἁμαρτιῶν αὐτῶν, ὧν ἥμαρτόν μοι καὶ ἀπέστησαν ἀπ' ἐμοῦ.

And I will cleanse them from all their iniquities, whereby they have sinned against me, and will not remember their sins, whereby they have sinned against me, and revolted from me.

9 καὶ ἔσται εἰς εὐφροσύνην καὶ αἴνεσιν καὶ εἰς μεγαλειότητα παντὶ τῷ λαῷ τῆς γῆς, οἵτινες ἀκούσονται πάντα τὰ ἀγαθά, ἃ ἐγὼ ποιήσω, καὶ φοβηθήσονται καὶ πικρανθήσονται περὶ πάντων τῶν ἀγαθῶν καὶ περὶ πάσης τῆς εἰρήνης, ἧς ἐγὼ ποιήσω αὐτοῖς.

And it shall be for joy and praise, and for glory to all the people of the earth, who shall hear all the good that I will do: and they shall fear and be provoked for all the good things and for all the peace which I will bring upon them.

10 Οὕτως εἶπε Κύριος· ἔτι ἀκουσθήσεται ἐν τῷ τόπῳ τούτῳ, ᾧ ὑμεῖς λέγετε· ἔρημός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτηνῶν, ἐν πόλεσιν Ἰούδα καὶ ἔξωθεν Ἱερουσαλήμ, ταῖς ἠρημωμέναις παρὰ τὸ μὴ εἶναι ἄνθρωπον καὶ κτήνη,

Thus says the Lord; There shall yet be heard in this place, of which you⌃ say, it is destitute of men and cattle, in the cities of Juda, and in the streets of Jerusalem, [the places] that have been made desolate for lack of men and cattle,

11 φωνὴ εὐφροσύνης καὶ φωνὴ χαρμοσύνης, φωνὴ νυμφίου καὶ φωνὴ νύμφης, φωνὴ λεγόντων· ἐξομολογεῖσθε Κυρίῳ παντοκράτορι, ὅτι χρηστὸς Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· καὶ εἰσοίσουσι δῶρα εἰς οἶκον Κυρίου, ὅτι ἀποστρέψω πᾶσαν τὴν ἀποικίαν τῆς γῆς ἐκείνης κατὰ τὸ πρότερον, εἶπε Κύριος·

the voice of gladness, and the voice of joy, the voice of the bridegroom, and the voice of the bride, the voice of men saying, Give thanks to the Lord Almighty: for the Lord is good; for his mercy [endures] fore ever: and they shall bring gifts into the house of the Lord; for I will turn all the captivity of that land as before, said the Lord.

12 οὕτως εἶπε Κύριος τῶν δυνάμεων· ἔτι ἔσται ἐν τῷ τόπῳ τούτῳ τῷ ἐρήμῳ παρὰ τὸ μὴ εἶναι ἄνθρωπον καὶ κτῆνος καὶ ἐν πάσαις ταῖς πόλεσιν αὐτοῦ καταλύματα ποιμένων κοιταζόντων πρόβατα·

Thus says the Lord of hosts; There shall yet be in this place, that is desert for lack of man and beast, in all the cities thereof, resting-places for shepherds causing their flocks to lie down.

13 ἐν πόλεσι τῆς ὀρεινῆς καὶ ἐν πόλεσι τῆς Σεφηλὰ καὶ ἐν πόλεσι τῆς Ναγὲβ καὶ ἐν γῇ Βενιαμὶν καὶ ἐν ταῖς κύκλῳ Ἱερουσαλὴμ καὶ ἐν πόλεσιν Ἰούδα ἔτι παρελεύσεται πρόβατα ἐπὶ χεῖρα ἀριθμοῦντος, εἶπε Κύριος.

In the cities of the hill country, and in the cities of the valley, and in the cities of the south, and in the land of Benjamin, and in the [cities] round about Jerusalem, and in the cities of Juda, flocks shall yet pass under the hand of him that numbers [them], says the Lord.

Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.