Jeremiah 45
Ἱερεμίας
1 ΚΑΙ ἤκουσε Σαφατίας υἱὸς Μάθαν καὶ Γοδολίας υἱὸς Πασχὼρ καὶ Ἰωάχαλ υἱὸς Σελεμίου τοὺς λόγους, οὓς Ἱερεμίας ἐλάλει ἐπὶ τὸν λαὸν λέγων·
And Saphanias the son of Nathan, and Godolias the son of Paschor, and Joachal the son of Semelias, heard the words which Jeremias spoke to the people, saying,
2 οὕτως εἶπε Κύριος· ὁ κατοικῶν ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπορευόμενος πρὸς τοὺς Χαλδαίους ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς εὕρημα, καὶ ζήσεται.
Thus says the Lord; He that remains in this city shall die by the sword, and by the famine: but he that goes out to the Chaldeans shall live; and his soul shall be given him for a found treasure, and he shall live.
3 ὅτι οὕτως εἶπε Κύριος· παραδιδομένη παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας δυνάμεως βασιλέως Βαβυλῶνος, καὶ συλλήψεται αὐτήν.
For thus says the Lord; This city shall certainly be delivered into the hands of the host of the king of Babylon, and they shall take it.
4 καὶ εἶπαν τῷ βασιλεῖ· ἀναιρεθήτω δὴ ὁ ἄνθρωπος ἐκεῖνος, ὅτι αὐτὸς ἐκλύει τὰς χεῖρας τῶν ἀνθρώπων τῶν πολεμούντων τῶν καταλειπομένων ἐν τῇ πόλει καὶ τὰς χεῖρας παντὸς τοῦ λαοῦ λαλῶν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους· ὅτι ὁ ἄνθρωπος οὗτος οὐ χρησμολογεῖ εἰρήνην τῷ λαῷ τούτῳ, ἀλλ' ἢ πονηρά.
And they said to the king, Let that man, we pray you, be slain, for he weakens the hands of the fighting men that are left in the city, and the hands of all the people, speaking to them according to these words: for this man does not prophesy peace to this people, but evil.
5 καὶ εἶπεν ὁ βασιλεύς· ἰδοὺ αὐτὸς ἐν χερσὶν ὑμῶν· ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτούς.
Then the king said, Behold, he is in your hands. For the king could not resist them.
6 καὶ ἔρριψαν αὐτὸν εἰς λάκκον Μελχίου υἱοῦ τοῦ βασιλέως, ὃς ἦν ἐν τῇ αὐλῇ τῆς φυλακῆς, καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον, καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ ἀλλ' ἢ βόρβορος, καὶ ἦν ἐν τῷ βορβόρῳ.
And they cast him into the dungeon of Melchias the king's son, which was in the court of the prison; and they let him down into the pit: and there was no water in the pit, but mire: and he was in the mire.
7 Καὶ ἤκουσεν Ἀβδεμέλεχ ὁ Αἰθίοψ, καὶ αὐτὸς ἐν οἰκίᾳ τοῦ βασιλέως, ὅτι ἔδωκαν Ἱερεμίαν εἰς τὸν λάκκον· καὶ ὁ βασιλεὺς ἦν ἐν τῇ πύλῃ Βενιαμίν,
And Abdemelech the Ethiopian heard, (now he was in the king's household,) that they [had] put Jeremias into the dungeon; and the king was in the gate of Benjamin:
8 καὶ ἐξῆλθε πρὸς αὐτὸν καὶ ἐλάλησε πρὸς τὸν βασιλέα, καὶ εἶπεν·
and he went forth to him, and spoke to the king and said,
9 ἐπονηρεύσω ἃ ἐποίησας τοῦ ἀποκτεῖναι τὸν ἄνθρωπον τοῦτον ἀπὸ προσώπου τοῦ λιμοῦ, ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει.
You have done evil in what you have done to kill this man with hunger: for there is no more bread in the city.
10 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἀβδεμέλεχ λέγων· λάβε εἰς τὰς χεῖράς σου ἐντεῦθεν τριάκοντα ἀνθρώπους καὶ ἀνάγαγε αὐτὸν ἐκ τοῦ λάκκου, ἵνα μὴ ἀποθάνῃ.
And the king commanded Abdemelech, saying, Take with you hence thirty men, and bring him up out of the dungeon, that he die not.
11 καὶ ἔλαβεν Ἀβδεμέλεχ τοὺς ἀνθρώπους καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγαιον καὶ ἔλαβεν ἐκεῖθεν παλαιὰ ράκη καὶ παλαιὰ σχοινία καὶ ἔρριψεν αὐτὰ πρὸς Ἱερεμίαν εἰς τὸν λάκκον
So Abdemelech took the men and went into the underground [part of the] king's house, and took thence old rags and old ropes, and threw them to Jeremias into the dungeon.
12 καὶ εἶπε· ταῦτα θὲς ὑποκάτω τῶν σχοινίων, καὶ ἐποίησεν Ἱερεμίας οὕτως.
And he said, Put these under the ropes. And Jeremias did so.
13 καὶ εἵλκυσαν αὐτὸν τοῖς σχοινίοις καὶ ἀνήγαγον αὐτὸν ἐκ τοῦ λάκκου· καὶ ἐκάθισεν Ἱερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς.
And they drew him with the ropes, and lifted him out of the dungeon: and Jeremias remained in the court of the prison.
14 Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν αὐτὸν πρὸς ἑαυτὸν εἰς οἰκίαν Ἀσελεισὴ τὴν ἐν οἴκῳ Κυρίου· καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ἐρωτήσω σε λόγον, καὶ μὴ δὴ κρύψῃς ἀπ' ἐμοῦ ρῆμα.
Then the king sent, and called him to himself into the house of Aselisel, which was in the house of the Lord: and the king said to him, I will ask you a question, and I pray you hide nothing from me.
15 καὶ εἶπεν Ἱερεμίας τῷ βασιλεῖ· ἐὰν ἀναγγείλω σοι, οὐχὶ θανάτῳ με θανατώσεις; καὶ ἐὰν συμβουλεύσω σοι, οὐ μὴ ἀκούσῃς μου.
And Jeremias said to the king, If I tell you, will you not certainly put me to death? and if I give you counsel, you will not at all listen to me.
16 καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς λέγων· ζῇ Κύριος, ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην, εἰ ἀποκτενῶ σε καὶ εἰ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων τούτων.
And the king swore to him, saying, [As] the Lord lives who gave us this soul, I will not kill you, neither will I give you into the hands of these men.
17 καὶ εἶπεν αὐτῷ Ἱερεμίας· οὕτως εἶπε Κύριος· ἐὰν ἐξελθὼν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος, καὶ ζήσεται ἡ ψυχή σου, καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρί, καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου.
And Jeremias said to him, Thus says the Lord; If you will indeed go forth to the captains of the king of Babylon, your soul shall live, and this city shall certainly not be burnt with fire; and you shall live, and your house.
18 καὶ ἐὰν μὴ ἐξέλθῃς, δοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας τῶν Χαλδαίων, καὶ καύσουσιν αὐτὴν ἐν πυρί, καὶ σὺ οὐ μὴ σωθῇς.
But if you will not go forth this city shall be delivered into the hands of the Chaldeans, and they shall burn it with fire, and you shall by no means escape.
19 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ἱερεμίᾳ· ἐγὼ λόγον ἔχω τῶν Ἰουδαίων τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους, μὴ δώσειν με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσονταί μου.
And the king said to Jeremias, I consider the Jews that have gone over to the Chaldeans, lest they deliver me into their hands, and they mock me.
20 καὶ εἶπεν Ἱερεμίας· οὐ μὴ παραδῶσί σε· ἄκουσον τὸν λόγον Κυρίου, ὃν ἐγὼ λέγω πρός σε, καὶ βέλτιον ἔσται σοι, καὶ ζήσεται ἡ ψυχή σου.
And Jeremias said, They shall in no wise deliver you up. Hear the word of the Lord which I speak to you; and it shall be better for you, and your soul shall live.
21 καὶ εἰ μὴ θέλεις σὺ ἐξελθεῖν, οὗτος ὁ λόγος, ὃν ἔδειξέ μοι Κύριος·
But if you will not go forth, this is the word which the Lord has shown me.
22 καὶ ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἰκίᾳ βασιλέως Ἰούδα ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως Βαβυλῶνος, καὶ αὗται ἔλεγον· ἠπάτησάν σε καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου καὶ καταλύσουσιν ἐν ὀλισθήμασι πόδα σου, ἀπέστρεψαν ἀπὸ σοῦ.
And, behold, all the women that are left in the house of the king of Juda were brought forth to the princes of the king of Babylon; and they said, The men who were at peace with you have deceived you, and will prevail against you; and they shall cause your foot to slide and fail, they have turned back from you.
23 καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου ἐξάξουσι πρὸς τοὺς Χαλδαίους, καὶ σὺ οὐ μὴ σωθῇς, ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλληφθήσῃ, καὶ ἡ πόλις αὕτη κατακαυθήσεται.
And they shall bring forth your wives and your children to the Chaldeans: and you shall by no means escape, for you shall be taken by the hand of the king of Babylon, and this city shall be burnt.
24 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ἄνθρωπος μὴ γνώτω ἐκ τῶν λόγων τούτων, καὶ σὺ οὐ μὴ ἀποθάνῃς.
Then the king said to him, Let no man know [any] of these words, and certainly you shall not die.
25 καὶ ἐὰν οἱ ἄρχοντες ἀκούσωσιν ὅτι ἐλάλησά σοι καὶ ἔλθωσι πρὸς σὲ καὶ εἴπωσί σοι· ἀνάγγειλον ἡμῖν, τί ἐλάλησέ σοι ὁ βασιλεύς, μὴ κρύψῃς ἀφ' ἡμῶν, καὶ οὐ μὴ ἀνέλωμέν σε, καὶ τί ἐλάλησε πρός σε ὁ βασιλεύς;
And if the princes shall hear that I have spoken to you, and they come to you, and say to you, Tell us, what said the king to you? hide [it] not from us, and we will in no wise kill you, and what said the king to you?
26 καὶ ἐρεῖς αὐτοῖς· ρίπτω ἐγὼ τὸ ἔλεός μου κατ' ὀφθαλμοὺς τοῦ βασιλέως πρὸς τὸ μὴ ἀποστρέψαι με εἰς οἰκίαν Ἰωνάθαν ἀποθανεῖν με ἐκεῖ.
Then you shall say to them, I brought my supplication before the presence of the king, that he would not send me back into the house of Jonathan, that I should die there.
27 καὶ ἤλθοσαν πάντες οἱ ἄρχοντες πρὸς Ἱερεμίαν καὶ ἠρώτησαν αὐτόν, καὶ ἀνήγγειλεν αὐτοῖς κατὰ πάντας τοὺς λόγους τούτους, οὓς ἐνετείλατο αὐτῷ ὁ βασιλεύς· καὶ ἀπεσιώπησαν, ὅτι οὐκ ἠκούσθη ὁ λόγος Κυρίου.
And all the princes came to Jeremias, and asked him: and he told them according to all these words, which the king had commanded him. And they were silent, because the word of the Lord was not heard.
28 καὶ ἐκάθισεν Ἱερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς ἕως χρόνου οὗ συνελήφθη Ἱερουσαλήμ.
And Jeremias remained in the court of the prison, until the time when Jerusalem was taken.
Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.