Joshua 3
Ἰησοῦς Ναυῆ
1 ΚΑΙ ὤρθρισεν Ἰησοῦς τὸ πρωΐ, καὶ ἀπῇραν ἐκ Σαττὶν καὶ ἤλθοσαν ἕως τοῦ Ἰορδάνου καὶ κατέλυσαν ἐκεῖ πρὸ τοῦ διαβῆναι.
And Joshua rose up early in the morning, and departed from Sattin; and they came as far as Jordan, and lodged there before they crossed over.
2 καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας διῆλθον οἱ γραμματεῖς διὰ τῆς παρεμβολῆς
And it came to pass after three days, [that] the scribes went through the camp;
3 καὶ ἐνετείλαντο τῷ λαῷ λέγοντες· ὅταν ἴδητε τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου τοῦ Θεοῦ ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς Λευίτας αἴροντας αὐτήν, ἀπαρεῖτε ἀπὸ τὸν τόπον ὑμῶν καὶ πορεύσεσθε ὀπίσω αὐτῆς·
and they charged the people, saying, When you⌃ shall see the ark of the covenant of the Lord our God, and our priests and the Levites bearing it, you⌃ shall depart from your places, and you⌃ shall go after it.
4 ἀλλὰ μακρὰν ἔστω ἀνὰ μέσον ὑμῶν καὶ ἐκείνης, ὅσον δισχιλίους πήχεις στήσεσθε· μὴ προσεγγίσητε αὐτῇ, ἵνα ἐπίστησθε τὴν ὁδόν, ἣν πορεύσεσθε αὐτήν· οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπ' ἐχθὲς καὶ τρίτης ἡμέρας.
But let there be a distance between you and it; you⌃ shall stand as much as two thousand cubits [from it]. Do not draw near to it, that you⌃ may know the way which you⌃ are to go; for you⌃ have not gone the way before.
5 καὶ εἶπεν Ἰησοῦς τῷ λαῷ· ἁγνίσασθε εἰς αὔριον, ὅτι αὔριον ποιήσει Κύριος ἐν ὑμῖν θαυμαστά.
And Joshua said to the people, Sanctify yourselves against to-morrow, for to-morrow the Lord will do wonders amongst you.
6 καὶ εἶπεν Ἰησοῦς τοῖς ἱερεῦσιν· ἄρατε τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου καὶ προπορεύεσθε τοῦ λαοῦ. καὶ ᾖραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου καὶ ἐπορεύοντο ἔμπροσθεν τοῦ λαοῦ.
And Joshua said to the priests, Take up the ark of the covenant of the Lord, and go before the people: and the priests took up the ark of the covenant of the Lord, and went before the people.
7 καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν· ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε κατενώπιον πάντων υἱῶν Ἰσραήλ, ἵνα γνῶσιν ὅτι καθότι ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ.
And the Lord said to Joshua, This day do I begin to exalt you before all the children of Israel, that they may know that as I was with Moses, so will I also be with you.
8 καὶ νῦν ἔντειλαι τοῖς ἱερεῦσι τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης λέγων· ὡς ἂν εἰσέλθητε ἐπὶ μέρους τοῦ ὕδατος τοῦ Ἰορδάνου, καὶ ἐν τῷ Ἰορδάνῃ στήσεσθε.
And now charge the priests that bear the ark of the covenant, saying, As soon as you⌃ shall enter on a part of the water of Jordan, then you⌃ shall stand in Jordan.
9 καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰσραήλ· προσαγάγετε ὧδε καὶ ἀκούσατε τὸ ρῆμα Κυρίου τοῦ Θεοῦ ἡμῶν.
And Joshua said to the children of Israel, Come hither, and listen to the word of the Lord our God.
10 ἐν τούτῳ γνώσεσθε ὅτι Θεὸς ζῶν ἐν ὑμῖν καὶ ὀλοθρεύων ὀλοθρεύσει ἀπὸ προσώπου ἡμῶν τὸν Χαναναῖον καὶ τὸν Χετταῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν Ἀμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Ἰεβουσαῖον·
Hereby you⌃ shall know that the living God [is] amongst you, and will utterly destroy from before our face the Chananite, and the Chettite and Pherezite, and the Evite, and the Amorite, and the Gergesite, and the Jebusite.
11 ἰδοὺ ἡ κιβωτὸς διαθήκης Κυρίου πάσης τῆς γῆς διαβαίνει τὸν Ἰορδάνην.
Behold, the ark of the covenant of the Lord of all the earth passes over Jordan.
12 προχειρίσασθε ὑμῖν δώδεκα ἄνδρας ἀπὸ τῶν υἱῶν Ἰσραήλ, ἕνα ἀφ' ἑκάστης φυλῆς.
Choose for yourselves twelve men of the sons of Israel, one of each tribe.
13 καὶ ἔσται ὡς ἂν καταπαύσωσιν οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου πάσης τῆς γῆς ἐν τῷ ὕδατι τοῦ Ἰορδάνου, τὸ ὕδωρ τοῦ Ἰορδάνου ἐκλείψει, τὸ δὲ ὕδωρ τὸ καταβαῖνον στήσεται.
And it shall come to pass, when the feet of the priests that bear the ark of the covenant of the Lord of the whole earth rest in the water of Jordan, the water of Jordan [below] shall fail, and the water coming down from above shall stop.
14 καὶ ἀπῇρεν ὁ λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν διαβῆναι τὸν Ἰορδάνην, οἱ δὲ ἱερεῖς ᾔροσαν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου πρότεροι τοῦ λαοῦ.
And the people removed from their tents to cross over Jordan, and the priests bore the ark of the covenant of the Lord before the people.
15 ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν Ἰορδάνην καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ἰορδάνου· ὁ δὲ Ἰορδάνης ἐπληροῦτο καθ' ὅλην τὴν κρηπίδα αὐτοῦ ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν·
And when the priests that bore the ark of the covenant of the Lord entered upon Jordan, and the feet of the priests that bore the ark of the covenant of the Lord were dipped in part of the water of Jordan; (now Jordan overflowed all its banks about the time of wheat harvest:)
16 καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν, ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαρίμ, τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Ἄραβα, θάλασσαν ἁλός, ἕως εἰς τὸ τέλος ἐξέλιπε· καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ἱεριχώ.
then the waters that came down from above stopped; there stood one solid heap very far off, as far as the region of Kariathiarim, and the lower part came down to the sea of Araba, the salt sea, till it completely failed; and the people stood opposite Jericho.
17 καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου· καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ διέβαινον διὰ ξηρᾶς, ἕως συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν Ἰορδάνην.
And the priests that bore the ark of the covenant of the Lord stood on dry land in the midst of Jordan; and all the children of Israel went through on dry land, until all the people had completely gone over Jordan.
Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.