Judith 11
Ἰουδίθ
1 ΚΑΙ εἶπε πρὸς αὐτὴν Ὀλοφέρνης· θάρσησον, γύναι, μὴ φοβηθῇς τῇ καρδίᾳ σου, ὅτι ἐγὼ οὐκ ἐκάκωσα ἄνθρωπον, ὅστις ᾑρέτικε δουλεύειν βασιλεῖ Ναβουχοδονόσορ πάσης τῆς γῆς.
Then said Holofernes to her, Woman, be of good comfort, fear not in your heart: for I never hurt any that was willing to serve Nabuchodonosor, the king of all the earth.
2 καὶ νῦν ὁ λαός σου ὁ κατοικῶν τὴν ὀρεινήν, εἰ μὴ ἐφαύλισάν με, οὐκ ἂν ᾖρα τὸ δόρυ μου ἐπ᾿ αὐτούς, ἀλλ᾿ αὐτοὶ ἑαυτοῖς ἐποίησαν ταῦτα.
Now therefore, if your people that dwells in the mountains had not set light by me, I would not have lifted up my spear against them: but they have done these things to themselves.
3 καὶ νῦν λέγε μοι τίνος ἕνεκεν ἀπέδρας ἀπ᾿ αὐτῶν καὶ ἦλθες πρὸς ἡμᾶς; ἥκεις γὰρ εἰς σωτηρίαν· θάρσει, ἐν τῇ νυκτὶ ταύτῃ ζήσῃ καὶ εἰς τὸ λοιπόν·
But now tell me therefore you are fled from them, and are come to us: for you are come for safeguard; be of good comfort, you shall live this night, and hereafter:
4 οὐ γάρ ἐστιν ὃς ἀδικήσει σε, ἀλλ᾿ εὖ σε ποιήσει καθὰ γίνεται τοῖς δούλοις τοῦ κυρίου μου βασιλέως Ναβουχοδονόσορ.
For none shall hurt you, but entreat you well, as they do the servants of king Nabuchodonosor my lord.
5 καὶ εἶπε πρὸς αὐτὸν Ἰουδίθ· δέξαι τὰ ρήματα τῆς δούλης σου, καὶ λαλησάτω ἡ παιδίσκη σου κατὰ πρόσωπόν σου, καὶ οὐκ ἀναγγελῶ ψεῦδος τῷ κυρίῳ μου ἐν τῇ νυκτὶ ταύτῃ.
Then Judith said to him, Receive the words of your servant, and suffer your handmaid to speak in your presence, and I will declare no lie to my lord this night.
6 καὶ ἐὰν κατακολουθήσῃς τοῖς λόγοις τῆς παιδίσκης σου, τελείως πρᾶγμα ποιήσει μετὰ σοῦ ὁ Θεός, καὶ οὐκ ἀποπεσεῖται ὁ κύριός μου τῶν ἐπιτηδευμάτων αὐτοῦ·
And if you will follow the words of your handmaid, God will bring the thing perfectly to pass by you; and my lord shall not fail of his purposes.
7 ζῇ γὰρ βασιλεὺς Ναβουχοδονόσορ πάσης τῆς γῆς καὶ ζῇ τὸ κράτος αὐτοῦ, ὃς ἀπέστειλέ σε εἰς κατόρθωσιν πάσης ψυχῆς, ὅτι οὐ μόνον ἄνθρωποι διὰ σὲ δουλεύουσιν αὐτῷ, ἀλλὰ καὶ τὰ θηρία τοῦ ἀγροῦ καὶ τὰ κτήνη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ διὰ τῆς ἰσχύος σου ζήσονται ἐπὶ Ναβουχοδονόσορ καὶ πάντα τὸν οἶκον αὐτοῦ·
As Nabuchodonosor king of all the earth lives, and as his power lives, who has sent you for the upholding of every living thing: for not only men shall serve him by you, but also the beasts of the field, and the cattle, and the fowls of the air, shall live by your power under Nabuchodonosor and all his house.
8 ἠκούσαμεν γὰρ τὴν σοφίαν σου καὶ τὰ πανουργεύματα τῆς ψυχῆς σου, καὶ ἀνηγγέλη πάσῃ τῇ γῇ ὅτι σὺ μόνος ἀγαθὸς ἐν πάσῃ βασιλείᾳ καὶ δυνατὸς ἐν ἐπιστήμῃ καὶ θαυμαστὸς ἐν στρατεύμασι πολέμου.
For we have heard of your wisdom and your policies, and it is reported in all the earth, that you only are excellent in all the kingdom, and mighty in knowledge, and wonderful in feats of war.
9 καὶ νῦν ὁ λόγος, ὃν ἐλάλησεν Ἀχιὼρ ἐν τῇ συνεδρίᾳ σου, ἠκούσαμεν τὰ ρήματα αὐτοῦ, ὅτι περιεποιήσαντο αὐτὸν οἱ ἄνδρες Βαιτυλούα, καὶ ἀνήγγειλεν αὐτοῖς πάντα, ὅσα ἐξελάλησε παρὰ σοί.
Now as concerning the matter, which Achior did speak in your council, we have heard his words; for the men of Bethulia saved him, and he declared to them all that he had spoken to you.
10 διό, δέσποτα κύριε, μὴ παρέλθῃς τὸν λόγον αὐτοῦ, ἀλλὰ κατάθου αὐτὸν ἐν τῇ καρδίᾳ σου, ὅτι ἀληθής ἐστιν· οὐ γὰρ ἐκδικᾶται τὸ γένος ἡμῶν, οὐ κατισχύει ρομφαία ἐπ᾿ αὐτούς, ἐὰν μὴ ἁμάρτωσιν εἰς τὸν Θεὸν αὐτῶν.
Therefore, O lord and governor, reject not his word; but lay it up in your heart, for it is true: for our nation shall not be punished, neither can sword prevail against them, except they sin against their God.
11 καὶ νῦν, ἵνα μὴ γένηται ὁ κύριός μου ἔκβολος καὶ ἄπρακτος καὶ ἐπιπεσεῖται θάνατος ἐπὶ πρόσωπον αὐτῶν, καὶ κατελάβετο αὐτοὺς ἁμάρτημα, ἐν ᾧ παροργιοῦσι τὸν Θεὸν αὐτῶν, ὁπηνίκα ἂν ποιήσωσιν ἀτοπίαν·
And now, that my lord be not defeated and frustrate of his purpose, even death is now fallen upon them, and their sin has overtaken them, wherewith they will provoke their God to anger whenever they shall do that which is not fit to be done:
12 ἐπεὶ γὰρ ἐξέλιπεν αὐτοὺς τὰ βρώματα καὶ ἐσπανίσθη πᾶν ὕδωρ, ἐβουλεύσαντο ἐπιβαλεῖν τοῖς κτήνεσιν αὐτῶν καὶ πάντα, ὅσα διεστείλατο αὐτοῖς ὁ Θεὸς ἐν τοῖς νόμοις αὐτοῦ μὴ φαγεῖν, διέγνωσαν δαπανῆσαι.
For their food fail them, and all their water is scant, and they have determined to lay hands upon their cattle, and purposed to consume all those things, that God has forbidden them to eat by his laws:
13 καὶ τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τὰς δεκάτας τοῦ οἴνου καὶ τοῦ ἐλαίου, ἃ διεφύλαξαν ἁγιάσαντες τοῖς ἱερεῦσι τοῖς παρεστηκόσιν ἐν Ἱερουσαλὴμ ἀπέναντι τοῦ προσώπου τοῦ Θεοῦ ἡμῶν, κεκρίκασιν ἐξαναλῶσαι, ὧν οὐδὲ ταῖς χερσὶν καθῆκεν ἅψασθαι οὐδένα τῶν ἐκ τοῦ λαοῦ.
And are resolved to spend the first fruits of the the tenths of wine and oil, which they had sanctified, and reserved for the priests that serve in Jerusalem before the face of our God; the which things it is not lawful for any of the people so much as to touch with their hands.
14 καὶ ἀπεστάλκασιν εἰς Ἱερουσαλήμ, ὅτι καὶ οἱ ἐκεῖ κατοικοῦντες ἐποίησαν ταῦτα, τοὺς μετακομίσαντας αὐτοῖς τὴν ἄφεσιν παρὰ τῆς γερουσίας.
For they have sent some to Jerusalem, because they also that dwell there have done the like, to bring them a licence from the senate.
15 καὶ ἔσται ὡς ἂν ἀναγγείλῃ αὐτοῖς καὶ ποιήσωσι, δοθήσονταί σοι εἰς ὄλεθρον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
Now when they shall bring them word, they will forthwith do it, and they shall be given to you to be destroyed the same day.
16 ὅθεν ἐγὼ ἡ δούλη σου ἐπιγνοῦσα ταῦτα πάντα ἀπέδρων ἀπὸ προσώπου αὐτῶν, καὶ ἐπέστειλέ με ὁ Θεὸς ποιῆσαι μετὰ σοῦ πράγματα, ἐφ᾿ οἷς ἐκστήσεται πᾶσα ἡ γῆ, ὅσοι ἐὰν ἀκούσωσιν αὐτά.
Therefore I your handmaid, knowing all this, am fled from their presence; and God has sent me to work things with you, whereat all the earth shall be astonished, and whoever shall hear it.
17 ὅτι ἡ δούλη σου θεοσεβής ἐστι καὶ θεραπεύουσα νυκτὸς καὶ ἡμέρας τὸν Θεὸν τοῦ οὐρανοῦ· καὶ νῦν μενῶ παρὰ σοί, κύριέ μου, καὶ ἐξελεύσεται ἡ δούλη σου κατὰ τὴν νύκτα εἰς τὴν φάραγγα καὶ προσεύξομαι πρὸς τὸν Θεόν, καὶ ἐρεῖ μοι πότε ἐποίησαν τὰ ἁμαρτήματα αὐτῶν.
For your servant is religious, and serves the God of heaven day and night: now therefore, my lord, I will remain with you, and your servant will go out by night into the valley, and I will pray to God, and he will tell me when they have committed their sins:
18 καὶ ἐλθοῦσα προσανοίσω σοι, καὶ ἐξελεύσῃ σὺν πάσῃ τῇ δυνάμει σου, καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεταί σοι ἐξ αὐτῶν.
And I will come and show it to you: then you shall go forth with all your army, and there shall be none of them that shall resist you.
19 καὶ ἄξω σε διὰ μέσου τῆς Ἰουδαίας ἕως τοῦ ἐλθεῖν ἀπέναντι Ἱερουσαλὴμ καὶ θήσω τὸν δίφρον σου ἐν μέσῳ αὐτῆς, καὶ ἄξεις αὐτοὺς ὡς πρόβατα, οἷς οὐκ ἔστι ποιμήν, καὶ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπέναντί σου, ὅτι ταῦτα ἐλαλήθη μοι κατὰ πρόγνωσίν μου καὶ ἀπηγγέλη μοι, καὶ ἀπεστάλην ἀναγγεῖλαί σοι.
And I will lead you through the midst of Judea, until you come before Jerusalem; and I will set your throne in the midst thereof; and you shall drive them as sheep that have no shepherd, and a dog shall not so much as open his mouth at you: for these things were told me according to my foreknowledge, and they were declared to me, and I am sent to tell you.
20 καὶ ἤρεσαν οἱ λόγοι αὐτῆς ἐναντίον Ὀλοφέρνου καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ, καὶ ἐθαύμασαν ἐπὶ τῇ σοφίᾳ αὐτῆς καὶ εἶπαν·
Then her words pleased Holofernes and all his servants; and they marvelled at her wisdom, and said,
21 οὐκ ἔστι τοιαύτη γυνὴ ἀπ᾿ ἄκρου ἕως ἄκρου τῆς γῆς καλῷ προσώπῳ καὶ συνέσει λόγων.
There is not such a woman from one end of the earth to the other, both for beauty of face, and wisdom of words.
22 καὶ εἶπε πρὸς αὐτὴν Ὀλοφέρνης· εὖ ἐποίησεν ὁ Θεὸς ἀποστείλας σε ἔμπροσθεν τοῦ λαοῦ τοῦ γενηθῆναι ἐν χερσὶν ἡμῶν κράτος, ἐν δὲ τοῖς φαυλίσασι τὸν κύριόν μου ἀπώλειαν.
Likewise Holofernes said to her. God has done well to send you before the people, that strength might be in our hands and destruction upon them that lightly regard my lord.
23 καὶ νῦν ἀστεία εἶ σὺ ἐν τῷ εἴδει σου καὶ ἀγαθὴ ἐν τοῖς λόγοις σου· ὅτι ἐὰν ποιήσῃς καθὰ ἐλάλησας, ὁ Θεός σου ἔσται μου Θεός, καὶ σὺ ἐν οἴκῳ βασιλέως Ναβουχοδονόσορ καθήσῃ καὶ ἔσῃ ὀνομαστὴ παρὰ πᾶσαν τὴν γῆν.
And now you are both beautiful in your countenance, and witty in your words: surely if you do as you have spoken your God shall be my God, and you shall dwell in the house of king Nabuchodonosor, and shall be renowned through the whole earth.
Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.