PhilokaliaKnowledge Map

The Bible Judith Chapter 6

Judith 6

Ἰουδίθ

1 ΚΑΙ ὡς κατέπαυσεν ὁ θόρυβος τῶν ἀνδρῶν τῶν κύκλῳ τῆς συνεδρίας, καὶ εἶπεν Ὀλοφέρνης ὁ ἀρχιστράτηγος δυνάμεως Ἀσσοὺρ πρὸς Ἀχιὼρ ἐναντίον παντὸς τοῦ δήμου ἀλλοφύλων καὶ πρὸς πάντας υἱοὺς Μωάβ·

And when the tumult of men that were about the council was ceased, Holofernes the chief captain of the army of Assur said to Achior and all the Moabites before all the company of other nations,

2 καὶ τίς εἶ σύ, Ἀχιὼρ καὶ οἱ μισθωτοὶ τοῦ Ἐφραίμ, ὅτι ἐπροφήτευσας ἐν ἡμῖν καθὼς σήμερον καὶ εἶπας τὸ γένος Ἰσραὴλ μὴ πολεμῆσαι, ὅτι ὁ Θεὸς αὐτῶν ὑπερασπιεῖ αὐτῶν; καὶ τίς ὁ Θεὸς εἰ μὴ Ναβουχοδονόσορ; οὗτος ἀποστελεῖ τὸ κράτος αὐτοῦ καὶ ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου τῆς γῆς, καὶ οὐ ρύσεται αὐτοὺς ὁ Θεὸς αὐτῶν·

And who are you, Achior, and the hirelings of Ephraim, that you have prophesied against us as to day, and have said, that we should not make war with the people of Israel, because their God will defend them? and who is God but Nabuchodonosor?

3 ἀλλ᾿ ἡμεῖς οἱ δοῦλοι αὐτοῦ πατάξομεν αὐτοὺς ὡς ἄνθρωπον ἕνα, καὶ οὐχ ὑποστήσονται τὸ κράτος τῶν ἵππων ἡμῶν.

He will send his power, and will destroy them from the face of the earth, and their God shall not deliver them: but we his servants will destroy them as one man; for they are not able to sustain the power of our horses.

4 κατακαύσομεν γὰρ αὐτοὺς ἐν αὐτοῖς, καὶ τὰ ὄρη αὐτῶν μεθυσθήσεται ἐν τῷ αἵματι αὐτῶν, καὶ τὰ πεδία αὐτῶν πληρωθήσεται νεκρῶν αὐτῶν, καὶ οὐκ ἀντιστήσεται τὸ ἴχνος τῶν ποδῶν αὐτῶν κατὰ πρόσωπον ἡμῶν, ἀλλὰ ἀπωλείᾳ ἀπολοῦνται, λέγει ὁ βασιλεὺς Ναβουχοδονόσορ ὁ κύριος πάσης τῆς γῆς· εἶπε γάρ, οὐ ματαιωθήσεται τὰ ρήματα τῶν λόγων αὐτοῦ.

For with them we will tread them under foot, and their mountains shall be drunken with their blood, and their fields shall be filled with their dead bodies, and their footsteps shall not be able to stand before us, for they shall utterly perish, says king Nabuchodonosor, lord of all the earth: for he said, None of my words shall be in vain.

5 σὺ δὲ Ἀχιὼρ μισθωτὲ τοῦ Ἀμμών, ὃς ἐλάλησας τοὺς λόγους τούτους ἐν ἡμέρᾳ ἀδικίας σου, οὐκ ὄψει ἔτι τὸ πρόσωπόν μου ἀπὸ τῆς ἡμέρας ταύτης, ἕως οὗ ἐκδικήσω τὸ γένος τῶν ἐξ Αἰγύπτου·

And you, Achior, an hireling of Ammon, which have spoken these words in the day of your iniquity, shall see my face no more from this day, until I take vengeance of this nation that came out of Egypt.

6 καὶ τότε διελεύσεται ὁ σίδηρος τῆς στρατιᾶς μου καὶ ὁ λαὸς τῶν θεραπόντων μου τὰς πλευράς σου, καὶ πεσῇ ἐν τοῖς τραυματίαις αὐτῶν, ὅταν ἐπιστρέψω.

And then shall the sword of my army, and the multitude of them that serve me, pass through your sides, and you shall fall amongst their slain, when I return.

7 καὶ ἀποκαταστήσουσί σε οἱ δοῦλοί μου εἰς τὴν ὀρεινὴν καὶ θήσουσί σε ἐν μιᾷ τῶν πόλεων τῶν ἀναβάσεων,

Now therefore my servants shall bring you back into the hill country, and shall set you in one of the cities of the passages:

8 καὶ οὐκ ἀπολῇ ἕως οὗ ἐξολοθρευθῇς μετ᾿ αὐτῶν.

And you shall not perish, till you be destroyed with them.

9 καὶ εἴπερ ἐλπίζεις τῇ καρδίᾳ σου ὅτι οὐ ληφθήσονται, μὴ συμπεσέτω σου τὸ πρόσωπον· ἐλάλησα, καὶ οὐδὲν διαπεσεῖται τῶν ρημάτων μου.

And if you persuade yourself in your mind that they shall be taken, let not your countenance fall: I have spoken it, and none of my words shall be in vain.

10 καὶ προσέταξεν Ὀλοφέρνης τοῖς δούλοις αὐτοῦ, οἳ ἦσαν παρεστηκότες ἐν τῇ σκηνῇ αὐτοῦ, συλλαβεῖν τὸν Ἀχιὼρ καὶ ἀποκαταστῆσαι αὐτὸν εἰς Βαιτυλούα καὶ παραδοῦναι εἰς χεῖρας υἱῶν Ἰσραήλ.

Then Holofernes commanded his servants, that waited in his tent, to take Achior, and bring him to Bethulia, and deliver him into the hands of the children of Israel.

11 καὶ συνέλαβον αὐτὸν οἱ δοῦλοι αὐτοῦ καὶ ἤγαγον αὐτὸν ἔξω τῆς παρεμβολῆς εἰς τὸ πεδίον καὶ ἀπῇραν ἐκ μέσου τῆς πεδινῆς εἰς τὴν ὀρεινὴν καὶ παρεγένοντο ἐπὶ τὰς πηγάς, αἳ ἦσαν ὑποκάτω Βαιτυλούα.

So his servants took him, and brought him out of the camp into the plain, and they went from the midst of the plain into the hill country, and came to the fountains that were under Bethulia.

12 καὶ ὡς εἶδαν αὐτοὺς οἱ ἄνδρες τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, ἀνέλαβον τὰ ὅπλα αὐτῶν καὶ ἀπῆλθον ἔξω τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ πᾶς ἀνὴρ σφενδονήτης διεκράτησαν τὴν ἀνάβασιν αὐτῶν καὶ ἔβαλον ἐν λίθοις ἐπ᾿ αὐτούς.

And when the men of the city saw them, they took up their weapons, and went out of the city to the top of the hill: and every man that used a sling kept them from coming up by casting of stones against them.

13 καὶ ὑποδύσαντες ὑποκάτω τοῦ ὄρους ἔδησαν τὸν Ἀχιὼρ καὶ ἀφῆκαν ἐρριμμένον ὑπὸ τὴν ρίζαν τοῦ ὄρους καὶ ἀπῴχοντο πρὸς τὸν κύριον αὐτῶν.

Nevertheless having gotten privily under the hill, they bound Achior, and cast him down, and left him at the foot of the hill, and returned to their lord.

14 καταβάντες δὲ υἱοὶ Ἰσραὴλ ἐκ τῆς πόλεως αὐτῶν ἐπέστησαν αὐτῷ καὶ λύσαντες αὐτὸν ἀπήγαγον εἰς τὴν Βαιτυλούα καὶ κατέστησαν αὐτὸν ἐπὶ τοὺς ἄρχοντας τῆς πόλεως αὐτῶν,

But the Israelites descended from their city, and came to him, and loosed him, and brought him to Bethulia, and presented him to the governors of the city:

15 οἳ ἦσαν ἐν ταῖς ἡμέραις ἐκείναις, Ὀζίας ὁ τοῦ Μιχὰ ἐκ τῆς φυλῆς Συμεὼν καὶ Ἀβρὶς ὁ τοῦ Γοθονιὴλ καὶ Χαρμὶς υἱὸς Μελχιήλ.

Which were in those days Ozias the son of Micha, of the tribe of Simeon, and Chabris the son of Gothoniel, and Charmis the son of Melchiel.

16 καὶ συνεκάλεσαν πάντας τοὺς πρεσβυτέρους τῆς πόλεως, καὶ συνέδραμον πᾶς νεανίσκος αὐτῶν καὶ αἱ γυναῖκες εἰς τὴν ἐκκλησίαν, καὶ ἔστησαν τὸν Ἀχιὼρ ἐν μέσῳ παντὸς τοῦ λαοῦ αὐτῶν, καὶ ἐπηρώτησεν αὐτὸν Ὀζίας τὸ συμβεβηκός.

And they called together all the ancients of the city, and all their youth ran together, and their women, to the assembly, and they set Achior in the midst of all their people. Then Ozias asked him of that which was done.

17 καὶ ἀποκριθεὶς ἀπήγγειλεν αὐτοῖς τὰ ρήματα τῆς συνεδρίας Ὀλοφέρνου καὶ πάντα τὰ ρήματα, ὅσα ἐλάλησεν ἐν μέσῳ τῶν ἀρχόντων υἱῶν Ἀσσούρ, καὶ ὅσα ἐμεγαλορρημόνησεν Ὀλοφέρνης εἰς τὸν οἶκον Ἰσραήλ.

And he answered and declared to them the words of the council of Holofernes, and all the words that he had spoken in the midst of the princes of Assur, and whatever Holofernes had spoken proudly against the house of Israel.

18 καὶ πεσόντες ὁ λαὸς προσεκύνησαν τῷ Θεῷ καὶ ἐβόησαν λέγοντες·

Then the people fell down and worshipped God, and cried to God. saying,

19 Κύριε ὁ Θεὸς τοῦ οὐρανοῦ, κάτιδε ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν καὶ ἐλέησον τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τῶν ἡγιασμένων σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ.

O Lord God of heaven, behold their pride, and pity the low estate of our nation, and look upon the face of those that are sanctified to you this day.

20 καὶ παρεκάλεσαν τὸν Ἀχιὼρ καὶ ἐπῃ£νεσαν αὐτὸν σφόδρα.

Then they comforted Achior, and praised him greatly.

21 καὶ παρέλαβεν αὐτὸν Ὀζίας ἐκ τῆς ἐκκλησίας εἰς οἶκον αὐτοῦ καὶ ἐποίησε πότον τοῖς πρεσβυτέροις, καὶ ἐπεκαλέσαντο τὸν Θεὸν Ἰσραὴλ εἰς βοήθειαν ὅλην τὴν νύκτα ἐκείνην.

And Ozias took him out of the assembly to his house, and made a feast to the elders; and they called on the God of Israel all that night for help.

Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.