PhilokaliaKnowledge Map

The Bible Nehemiah Chapter 12

Nehemiah 12

Νεεμίας

1 ΚΑΙ οὗτοι οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἱ ἀναβάντες μετὰ Ζοροβάβελ υἱοῦ Σαλαθιὴλ καὶ Ἰησοῦ· Σαραΐα, Ἱερεμία, Ἔσδρα,

Now these [are] the priests and the Levites that went up with Zorobabel the son of Salathiel and Jesus: Saraia, Jeremia, Esdra,

2 Ἀμαρία, Μαλούχ,

Amaria, Maluch,

3 Σεχενία·

Sechenia.

7 οὗτοι οἱ ἄρχοντες τῶν ἱερέων καὶ ἀδελφοὶ αὐτῶν ἐν ἡμέραις Ἰησοῦ.

These [were] the chiefs of the priests, and their brethren in the days of Jesus.

8 καὶ οἱ Λευῖται, Ἰησοῦ, Βανουΐ, Καδμιήλ, Σαραβία, Ἰωδαέ, Ματθανία, ἐπὶ τῶν χειρῶν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτῶν εἰς τὰς ἐφημερίας.

And the Levites [were], Jesus, Banui, Cadmiel, Sarabia, Jodae, Matthania: he [was] over the bands, and his brethren [were appointed] to the daily courses. (verse 12:8-9 in Brenton's English)

10 καὶ Ἰησοῦς ἐγέννησε τὸν Ἰωακίμ, καὶ Ἰωακὶμ ἐγέννησε τὸν Ἐλιασίβ, καὶ Ἐλιασὶβ τὸν Ἰωδαέ,

And Jesus begot Joakim, and Joakim begot Eliasib, and Eliasib [begot] Jodae,

11 καὶ Ἰωδαὲ ἐγέννησε τὸν Ἰωνάθαν, καὶ Ἰωνάθαν ἐγέννησε τὸν Ἰαδού.

and Jodae begot Jonathan, and Jonathan begot Jadu.

12 καὶ ἐν ἡμέραις Ἰωακὶμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν· τῷ Σαραΐα Ἀμαρία, τῷ Ἱερεμίᾳ Ἀνανία,

And in the days of Joakim, his brethren the priests and the heads of families [were, belonging] to Saraia, Amaria; to Jeremia, Anania;

13 τῷ Ἔσδρᾳ Μεσουλάμ, τῷ Ἀμαρίᾳ Ἰωανάν,

to Esdra, Mesulam; to Amaria, Joanan;

14 τῷ Ἀμαλοὺχ Ἰωνάθαν, τῷ Σεχενίᾳ Ἰωσήφ,

to Amaluch, Jonathan; to Sechenia, Joseph;

15 τῷ Ἀρὲ Μαννάς, τῷ Μαριὼθ Ἐλκαΐ,

to Are, Mannas; to Marioth, Elcai;

16 τῷ Ἀδαδαΐ Ζαχαρία, τῷ Γαναθὼθ Μοσολάμ,

to Adadai, Zacharia; to Ganathoth, Mesolam;

17 τῷ Ἀβιὰ Ζεχρί, τῷ Μιαμὶν Μααδαὶ τῷ Φελετί,

to Abia, Zechri; to Miamin, Maadai; to Pheleti, [one];

18 τῷ Βαλγὰς Σαμουέ, τῷ Σεμίᾳ Ἰωνάθαν,

In the English, this verse is part of verse 17.

19 τῷ Ἰωαρὶβ Ματθαναΐ, τῷ Ἐδίῳ Ὀζί,

to Balgas, Samue; to Semia, Jonathan; to Joarib, Matthanai; to Edio, Ozi; (verse 12:18-19 in Brenton's English)

20 τῷ Σαλαΐ Καλλαΐ, τῷ Ἀμὲκ Ἀβέδ,

to Salai, Callai; to Amec, Abed;

21 τῷ Ἐλκίᾳ Ἀσαβίας, τῷ Ἰεδεϊοὺ Ναθαναήλ.

to Elkia, Asabias; to Jedeiu, Nathanael.

22 οἱ Λευῖται ἐν ἡμέραις Ἐλιασίβ, Ἰωαδὰ καὶ Ἰωὰ καὶ Ἰωανὰν καὶ Ἰδούα, γεγραμμένοι ἄρχοντες τῶν πατριῶν, καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου·

The Levites in the days of Eliasib, Joada, and Joa, and Joanan, and Idua, [were] recorded heads of families: also the priests, in the reign of Darius the Persian.

23 υἱοὶ δὲ Λευὶ ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν Ἰωανὰν υἱοῦ Ἐλισουέ.

And the sons of Levi, heads of families, [were] written in the book of the chronicles, even to the days of Joanan son of Elisue.

24 καὶ οἱ ἄρχοντες τῶν Λευιτῶν Ἀσαβία καὶ Σαραβία καὶ Ἰησοῦ καὶ υἱοὶ Καδμιὴλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὕμνον αἰνεῖν ἐν ἐντολῇ Δαυὶδ ἀνθρώπου τοῦ Θεοῦ ἐφημερία πρὸς ἐφημερίαν

And the heads of the Levites [were] Asabia, and Sarabia, and Jesu: and the sons of Cadmiel, and their brethren over against them, were to sing hymns of praise, according to the commandment of David the man of God, course by course.

25 ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς

When I gathered the porters,

26 ἐν ἡμέραις Ἰωακὶμ υἱοῦ Ἰησοῦ, υἱοῦ Ἰωσεδὲκ καὶ ἐν ἡμέραις Νεεμία, καὶ Ἔσδρας ὁ ἱερεὺς καὶ γραμματεύς.

[it was] in the days of Joakim son of Jesus, son of Josedec, and in the days of Neemia: and Esdras the priest [was] scribe.

27 Καί ἐν ἐγκαινίοις τείχους Ἱερουσαλὴμ ἐζήτησαν τοὺς Λευίτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς Ἱερουσαλὴμ ποιῆσαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν Θωδαθὰ καὶ ἐν ᾠδαῖς, κυμβαλίζοντες καὶ ψαλτήρια καὶ κινύραι.

And at the dedication of the wall of Jerusalem they sought the Levites in their places, to bring them to Jerusalem, to keep a feast of dedication and gladness with thanksgiving, and they sounded cymbals with songs, and [had] lutes and harps.

28 καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ᾀδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς Ἱερουσαλὴμ καὶ ἀπὸ ἐπαύλεων

And the sons of the singers were assembled both from the neighbourhood round about to Jerusalem, and from the villages,

29 καὶ ἀπὸ ἀγρῶν· ὅτι ἐπαύλεις ᾠκοδόμησαν ἑαυτοῖς οἱ ᾄδοντες ἐν Ἱερουσαλήμ.

and from the country: for the singers built themselves villages by Jerusalem.

30 καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται, καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τεῖχος.

And the priests and the Levites purified themselves, and they purified the people, and the porters, and the wall.

31 καὶ ἀνήνεγκα τοὺς ἄρχοντας Ἰούδα ἐπάνω τοῦ τείχους καὶ ἔστησα δύο περὶ αἰνέσεως μεγάλους, καὶ διῆλθον ἐκ δεξιῶν ἐπάνω τοῦ τείχους τῆς κοπρίας,

And they brought up the princes of Juda on the wall, and they appointed two great [companies] for thanksgiving, and they passed on the right hand on the wall of the dung-gate.

32 καὶ ἐπορεύθη ὀπίσω αὐτῶν Ὠσαΐα καὶ ἥμισυ ἀρχόντων Ἰούδα

And after them went Osaia, and half the princes of Juda,

33 καὶ Ἀζαρίας καὶ Ἔσδρας καὶ Μεσολλάμ,

and Azarias, and Esdras, and Mesollam,

34 καὶ Ἰούδα καὶ Βενιαμὶν καὶ Σαμαΐας καὶ Ἱερεμία

and Juda, and Benjamin, and Samaias and Jeremia.

35 καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἐν σάλπιγξι Ζαχαρίας υἱὸς Ἰωνάθαν, υἱὸς Σαμαΐα, υἱὸς Ματθανία, υἱὸς Μιχαία, υἱὸς Ζακχούρ, υἱὸς Ἀσάφ·

And [some] of the sons of the priest with trumpets, Zacharias son of Jonathan, son of Samaias, son of Matthania, son of Michaia, son of Zacchur, son of Asaph:

36 καὶ ἀδελφοὶ αὐτοῦ Σαμαΐα καὶ Ὀζιήλ, Γελώλ, Ἰαμά, Ἀΐα, Ναθαναὴλ καὶ Ἰούδα, Ἀνανί, τοῦ αἰνεῖν ἐν ᾠδαῖς Δαυὶδ ἀνθρώπου Θεοῦ, καὶ Ἔσδρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτῶν·

and his brethren, Samaia, and Oziel, Gelol, Jama, Aia, Nathanael, and Juda, Anani, to praise with the hymns of David the man of God; and Esdras the scribe [was] before them,

37 ἐπὶ πύλης τοῦ αἲν κατέναντι αὐτῶν ἀνέβησαν ἐπὶ κλίμακας πόλεως Δαυὶδ ἐν ἀναβάσει τοῦ τείχους ἐπάνωθεν τοῦ οἴκου Δαυὶδ καὶ ἕως τῆς πύλης τοῦ ὕδατος κατὰ ἀνατολάς.

at the gate, to praise before them, and they went up by the steps of the city of David, in the ascent of the wall, above the house of David, even to the water-gate

38 καὶ περὶ αἰνέσεως ἡ δευτέρα ἐπορεύετο συναντῶσα αὐτοῖς, καὶ τὸ ἥμισυ τοῦ λαοῦ ἐπάνω τοῦ τείχους ὑπεράνω τοῦ πύργου τῶν θεννουρὶμ καὶ ἕως τοῦ τείχους τοῦ πλατέος

This verse is not in Brenton's English, which follows another reading of the Greek.

39 καὶ ὑπεράνω τῆς πύλης Ἐφραὶμ καὶ ἐπὶ τὴν πύλην ἰχθυρὰν καὶ πύργῳ Ἀναμεὴλ καὶ ἕως πύλης τῆς προβατικῆς καὶ ἔστησαν ἐν πύλῃ τῆς φυλακῆς.

of Ephraim, and to the fish-gate, and by the tower of Anameel, and as far as the sheep-gate.

40 καὶ ἔστησαν αἱ δύο τῆς αἰνέσεως ἐν οἴκῳ τοῦ Θεοῦ, καὶ ἐγὼ καὶ τὸ ἥμισυ τῶν στρατηγῶν μετ' ἐμοῦ

This verse is not in Brenton's English, which follows another reading of the Greek.

41 καὶ οἱ ἱερεῖς Ἐλιακίμ, Μαασίας, Βενιαμίν, Μιχαίας, Ἐλιωηναί, Ζαχαρίας, Ἀνανίας ἐν σάλπιγξι καὶ Μαασίας καὶ Σεμεΐας καὶ Ἐλεάζαρ καὶ Ὀζὶ καὶ Ἰωανὰθ καὶ Μελχίας καὶ Αἰλὰμ καὶ Ἐζούρ,

This verse is not in Brenton's English, which follows another reading of the Greek.

42 καὶ ἠκούσθησαν οἱ ᾄδοντες καὶ ἐπεσκέπησαν.

And the singers were heard, and were numbered.

43 καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν, ὅτι ὁ Θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως. καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐφράνθησαν, καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν Ἱερουσαλὴμ ἀπὸ μακρόθεν.

And in that day they offered great sacrifices, and rejoiced; for God had made them very joyful: and their wives and their children rejoiced: and the joy in Jerusalem was heard from afar off.

44 Καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων, τοῖς θυσαυροῖς, ταῖς ἀπαρχαῖς καὶ ταῖς δεκάταις καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσι τῶν πόλεων, μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, ὅτι εὐφροσύνη ἦν ἐν Ἰούδᾳ ἐπὶ τοὺς ἱερεῖς καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστῶτας.

And in that day they appointed men over the treasuries, for the treasures, the first fruits, and the tithes, and [for] the chiefs of the cities who were assembled amongst them, [to furnish] portions for the priests and Levites: for [there was] joy in Juda over the priests and over the Levites that waited.

45 καὶ ἐφύλαξαν φυλακὰς Θεοῦ αὐτῶν καὶ φυλακὰς τοῦ καθαρισμοῦ καὶ τοὺς ᾄδοντας καὶ τοὺς πυλωρούς, ὡς ἐντολαὶ Δαυὶδ καὶ Σαλωμὼν υἱοῦ αὐτοῦ.

And they kept the charges of their God, and the charges of the purification, and [ordered] the singers and the porters, according to the commandments of David and his son Solomon.

46 ὅτι ἐν ἡμέραις Δαυὶδ Ἀσὰφ ἀπ' ἀρχῆς πρῶτος τῶν ᾀδόντων καὶ ὕμνον καὶ αἴνεσιν τῷ Θεῷ.

For in the days of David Asaph was originally first of the singers, and [they sang] hymns and praise to God.

47 καὶ πᾶς Ἰσραὴλ ἐν ἡμέραις Ζοροβάβελ καὶ ἐν ταῖς ἡμέραις Νεεμίου διδόντες μερίδας τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ, καὶ ἁγιάζοντες τοῖς Λευίταις, καὶ οἱ Λευῖται ἁγιάζοντες τοῖς υἱοῖς Ἀαρών.

And all Israel in the days of Zorobabel, and in the days of Neemias, gave the portions of the singers and the porters, a daily rate: and consecrated them to the Levites: and the Levites consecrated them to the sons of Aaron.

Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.