PhilokaliaKnowledge Map

The Bible Numbers Chapter 20

Numbers 20

Ἀριθμοί

1 ΚΑΙ ἦλθον οἱ υἱοὶ Ἰσραὴλ πᾶσα ἡ συναγωγὴ εἰς τὴν ἔρημον Σίν, ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ κατέμεινεν ὁ λαὸς ἐν Κάδης, καὶ ἐτελεύτησεν ἐκεῖ Μαριὰμ καὶ ἐτάφη ἐκεῖ.

And the children of Israel, [even] the whole congregation, came into the wilderness of Sin, in the first month, and the people abode in Cades; and Mariam died there, and was buried there.

2 καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ ἠθροίσθησαν ἐπὶ Μωυσῆν καὶ Ἀαρών.

And there was no water for the congregation: and they gathered themselves together against Moses and Aaron.

3 καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες· ὄφελον ἀπεθάνομεν ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι Κυρίου·

And the people reviled Moses, saying, Would we had died in the destruction of our brethren before the Lord!

4 καὶ ἱνατί ἀνηγάγετε τὴν συναγωγὴν Κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη ἡμῶν;

And therefore have you⌃ brought up the congregation of the Lord into this wilderness, to kill us and our cattle?

5 καὶ ἱνατί τοῦτο; ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον, τόπος οὗ οὐ σπείρεται, οὐδὲ συκαῖ, οὐδὲ ἄμπελοι, οὔτε ροαί, οὔτε ὕδωρ ἐστὶ πιεῖν.

And therefore [is] this? You⌃ have brought us up out of Egypt, that we should come into this evil place; a place where there is no sowing, neither figs, nor vines, nor pomegranates, neither is there water to drink.

6 καὶ ἦλθε Μωυσῆς καὶ Ἀαρὼν ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἔπεσον ἐπὶ πρόσωπον, καὶ ὤφθη ἡ δόξα Κυρίου πρὸς αὐτούς.

And Moses and Aaron went from before the assembly to the door of the tabernacle of witness, and they fell upon their faces; and the glory of the Lord appeared to them.

7 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·

And the Lord spoke to Moses, saying,

8 λάβε τὴν ράβδον σου καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου καὶ λαλήσατε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς, καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν.

Take your rod, and call the assembly, you and Aaron your brother, and speak you⌃ to the rock before them, and it shall give forth its waters; and you⌃ shall bring forth for them water out of the rock, and give drink to the congregation and their cattle.

9 καὶ ἔλαβε Μωυσῆς τὴν ράβδον τὴν ἀπέναντι Κυρίου, καθὰ συνέταξε Κύριος,

And Moses took his rod which was before the Lord, as the Lord commanded.

10 καὶ ἐξεκλησίασε Μωυσῆς καὶ Ἀαρὼν τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας καὶ εἶπε πρὸς αὐτούς· ἀκούσατέ μου, οἱ ἀπειθεῖς· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ;

And Moses and Aaron assembled the congregation before the rock, and said to them, Hear me, you⌃ disobedient ones; must we bring you water out of this rock?

11 καὶ ἐπάρας Μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπάταξε τὴν πέτραν τῇ ράβδῳ δίς, καὶ ἐξῆλθεν ὕδωρ πολύ, καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτῶν.

And Moses lifted up his hand and struck the rock with his rod twice; and much water came forth, and the congregation drank, and their cattle.

12 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρών· ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραήλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν δέδωκα αὐτοῖς.

And the Lord said to Moses and Aaron, Because you⌃ have not believed me to sanctify me before the children of Israel, therefore you⌃ shall not bring this congregation into the land which I have given them.

13 τοῦτο τὸ ὕδωρ ἀντιλογίας, ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι Κυρίου καὶ ἡγιάσθη ἐν αὐτοῖς.

This is the water of Strife, because the children of Israel spoke insolently before the Lord, and he was sanctified in them.

14 Καὶ ἀπέστειλε Μωυσῆς ἀγγέλους ἐκ Κάδης πρὸς βασιλέα Ἐδὼμ λέγων· τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς,

And Moses sent messengers from Cades to the king of Edom, saying, Thus says your brother Israel; You know all the distress that has come upon us.

15 καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν,

And [how] our fathers went down into Egypt, and we sojourned in Egypt many days, and the Egyptians afflicted us and our fathers.

16 καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, καὶ νῦν ἐσμεν ἐν Κάδης πόλει, ἐκ μέρους τῶν ὁρίων σου·

And we cried to the Lord, and the Lord heard our voice, and sent an angel and brought us out of Egypt; and now we are in the city of Cades, at the extremity of your coasts.

17 παρελευσόμεθα διὰ τῆς γῆς σου, οὐ διελευσόμεθα δι' ἀγρῶν, οὐδὲ δι' ἀμπελώνων, οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου, ὁδῷ βασιλικῇ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου.

We will pass through your land: we will not go through the fields, nor through the vineyards, nor will we drink water out of your cistern: we will go by the king's highway; we will not turn aside to the right hand or to the left, until we have passed your borders.

18 καὶ εἶπε πρὸς αὐτὸν Ἐδώμ· οὐ διελεύσῃ δι' ἐμοῦ, εἰ δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι.

And Edom said to him, You shall not pass through me, and if otherwise, I will go forth to meet you in war.

19 καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραήλ· παρά τὸ ὄρος παρελευσόμεθα, ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη μου, δώσω τιμήν σοι· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστι, παρὰ τὸ ὄρος παρελευσόμεθα.

And the children of Israel say to him, We will pass by the mountain; and if I and my cattle drink of your water, I will pay you: but it is no matter of importance, we will go by the mountain.

20 ὁ δὲ εἶπεν· οὐ διελεύσῃ δι' ἐμοῦ. καὶ ἐξῆλθεν Ἐδὼμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ καὶ ἐν χειρὶ ἰσχυρᾷ.

And he said, You shall not pass through me; and Edom went forth to meet him with a great host, and a mighty hand.

21 καὶ οὐκ ἠθέλησεν Ἐδὼμ δοῦναι τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ ἐξέκλινεν Ἰσραὴλ ἀπ' αὐτοῦ.

So Edom refused to allow Israel to pass through his borders, and Israel turned away from him.

22 Καὶ ἀπῇραν ἐκ Κάδης· καὶ παρεγένοντο οἱ υἱοὶ Ἰσραήλ, πᾶσα ἡ συναγωγὴ εἰς Ὢρ τὸ ὄρος.

And they departed from Cades; and the children of Israel, even the whole congregation, came to Mount Or.

23 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν ἐν Ὢρ τῷ ὄρει ἐπὶ τῶν ὁρίων τῆς γῆς Ἐδὼμ λέγων·

And the Lord spoke to Moses and Aaron in mount Or, on the borders of the land of Edom, saying,

24 προστεθήτω Ἀαρὼν πρὸς τὸν λαὸν αὐτοῦ, ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν, ἣν δέδωκα τοῖς υἱοῖς Ἰσραήλ, διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς λοιδορίας.

Let Aaron be added to his people; for you⌃ shall certainly not go into the land which I have given the children of Israel, because you⌃ provoked me at the water of strife.

25 λάβε τὸν Ἀαρὼν καὶ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ καὶ ἀναβίβασον αὐτοὺς εἰς Ὢρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς

Take Aaron, and Eleazar his son, and bring them up to the mount Or before all the congregation;

26 καὶ ἔκδυσον Ἀαρὼν τὴν στολὴν αὐτοῦ καὶ ἔνδυσον Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ Ἀαρὼν προστεθεὶς ἀποθανέτω ἐκεῖ.

and take Aaron's apparel from off him, and put it on Eleazar his son: and let Aaron die there and be added to [his people].

27 καὶ ἐποίησε Μωυσῆς καθὰ συνέταξε Κύριος αὐτῷ, καὶ ἀνεβίβασεν αὐτὸν εἰς Ὢρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς.

And Moses did as the Lord commanded him, and took him up to mount Or, before all the congregation.

28 καὶ ἐξέδυσε τὸν Ἀαρὼν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσεν αὐτὰ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ· καὶ ἀπέθανεν Ἀαρὼν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, καὶ κατέβη Μωυσῆς καὶ Ἐλεάζαρ ἐκ τοῦ ὄρους.

And he took Aaron's garments off him, and put them on Eleazar his son, and Aaron died on the top of the mountain; and Moses and Eleazar came down from the mountain.

29 καὶ εἶδε πᾶσα ἡ συναγωγή, ὅτι ἀπελύθη Ἀαρών, καὶ ἔκλαυσαν τὸν Ἀαρὼν τριάκοντα ἡμέρας πᾶς οἶκος Ἰσραήλ.

And all the congregation saw that Aaron was dead: and they wept for Aaron thirty days, [even] all the house of Israel.

Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.