Numbers 26
Ἀριθμοί
1 ΚΑΙ ἐγένετο μετὰ τὴν πληγὴν καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἐλεάζαρ τὸν ἱερέα λέγων·
And it came to pass after the plague, that the Lord spoke to Moses and Eleazar the priest, saying,
2 λαβὲ τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ' οἴκους πατριῶν αὐτῶν, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ἰσραήλ.
Take the sum of all the congregation of the children of Israel, from twenty years old and upward, according to the houses of their lineage, every one that goes forth to battle in Israel.
3 καὶ ἐλάλησε Μωυσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς ἐν Ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχὼ λέγων·
And Moses and Eleazar the priest spoke in Araboth of Moab at the Jordan by Jericho, saying,
4 ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. καὶ οἱ υἱοὶ Ἰσραὴλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου·
[This is the numbering] from twenty years old and upward as the Lord commanded Moses. And the sons of Israel that came out of Egypt [are as follows]:
5 Ρουβὴν πρωτότοκος Ἰσραήλ. υἱοὶ δὲ Ρουβήν· Ἐνὼχ καὶ δῆμος τοῦ Ἐνώχ· τῷ Φαλλοὺ δῆμος τοῦ Φαλλουΐ·
Ruben [was] the firstborn of Israel: and the sons of Ruben, Enoch, and the family of Enoch; to Phallu belongs the family of the Phalluites.
6 τῷ Ἀσρὼν δῆμος τοῦ Ἀσρωνί· τῷ Χαρμὶ δῆμος τοῦ Χαρμί.
To Asron, the family of Asroni: to Charmi, the family of Charmi.
7 οὗτοι δῆμοι Ρουβήν· καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα.
These [are] the families of Ruben; and their numbering was forty-three thousand and seven hundred and thirty.
8 καὶ υἱοὶ Φαλλοὺ Ἑλιάβ.
And the sons of Phallu [were] Eliab, —
9 καὶ υἱοὶ Ἑλιάβ· Ναμουὴλ καὶ Δαθὰν καὶ Ἀβειρών· οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν ἐν τῇ συναγωγῇ Κορέ, ἐν τῇ ἐπισυστάσει Κυρίου,
and the sons of Eliab, Namuel, and Dathan, and Abiron: these [are] renowned men of the congregation; these are they that rose up against Moses and Aaron in the gathering of Core, in the rebellion against the Lord.
10 καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ Κορὲ ἐν τῷ θανάτῳ τῆς συναγωγῆς αὐτοῦ, ὅτε κατέφαγε τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους, καὶ ἐγενήθησαν ἐν σημείῳ,
And the earth opened her mouth, and swallowed up them and Core, when their assembly perished, when the fire devoured the two hundred and fifty, and they were made a sign.
11 οἱ δὲ υἱοὶ Κορὲ οὐκ ἀπέθανον.
But the sons of Core died not.
12 καὶ οἱ υἱοὶ Συμεών· ὁ δῆμος τῶν υἱῶν Συμεών· τῷ Ναμουὴλ δῆμος ὁ Ναμουηλί· τῷ Ἰαμὶν δῆμος ὁ Ἰαμινί· τῷ Ἰαχὶν δῆμος Ἰαχινί·
And the sons of Symeon:—the family of the sons of Symeon: to Namuel, [belonged] the family of the Namuelites; to Jamin the family of the Jaminites; to Jachin the family of the Jachinites.
13 τῷ Ζαρὰ δῆμος ὁ Ζαραΐ· τῷ Σαοὺλ δῆμος ὁ Σαουλί.
To Zara the family of the Zaraites; to Saul the family of the Saulites.
14 οὗτοι δῆμοι Συμεὼν ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι.
These [are] the families of Symeon according to their numbering, two and twenty thousand and two hundred.
15 υἱοὶ δὲ Ἰούδα· Ἢρ καὶ Αὐνάν· καὶ ἀπέθανεν Ἢρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν.
And the sons of Juda, Er and Aunan; and Er and Aunan died in the land of Chanaan.
16 καὶ ἐγένοντο οἱ υἱοὶ Ἰούδα κατὰ δήμους αὐτῶν· τῷ Σηλὼμ δῆμος ὁ Σηλωνί· τῷ Φαρὲς δῆμος ὁ Φαρεσί· τῷ Ζαρὰ δῆμος ὁ Ζαραΐ.
And these were the sons of Juda, according to their families: to Selom [belonged] the family of the Selonites; to Phares, the family of the Pharesites; to Zara, the family of the Zaraites.
17 καὶ ἐγένοντο οἱ υἱοὶ Φαρές· τῷ Ἀσρὼν δῆμος ὁ Ἀσρωνί· τῷ Ἰαμούν, δῆμος ὁ Ἰαμουνί.
And the sons of Phares were, to Asron, the family of the Asronites; to Jamun, the family of the Jamunites.
18 οὗτοι δῆμοι τοῦ Ἰούδα κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι.
These [are] the families of Juda according to their numbering, seventy-six thousand and five hundred.
19 καὶ υἱοὶ Ἰσσάχαρ κατὰ δήμους αὐτῶν· τῷ Θωλᾷ δῆμος ὁ Θωλαΐ· τῷ Φουᾷ δῆμος ὁ Φουαΐ·
And the sons of Issachar according to their families: to Thola, the family of the Tholaites; to Phua, the family of the Phuaites.
20 τῷ Ἰασοὺβ δῆμος ὁ Ἰασουβί· τῷ Σαμρὰμ δῆμος ὁ Σαμραμί.
To Jasub, the family of the Jasubites; to Samram, the family of the Samramites.
21 οὗτοι δῆμοι Ἰσσάχαρ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι.
These [are] the families of Issachar according to their numbering, sixty-four thousand and four hundred.
22 υἱοὶ Ζαβουλὼν κατὰ δήμους αὐτῶν· τῷ Σαρὲδ δῆμος ὁ Σαρεδί· τῷ Ἀλλὼν δῆμος ὁ Ἀλλωνί· τῷ Ἀλλὴλ δῆμος ὁ Ἀλληλί·
The sons of Zabulon according to their families: to Sared, the family of the Saredites; to Allon, the family of the Allonites; to Allel, the family of the Allelites.
23 οὗτοι δῆμοι Ζαβουλὼν ἐξ ἐπισκέψεως αὐτῶν, ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι.
These [are] the families of Zabulon according to their numbering, sixty thousand and five hundred.
24 υἱοὶ Γὰδ κατὰ δήμους αὐτῶν· τῷ Σαφὼν δῆμος ὁ Σαφωνί· τῷ Ἀγγὶ δῆμος ὁ Ἀγγί· τῷ Σουνὶ δῆμος ὁ Σουνί·
The sons of Gad according to their families: to Saphon, the family of the Saphonites; to Angi, the family of the Angites; to Suni, the family of the Sunites;
25 τῷ Ἀζενὶ δῆμος ὁ Ἀζενί· τῷ Ἀδδὶ δῆμος ὁ Ἀδδί·
to Azeni, the family of the Azenites; to Addi, the family of the Addites:
26 τῷ Ἀροαδὶ δῆμος ὁ Ἀροαδί· τῷ Ἀριὴλ δῆμος ὁ Ἀριηλί.
to Aroadi, the family of the Aroadites; to Ariel, the family of the Arielites.
27 οὗτοι δῆμοι υἱῶν Γὰδ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
These [are] the families of the children of Gad according to their numbering, forty-four thousand and five hundred.
28 υἱοὶ Ἀσὴρ κατὰ δήμους αὐτῶν· τῷ Ἰαμὶν δῆμος ὁ Ἰαμινί· τῷ Ἰεσοὺ δῆμος ὁ Ἰεσουΐ· τῷ Βαριὰ δῆμος ὁ Βαριαΐ·
The sons of Aser according to their families; to Jamin, the family of the Jaminites; to Jesu, the family of the Jesusites; to Baria, the family of the Bariaites.
29 τῷ Χοβὲρ δῆμος ὁ Χοβερί· τῷ Μελχιὴλ δῆμος ὁ Μελχιηλί.
To Chober, the family of the Choberites; to Melchiel, the family of the Melchielites.
30 καὶ τὸ ὄνομα θυγατρὸς Ἀσὴρ Σάρα.
And the name of the daughter of Aser, Sara.
31 οὗτοι δῆμοι Ἀσὴρ ἐξ ἐπισκέψεως αὐτῶν, τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοι.
These [are] the families of Aser according to their numbering, forty-three thousand and four hundred.
32 υἱοὶ Ἰωσὴφ κατὰ δήμους αὐτῶν· Μανασσῆ καὶ Ἐφραίμ.
The sons of Joseph according to their families, Manasse and Ephraim.
33 υἱοὶ Μανασσῆ· τῷ Μαχὶρ δῆμος ὁ Μαχιρί· καὶ Μαχὶρ ἐγέννησε τὸν Γαλαάδ· τῷ Γαλαὰδ δῆμος ὁ Γαλααδί.
The sons of Manasse. To Machir the family of the Machirites; and Machir begot Galaad: to Galaad, the family of the Galaadites.
34 καὶ οὗτοι υἱοὶ Γαλαάδ· Ἀχιέζερ δῆμος ὁ Ἀχιεζερί· τῷ Χελὲγ δῆμος ὁ Χελεγί·
And these [are] the sons of Galaad; to Achiezer, the family of the Achiezerites; to Cheleg, the family of the Chelegites.
35 τῷ Ἐσριὴλ δῆμος ὁ Ἐσριηλί· τῷ Συχὲμ δῆμος ὁ Συχεμί·
To Esriel, the family of the Esrielites; to Sychem, the family of the Sychemites.
36 τῷ Συμαὲρ δῆμος ὁ Συμαερί· καὶ τῷ Ὀφὲρ δῆμος ὁ Ὀφερί·
To Symaer, the family of the Symaerites; and to Opher, the family of the Opherites.
37 καὶ τῷ Σαλπαὰδ υἱῷ Ὀφὲρ οὐκ ἐγένοντο αὐτῷ υἱοί, ἀλλ' ἢ θυγατέρες, καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μαλὰ καὶ Νουὰ καὶ Ἐγλὰ καὶ Μελχὰ καὶ Θερσά.
And to Salpaad the son of Opher there were no sons, but daughters: and these [were] the names of the daughters of Salpaad; Mala, and Nua, and Egla, and Melcha, and Thersa.
38 οὗτοι δῆμοι Μανασσῆ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοι.
These [are] the families of Manasse according to their numbering, fifty-two thousand and seven hundred.
39 καὶ οὗτοι υἱοὶ Ἐφραίμ· τῷ Σουθαλὰ δῆμος ὁ Σουθαλαΐ· τῷ Τανὰχ δῆμος ὁ Ταναχί.
And these [are] the children of Ephraim; to Suthala, the family of the Suthalanites; to Tanach, the family of the Tanachites.
40 οὗτοι υἱοὶ Σουθαλά· τῷ Ἐδὲν δῆμος ὁ Ἐδενί.
These [are] the sons of Suthala; to Eden, the family of the Edenites.
41 οὗτοι δῆμοι Ἐφραὶμ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι. οὗτοι δῆμοι υἱῶν Ἰωσὴφ κατὰ δήμους αὐτῶν.
These [are] the families of Ephraim according to their numbering, thirty-two thousand and five hundred: these [are] the families of the children of Joseph according to their families.
42 υἱοὶ Βενιαμὶν κατὰ δήμους αὐτῶν· τῷ Βαλὲ δῆμος ὁ Βαλί· τῷ Ἀσυβὴρ δῆμος ὁ Ἀσυβηρί· τῷ Ἰαχιρὰν δῆμος ὁ Ἰαχιρανί·
The sons of Benjamin according to their families; to Bale, the family of the Balites; to Asyber, the family of the Asyberites; to Jachiran, the family of the Jachiranites.
43 τῷ Σωφὰν δῆμος ὁ Σωφανί.
To Sophan, the family of the Sophanites.
44 καὶ ἐγένοντο οἱ υἱοὶ Βαλὲ Ἀδὰρ καὶ Νοεμάν· τῷ Ἀδὰρ δῆμος ὁ Ἀδαρὶ καὶ τῷ Νοεμὰν δῆμος ὁ Νοεμανί.
And the sons of Bale were Adar and Noeman; to Adar, the family of the Adarites; and to Noeman, the family of the Noemanites.
45 οὗτοι οἱ υἱοὶ Βενιαμὶν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν, πέντε καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι.
These [are] the sons of Benjamin by their families according to their numbering, thirty-five thousand and five hundred.
46 καὶ υἱοὶ Δὰν κατὰ δήμους αὐτῶν· τῷ Σαμὲ δῆμος ὁ Σαμεΐ· οὗτοι δῆμοι Δὰν κατὰ δήμους αὐτῶν.
And the sons of Dan according to their families; to Same, the family of the Sameites; these [are] the families of Dan according to their families.
47 πάντες οἱ δῆμοι Σαμεΐ κατ' ἐπισκοπὴν αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι.
All the families of Samei according to their numbering, sixty-four thousand and four hundred.
48 υἱοὶ Νεφθαλὶ κατὰ δήμους αὐτῶν· τῷ Ἀσιὴλ δῆμος ὁ Ἀσιηλί· τῷ Γαυνὶ δῆμος ὁ Γαυνί·
The sons of Nephthali according to their families; to Asiel, the family of the Asielites; to Gauni, the family of the Gaunites.
49 τῷ Ἰεσὲρ δῆμος ὁ Ἰεσερί· τῷ Σελλὴμ δῆμος ὁ Σελλημί.
To Jeser, the family of the Jeserites; to Sellem, the family of the Sellemites.
50 οὗτοι δῆμοι Νεφθαλὶ ἐξ ἐπισκέψεως αὐτῶν, τεσσαράκοντα χιλιάδες καὶ τριακόσιοι.
These [are] the families of Nephthali, according to their numbering, forty thousand and three hundred.
51 αὕτη ἡ ἐπίσκεψις υἱῶν Ἰσραήλ, ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντα.
This [is] the numbering of the children of Israel, six hundred and one thousand and seven hundred and thirty.
52 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
And the Lord spoke to Moses, saying,
53 τούτοις μερισθήσεται ἡ γῆ κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων·
To these the land shall be divided, so that they may inherit according to the number of the names.
54 τοῖς πλείοσι πλεονάσεις τὴν κληρονομίαν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν· ἑκάστῳ καθὼς ἐπεσκέπησαν, δοθήσεται ἡ κληρονομία αὐτῶν.
To the greater number you shall give the greater inheritance, and to the less number you shall give the less inheritance: to each one, as they have been numbered, shall their inheritance be given.
55 διὰ κλήρων μερισθήσεται ἡ γῆ· τοῖς ὀνόμασι, κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν·
The land shall be divided to the names by lot, they shall inherit according to the tribes of their families.
56 ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσων πολλῶν καὶ ὀλίγων.
You shall divide their inheritance by lot between the many and the few.
57 Καὶ υἱοὶ Λευὶ κατὰ δήμους αὐτῶν· τῷ Γεδσὼν δῆμος ὁ Γεδσωνί· τῷ Καὰθ δῆμος ὁ Κααθί· τῷ Μεραρὶ δῆμος ὁ Μεραρί.
And the sons of Levi according to their families; to Gedson, the family of the Gedsonites; to Caath, the family of the Caathites; to Merari, the family of the Merarites.
58 οὗτοι οἱ δῆμοι υἱῶν Λευί· δῆμος ὁ Λοβενί, δῆμος ὁ Χεβρωνί, δῆμος ὁ Κορὲ καὶ δῆμος ὁ Μουσί. καὶ Καὰθ ἐγέννησε τὸν Ἀμράμ.
These [are] the families of the sons of Levi; the family of the Lobenites, the family of the Chebronites, the family of the Coreites, and the family of the Musites; and Caath begot Amram.
59 τὸ δέ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ἰωχαβέδ, θυγάτηρ Λευί, ἣ ἔτεκε τούτους τῷ Λευΐ ἐν Αἰγύπτῳ· καὶ ἔτεκε τῷ Ἀμρὰμ τὸν Ἀαρὼν καὶ Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν.
And the name of his wife [was] Jochabed, daughter of Levi, who bore these to Levi in Egypt, and she bore to Amram, Aaron and Moses, and Mariam their sister.
60 καὶ ἐγεννήθησαν τῷ Ἀαρὼν ὅ τε Ναδὰβ καὶ Ἀβιοὺδ καὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ.
And to Aaron were born both Nadab and Abiud, and Eleazar, and Ithamar.
61 καὶ ἀπέθανε Ναδὰβ καὶ Ἀβιοὺδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι Κυρίου ἐν τῇ ἐρήμῳ Σινά.
And Nadab and Abiud died when they offered strange fire before the Lord in the wilderness of Sina.
62 καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω· οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Ἰσραήλ, ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν Ἰσραήλ.
And there were according to their numbering, twenty-three thousand, every male from a month old and upward; for they were not numbered amongst the children of Israel, because they have no inheritance in the midst of the children of Israel.
63 καὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ Ἐλεάζαρ τοῦ ἱερέως, οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν Ἀραβὼθ Μωάβ, ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ.
And this [is] the numbering of Moses and Eleazar the priest, who numbered the children of Israel in Araboth of Moab, at Jordan by Jericho.
64 καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ Ἀαρών, οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῇ ἐρήμῳ Σινά·
And amongst these there was not a man numbered by Moses and Aaron, whom, [even] the children of Israel, they numbered in the wilderness of Sinai.
65 ὅτι εἶπε Κύριος αὐτοῖς· θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ· καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς, πλὴν Χάλεβ υἱὸς Ἰεφοννὴ καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.
For the Lord said to them, They shall surely die in the wilderness; and there was not left even one of them, except Chaleb the son of Jephonne, and Joshua the [son] of Naue.
Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.