PhilokaliaKnowledge Map

The Bible The Prayer of Azariah and the Song of the Three Youths

The Prayer of Azariah and the Song of the Three Youths

Προσευχὴ Ἀζαρίου καὶ Ὕμνος τῶν Τριῶν Παίδων

1 ΚΑΙ συστὰς Ἀζαρίας προσύξατο οὕτως καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐν μέσῳ τοῦ πυρὸς εἶπεν·

Then Azarias stood up, and prayed on this manner; and opening his mouth in the midst of the fire said,

2 Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετός, καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας,

Blessed are you, O Lord God of our fathers: your name is worthy to be praised and glorified for evermore:

3 ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν, καὶ πάντα τὰ ἔργα σου ἀληθινά, καὶ εὐθεῖαι αἱ ὁδοί σου, καὶ πᾶσαι αἱ κρίσεις σου ἀλήθεια,

For you are righteous in all the things that you have done to us: yes, true are all your works, your ways are right, and all your judgements truth.

4 καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα, ἃ ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν Ἱερουσαλήμ, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες ταῦτα πάντα, διὰ τὰς ἁμαρτίας ἡμῶν.

In all the things that you have brought upon us, and upon the holy city of our fathers, even Jerusalem, you have executed true judgement: for according to truth and judgement did you bring all these things upon us because of our sins.

5 ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ

For we have sinned and committed iniquity, departing from you.

6 καὶ ἐξημάρτομεν ἐν πᾶσι καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν, οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται.

In all things have we trespassed, and not obeyed your commandments, nor kept them, neither done as you have commanded us, that it might go well with us.

7 καὶ πάντα, ὅσα ἐπήγαγες ἡμῖν καὶ πάντα ὅσα ἐποίησας ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας

Therefore all that you have brought upon us, and every thing that you have done to us, you have done in true judgement.

8 καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων, ἐχθίστων ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν.

And you did deliver us into the hands of lawless enemies, most hateful forsakers of God, and to an unjust king, and the most wicked in all the world.

9 καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα· αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε.

And now we can’t open our mouths, we are become a shame and reproach to your servants; and to them that worship you.

10 μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου

Yet deliver us not up wholly, for your name's sake, neither disannul you your covenant:

11 καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν διὰ Ἁβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου καὶ Ἰσραὴλ τὸν ἅγιόν σου,

And cause not your mercy to depart from us, for your beloved Abraham's sake, for your servant Isaac's sake, and for your holy Israel's sake;

12 οἷς ἐλάλησας πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης.

To whom you have spoken and promised, that you would multiply their seed as the stars of heaven, and as the sand that lies upon the seashore.

13 ὅτι, δέσποτα, ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρτίας ἡμῶν,

For we, O Lord, are become less than any nation, and be kept under this day in all the world because of our sins.

14 καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης καὶ ἡγούμενος, οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος·

Neither is there at this time prince, or prophet, or leader, or burnt offering, or sacrifice, or oblation, or incense, or place to sacrifice before you, and to find mercy.

15 ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν

Nevertheless in a contrite heart and an humble spirit let us be accepted.

16 ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων, οὕτως γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιόν σου σήμερον καὶ ἐκτελέσαι ὄπισθέν σου, ὅτι οὐκ ἔσται αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σέ.

Like as in the burnt offerings of rams and bullocks, and like as in ten thousands of fat lambs: so let our sacrifice be in your sight this day, and grant that we may wholly go after you: for they shall not be confounded that put their trust in you.

17 καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ φοβούμεθά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου,

And now we follow you with all our heart, we fear you, and seek your face.

18 μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου

Put us not to shame: but deal with us after your lovingkindness, and according to the multitude of your mercies.

19 καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου καὶ δὸς δόξαν τῷ ὀνόματί σου, Κύριε. καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακὰ

Deliver us also according to your marvellous works, and give glory to your name, O Lord: and let all them that do your servants hurt be ashamed;

20 καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας, καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη·

And let them be confounded in all their power and might, and let their strength be broken;

21 καὶ γνώτωσαν ὅτι σὺ εἶ Κύριος Θεὸς μόνος καὶ ἔνδοξος ἐφ' ὅλην τὴν οἰκουμένην.

And let them know that you are God, the only God, and glorious over the whole world.

22 Καὶ οὐ διέλιπον οἱ ἐμβάλλοντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως καίοντες τὴν κάμινον νάφθαν καὶ πίσσαν καὶ στυππίον καὶ κληματίδα.

And the king's servants, that put them in, ceased not to make the oven hot with rosin, pitch, tow, and small wood;

23 καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαρακονταεννέα.

So that the flame streamed forth above the furnace forty and nine cubits.

24 καὶ διώδευσε καὶ ἐνεπύρισεν οὕς εὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων.

And it passed through, and burnt those Chaldeans it found about the furnace.

25 ὁ δὲ ἄγγελος Κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν Ἀζαρίαν εἰς τὴν κάμινον καὶ ἐξετίναξε τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου

But the angel of the Lord came down into the oven together with Azarias and his fellows, and struck the flame of the fire out of the oven;

26 καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου διασυρίζον, καὶ οὐχ ἥψατο αὐτῶν τὸ καθόλου τὸ πῦρ καὶ οὐκ ἐλύπησεν οὐδὲ παρηνώχλησεν αὐτοῖς.

And made the midst of the furnace as it had been a moist whistling wind, so that the fire touched them not at all, neither hurt nor troubled them.

27 Τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ ηὐλόγουν τὸν Θεὸν ἐν τῇ καμίνῳ λέγοντες·

Then the three, as out of one mouth, praised, glorified, and blessed, God in the furnace, saying,

28 Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας,

Blessed are you, O Lord God of our fathers: and to be praised and exalted above all for ever. And blessed is your glorious and holy name: and to be praised and exalted above all for ever. (verse 1:28-29 in Brenton's English)

29 καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον καὶ ὑπεραινετὸν καὶ ὑπερυψούμενον εἰς πάντας τοὺς αἰῶνας.

In the English, this verse is part of verse 28.

30 εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου καὶ ὑπερύμνητος καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας.

Blessed are you in the temple of your holy glory: and to be praised and glorified above all for ever.

31 εὐλογημένος εἶ ὁ ἐπιβλέπων ἀβύσσους, καθήμενος ἐπὶ Χερουβὶμ καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.

Blessed are you that behold the depths, and sit upon the cherubims: and to be praised and exalted above all for ever.

32 εὐλογημένος εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου καὶ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.

Blessed are you on the glorious throne of your kingdom: and to be praised and glorified above all for ever.

33 εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας.

Blessed are you in the firmament of heaven: and above all to be praised and glorified for ever.

34 εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O all you⌃ works of the Lord, bless you⌃ the Lord: praise and exalt him above all for ever,

35 εὐλογεῖτε, οὐρανοὶ τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O you⌃ heavens, bless you⌃ the Lord: praise and exalt him above all for ever.

36 εὐλογεῖτε, ἄγγελοι Κυρίου τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O you⌃ angels of the Lord, bless you⌃ the Lord: praise and exalt him above all for ever.

37 εὐλογεῖτε, ὕδατα πάντα τὰ ὑπεράνω τοῦ οὐρανοῦ τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O all you⌃ waters that be above the heaven, bless you⌃ the Lord: praise and exalt him above all for ever.

38 εὐλογεῖτε, πᾶσαι αἱ δυνάμεις Κυρίου τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O all you⌃ powers of the Lord, bless you⌃ the Lord: praise and exalt him above all for ever.

39 εὐλογεῖτε, ἥλιος καὶ σελήνη τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O you⌃ sun and moon, bless you⌃ the Lord: praise and exalt him above all for ever.

40 εὐλογεῖτε, ἄστρα τοῦ οὐρανοῦ τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O you⌃ stars of heaven, bless you⌃ the Lord: praise and exalt him above all for ever.

41 εὐλογείτω πᾶς ὄμβρος καὶ δρόσος τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O every shower and dew, bless you⌃ the Lord: praise and exalt him above all for ever.

42 εὐλογεῖτε, πάντα τὰ πνεύματα τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O all you⌃ winds, bless you⌃ the Lord: praise and exalt him above all for ever,

43 εὐλογεῖτε, πῦρ καὶ καῦμα τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. [44 εὐλογεῖτε, ψῦχος καὶ καύσων τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O you⌃ fire and heat, bless you⌃ the Lord: praise and exalt him above all for ever.

O you⌃ winter and summer, bless you⌃ the Lord: praise and exalt him above all for ever. (Brenton's 1:44, which the Greek of this edition does not have)

45 εὐλογεῖτε, δρόσοι καὶ νιφετοὶ τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας].

O you⌃ dews and storms of snow, bless you⌃ the Lord: praise and exalt him above all for ever.

46 εὐλογεῖτε, νύκτες καὶ ἡμέραι τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O you⌃ nights and days, bless you⌃ the Lord: bless and exalt him above all for ever.

47 εὐλογεῖτε, φῶς καὶ σκότος τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O you⌃ light and darkness, bless you⌃ the Lord: praise and exalt him above all for ever.

48 εὐλογεῖτε, ψῦχος καὶ καῦμα, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O you⌃ ice and cold, bless you⌃ the Lord: praise and exalt him above all for ever.

49 εὐλογεῖτε, πάχναι καὶ χιόνες, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O you⌃ frost and snow, bless you⌃ the Lord: praise and exalt him above all for ever.

50 εὐλογεῖτε, ἀστραπαὶ καὶ νεφέλαι τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O you⌃ lightnings and clouds, bless you⌃ the Lord: praise and exalt him above all for ever.

51 εὐλογείτω ἡ γῆ τὸν Κύριον· ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας.

O let the earth bless the Lord: praise and exalt him above all for ever.

52 εὐλογεῖτε, ὄρη καὶ βουνοὶ τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O you⌃ mountains and little hills, bless you⌃ the Lord: praise and exalt him above all for ever.

53 εὐλογεῖτε, πάντα τά φυόμενα ἐν τῇ γῇ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O all you⌃ things that grow in the earth, bless you⌃ the Lord: praise and exalt him above all for ever.

54 εὐλογεῖτε, θάλασσα καὶ ποταμοί, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O you⌃ mountains, bless you⌃ the Lord: Praise and exalt him above all for ever.

55 εὐλογεῖτε, αἱ πηγαί, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O you⌃ seas and rivers, bless you⌃ the Lord: praise and exalt him above all for ever.

56 εὐλογεῖτε, κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O you⌃ whales, and all that move in the waters, bless you⌃ the Lord: praise and exalt him above all for ever.

57 εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O all you⌃ fowls of the air, bless you⌃ the Lord: praise and exalt him above all for ever.

58 εὐλογεῖτε, πάντα τά θηρία καὶ τὰ κτήνη, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O all you⌃ beasts and cattle, bless you⌃ the Lord: praise and exalt him above all for ever.

59 εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O you⌃ children of men, bless you⌃ the Lord: praise and exalt him above all for ever.

60 εὐλογεῖτε, Ἰσραήλ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O Israel, bless you⌃ the Lord: praise and exalt him above all for ever.

61 εὐλογεῖτε, ἱερεῖς Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O you⌃ priests of the Lord, bless you⌃ the Lord: praise and exalt him above all for ever.

62 εὐλογεῖτε, δοῦλοι Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O you⌃ servants of the Lord, bless you⌃ the Lord: praise and exalt him above all for ever.

63 εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O you⌃ spirits and souls of the righteous, bless you⌃ the Lord: praise and exalt him above all for ever.

64 εὐλογεῖτε, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

O you⌃ holy and humble men of heart, bless you⌃ the Lord: praise and exalt him above all for ever.

65 εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, Μισαήλ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας, ὅτι ἐξείλετο ἡμᾶς ἐξ ᾅδου καὶ ἐκ χειρὸς θανάτου ἔσωσεν ἡμᾶς, ἐρρύσατο ἡμᾶς ἐκ μέσου καμίνου καιομένης φλογὸς καὶ ἐκ μέσου πυρὸς ἐρρύσατο ἡμᾶς.

O Ananias, Azarias, and Misael, bless you⌃ the Lord: praise and exalt him above all for ever: for he has delivered us from hell, and saved us from the hand of death, and delivered us out of the midst of the furnace and burning flame: even out of the midst of the fire has he delivered us.

66 ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

O give thanks to the Lord, because he is gracious: for his mercy endures for ever.

67 εὐλογεῖτε, πάντες οἱ σεβόμενοι τὸν Κύριον τὸν Θεὸν τῶν θεῶν, ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

O all you⌃ that worship the Lord, bless the God of gods, praise him, and give him thanks: for his mercy endures for ever.

Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.