PhilokaliaKnowledge Map

The Bible Zechariah Chapter 1

Zechariah 1

Ζαχαρίας

1 ΕΝ τῷ ὀγδόῳ μηνί, ἔτους δευτέρου ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου, υἱὸν Ἀδδὼ τὸν προφήτην λέγων·

In the eighth month, in the second year of [the reign of] Darius, the word of the Lord came to Zacharias, the son of Barachias, the son of Addo, the prophet, saying,

2 ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην,

The Lord has been very angry with your fathers.

3 καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος παντοκράτωρ· ἐπιστρέψατε πρός με, λέγει Κύριος τῶν δυνάμεων, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος τῶν δυνάμεων.

And you shall say to them, Thus says the Lord Almighty: Turn to me, says the Lord of hosts, and I will turn to you, says the Lord of hosts.

4 καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἷς ἐνεκάλεσαν αὐτοῖς οἱ προφῆται ἔμπροσθεν λέγοντες· τάδε λέγει Κύριος παντοκράτωρ· ἀποστρέψατε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν, καὶ οὐκ εἰσήκουσαν, καὶ οὐ προσέσχον τοῦ εἰσακοῦσαί μου, λέγει Κύριος.

And be you⌃ not as your fathers, whom the prophets before charged, saying, Thus says the Lord Almighty: Turn you⌃ from your evil ways, and from your evil practices: but they listened not, and attended not to listen to me, says the Lord.

5 οἱ πατέρες ὑμῶν ποῦ εἰσι καὶ οἱ προφῆται; μὴ τὸν αἰῶνα ζήσονται;

Where are your fathers, and the prophets? Will they live for ever?

6 πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις, οἳ κατελάβοσαν τοὺς πατέρας ὑμῶν. καὶ ἀπεκρίθησαν καὶ εἶπαν· καθὼς παρατέτακται Κύριος παντοκράτωρ τοῦ ποιῆσαι ἡμῖν κατὰ τὰς ὁδοὺς ἡμῶν καὶ κατὰ τὰ ἐπιτηδεύματα ἡμῶν, οὕτως ἐποίησεν ἡμῖν.

But do you⌃ receive my words and my ordinances, all that I command by my Spirit to my servants the prophets, who lived in the days of your fathers; and they answered and said, As the Lord Almighty determined to do to us, according to our ways, and according to our practices, so has he done to us.

7 Τῇ τετράδι καὶ εἰκάδι, τῷ ἑνδεκάτῳ μηνί  οὗτός ἐστιν ὁ μὴν Σαβάτ  ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν προφήτην λέγων·

On the twenty-fourth [day] in the eleventh month, this is the month Sabat, in the second year of [the reign of] Darius, the word of the Lord came to Zacharias, the son of Barachias, the son of Addo, the prophet, saying,

8 ἑώρακα τὴν νύκτα καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρόν, καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί.

I saw by night, and behold a man mounted on a red horse, and he stood between the shady mountains; and behind him were red horses, and grey, and piebald, and white.

9 καὶ εἶπα· τί οὗτοι, Κύριε; καὶ εἶπε πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· ἐγὼ δείξω σοι τί ἐστι ταῦτα.

And I said, What are these, [my] lord? And the angel spoke with me said to me, I will show you what these [things] are.

10 καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων, καὶ εἶπε πρός με· οὗτοί εἰσιν οὓς ἐξαπέστειλε Κύριος περιοδεῦσαι τὴν γῆν.

And the man that stood between the mountains answered, and said to me, These are [they] whom the Lord has sent forth to go round the earth.

11 καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ Κυρίου τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπον· περιωδεύσαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἠσυχάζει.

And they answered the angel of the Lord that stood between the mountains, and said, We have gone round all the earth, and, behold, all the earth is inhabited, and is at rest.

12 καὶ ἀπεκρίθη ὁ ἄγγελος Κυρίου καὶ εἶπε· Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;

Then the angel of the Lord answered and said, O Lord Almighty, how long will you have no mercy on Jerusalem, and the cities of Juda, which you have disregarded these seventy years?

13 καὶ ἀπεκρίθη Κύριος παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ρήματα καλὰ καὶ λόγους παρακλητικούς.

And the Lord Almighty answered the angel that spoke with me good words and consolatory sayings.

14 καὶ εἶπε πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· ἀνάκραγε λέγων· τάδε λέγει Κύριος παντοκράτωρ· ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν

And the angel that spoke with me said to me, Cry out and say, Thus says the Lord Almighty; I have been jealous for Jerusalem and Sion with great jealousy.

15 καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ᾿ ὧν μὲν ἐγὼ ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.

And I am very angry with the heathen that combine to attack [her]: forasmuch as I indeed was a little angry, but they combined to attack [her] for evil.

16 διὰ τοῦτο τάδε λέγει Κύριος· ἐπιστρέψω ἐπὶ Ἱερουσαλὴμ ἐν οἰκτιρμῷ, καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ἱερουσαλὴμ ἔτι.

Therefore thus says the Lord: I will return to Jerusalem with compassion; and my house shall be rebuilt in her, says the Lord Almighty, and a measuring line shall yet be stretched out over Jerusalem.

17 καὶ εἶπε πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· ἔτι ἀνάκραγε λέγων· τάδε λέγει Κύριος παντοκράτωρ· ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς, καὶ ἐλεήσει Κύριος ἔτι τὴν Σιὼν καὶ αἱρετιεῖ τὴν Ἱερουσαλήμ.

And the angel that spoke with me said to me, Cry yet, and say, Thus says the Lord Almighty; Yet shall cities be spread abroad through prosperity; and the Lord shall yet have mercy upon Sion, and shall choose Jerusalem.

Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.