The Bible 1 Chronicles Chapter 24
1 Chronicles 24
Παραλειπομένων Α´
1 ΚΑΙ τοῖς υἱοῖς Ἀαρὼν διαιρέσεις· Ναδὰβ καὶ Ἀβιοὺδ καὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ.
And [they number] the sons of Aaron in [their] division, Nadab, and Abiud, and Eleazar, and Ithamar.
2 καὶ ἀπέθανε Ναδὰβ καὶ Ἀβιοὺδ ἐναντίον τοῦ πατρὸς αὐτῶν, καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς· καὶ ἱεράτευσεν Ἐλεάζαρ καὶ Ἰθάμαρ υἱοὶ Ἀαρών.
And Nadab and Abiud died before their father, and they had no sons: so Eleazar and Ithamar the sons of Aaron ministered as priests.
3 καὶ διεῖλεν αὐτοὺς Δαυὶδ καὶ Σαδὼκ ἐκ τῶν υἱῶν Ἐλεάζαρ καὶ Ἀχιμέλεχ ἐκ τῶν υἱῶν Ἰθάμαρ κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὴν λειτουργίαν αὐτῶν, κατ᾿ οἴκους πατριῶν αὐτῶν.
And David distributed them, even Sadoc of the sons of Eleazar, and Achimelech of the sons of Ithamar, according to their numbering, according to their service, according to the houses of their fathers.
4 καὶ εὑρέθησαν οἱ υἱοὶ Ἐλεάζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ἰθάμαρ, καὶ διεῖλεν αὐτούς, τοῖς υἱοῖς Ἐλεάζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἑκκαίδεκα, καὶ τοῖς υἱοῖς Ἰθάμαρ κατ᾿ οἴκους πατριῶν ὀκτώ.
And there were found [amongst] the sons of Eleazar more chiefs of the mighty ones, than of the sons of Ithamar: and he divided them, sixteen heads of families to the sons of Eleazar, eight according to [their] families to the sons of Ithamar.
5 καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες Κυρίου ἐν τοῖς υἱοῖς Ἐλεάζαρ καὶ ἐν τοῖς υἱοῖς Ἰθάμαρ.
And he divided them according to their lots, one with the other; for there were those who had charge of the holy things, and those who had charge of the [house] of the Lord amongst the sons of Eleazar, and amongst the sons of Ithamar.
6 καὶ ἔγραψεν αὐτοὺς Σαμαΐας υἱὸς Ναθαναὴλ ὁ γραμματεὺς ἐκ τοῦ Λευὶ κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ Σαδὼκ ὁ ἱερεὺς καὶ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, οἴκου πατριᾶς εἷς εἷς τῷ Ἐλεάζαρ καὶ εἷς εἷς τῷ Ἰθάμαρ.
And Samaias the son of Nathanael, the scribe, [of the family] of Levi, wrote them down before the king, and the princes, and Sadoc the priest, and Achimelech the son of Abiathar [were present]; and the heads of the families of the priests and the Levites, each of a household [were assigned] one to Eleazar, and one to Ithamar.
7 καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ Ἰωαρίμ, τῷ Ἰεδίᾳ ὁ δεύτερος,
And the first lot came out to Joarim, the second to Jedia,
8 τῷ Χαρὶβ ὁ τρίτος, τῷ Σεωρὶμ ὁ τέταρτος,
the third to Charib, the fourth to Seorim,
9 τῷ Μελχίᾳ ὁ πέμπτος, τῷ Μεϊαμὶν ὁ ἕκτος,
the fifth to Melchias, the sixth to Meiamin,
10 τῷ Κὼς ὁ ἕβδομος, τῷ Ἀβίᾳ ὁ ὄγδοος,
the seventh to Cos, the eighth to Abia,
11 τῷ Ἰησοῦ ὁ ἔνατος, τῷ Σεχενίᾳ ὁ δέκατος,
the ninth to Jesus, the tenth to Sechenias,
12 τῷ Ἐλιαβὶ ὁ ἑνδέκατος, τῷ Ἰακὶμ ὁ δωδέκατος,
the eleventh to Eliabi, the twelfth to Jacim,
13 τῷ Ὀπφᾷ ὁ τρισκαιδέκατος, τῷ Ἰεσβαὰλ ὁ τεσσαρεσκαιδέκατος,
the thirteenth to Oppha, the fourteenth to Jesbaal,
14 τῷ Βελγᾷ ὁ πεντεκαιδέκατος, τῷ Ἐμμὴρ ὁ ἑκκαιδέκατος,
the fifteenth to Belga, the sixteenth to Emmer,
15 τῷ Χηζὶν ὁ ἑπτακαιδέκατος, τῷ Ἀφεσὴ ὁ ὀκτωκαιδέκατος,
the seventeenth to Chezin, the eighteenth to Aphese,
16 τῷ Φεταίᾳ ὁ ἐννεακαιδέκατος, τῷ Ἐζεκὴλ ὁ εἰκοστός,
the nineteenth to Phetaea, the twentieth to Ezekel,
17 τῷ Ἀχὶμ ὁ εἷς καὶ εἰκοστός, τῷ Γαμοὺλ ὁ δεύτερος καὶ εἰκοστός,
the twenty-first to Achim, the twenty-second to Gamul,
18 τῷ Ἀδαλλαὶ ὁ τρίτος καὶ εἰκοστός, τῷ Μαασαὶ ὁ τέταρτος καὶ εἰκοστός.
the twenty-third to Adallai, the twenty-fourth to Maasai.
19 αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον Κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς Ἀαρὼν πατρὸς αὐτῶν, ὡς ἐνετείλατο Κύριος ὁ Θεὸς Ἰσραήλ.
This [is] their numbering according to their service to go into the house of the Lord, according to their appointment by the hand of Aaron their father, as the Lord God of Israel commanded.
20 Καὶ τοῖς υἱοῖς Λευὶ τοῖς καταλοίποις· τοῖς υἱοῖς Ἀμβρὰμ Σωβαήλ· τοῖς υἱοῖς Σωβαὴλ Ἰεδία.
And for the sons of Levi that were left, [even] for the sons of Ambram, Sobael: for the sons of Sobael, Jedia.
21 τῷ Ρααβίᾳ ὁ ἄρχων Ἰεσίας,
For Raabia, the chief [was Isaari],
22 καὶ τῷ Ἰσααρὶ Σαλωμώθ· τοῖς υἱοῖς Σαλωμὼθ Ἰάθ.
and for Isaari, Salomoth: for the sons of Salomoth, Jath.
23 υἱοὶ Ἰεδιοῦ· Ἀμαδία ὁ δεύτερος, Ἰαζιὴλ ὁ τρίτος, Ἰεκμοὰμ ὁ τέταρτος.
The sons of Ecdiu; Amadia the second, Jaziel the third, Jecmoam the fourth.
24 τοῖς υἱοῖς Ὀζιὴλ Μιχά· υἱοὶ Μιχὰ Σαμήρ.
For the sons of Oziel, Micha: the sons of Micha; Samer.
25 ἀδελφὸς Μιχὰ Ἰσία· υἱὸς Ἰσία Ζαχαρία.
The brother of Micha; Isia, the son of Isia; Zacharia.
26 υἱοὶ Μεραρὶ Μοολὶ καὶ Μουσί. υἱοὶ Ὀζία υἱοὶ Βοννί.
The sons of Merari, Mooli, and Musi: the sons of Ozia,
27 υἱοὶ Μεραρὶ τῷ Ὀζίᾳ, υἱοὶ αὐτοῦ Ἰσοὰμ καὶ Σακχοὺρ καὶ Ἀβαΐ,
[That is, the sons] of Merari by Ozia, —his sons [were] Isoam, and Sacchur, and Abai.
28 τῷ Μοολὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ· καὶ ἀπέθανεν Ἐλεάζαρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοί.
To Mooli [were born] Eleazar, and Ithamar; and Eleazar died, and had no sons.
29 τῷ Κίς· υἱοὶ τοῦ Κὶς Ἱεραμεήλ.
For Kis; the sons of Kis; Jerameel.
30 καὶ υἱοὶ τοῦ Μουσὶ Μοολὶ καὶ Ἐδὲρ καὶ Ἰαριμώθ. οὗτοι υἱοὶ τῶν Λευιτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν.
And the sons of Musi; Mooli, and Eder, and Jerimoth. These [were] the sons of the Levites according to the houses of their families.
31 καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ Ἀαρὼν ἐναντίον τοῦ βασιλέως καὶ Σαδὼκ καὶ Ἀχιμέλεχ καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, πατριάρχαι ἀραὰβ καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι.
And they also received lots as their brethren the sons of Aaron before the king; Sadoc also, and Achimelech, and the chiefs of the families of the priests and of the Levites, principal heads of families, even as their younger brethren.
Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.