The Bible 1 Chronicles Chapter 25
1 Chronicles 25
Παραλειπομένων Α´
1 ΚΑΙ ἔστησε Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ καὶ Αἰμὰν καὶ Ἰδιθοὺν τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις. καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν.
And king David and the captains of the host appointed to their services the sons of Asaph, and of Aeman, and of Idithun, prophesiers with harps, and lutes, and cymbals: and their number was according to their polls serving in their ministrations.
2 υἱοὶ Ἀσάφ, Σακχοὺρ Ἰωσὴφ καὶ Ναθανίας καὶ Ἐραήλ, υἱοὶ Ἀσὰφ ἐχόμενοι τοῦ βασιλέως.
The sons of Asaph; Sacchur, Joseph, and Nathanias, and Erael: the sons of Asaph [were] next the king.
3 τῷ Ἰδιθοὺν υἱοὶ Ἰδιθούν· Γοδολίας καὶ Σουρὶ καὶ Ἰσέας καὶ Σεμεΐ καὶ Ἀσαβίας καὶ Ματταθίας, ἓξ μετὰ τὸν πατέρα αὐτῶν Ἰδιθούν, ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ Κυρίῳ.
To Idithun [were reckoned] the sons of Idithun, Godolias, and Suri, and Iseas, and Asabias, and Matthathias, six after their father Idithun, sounding loudly on the harp thanksgiving and praise to the Lord.
4 τῷ Αἰμὰν υἱοὶ Αἰμάν· Βουκίας καὶ Ματθανίας καὶ Ὀζιὴλ καὶ Σουβαὴλ καὶ Ἰεριμὼθ καὶ Ἀνανίας καὶ Ἀνὰν καὶ Ἑλιαθὰ καὶ Γοδολλαθὶ καὶ Ρωμετθιέζερ καὶ Ἰεσβασακὰ καὶ Μαλλιθὶ καὶ Ὠθηρὶ καὶ Μεαζώθ·
To Aeman [were reckoned] the sons of Aeman, Bukias, and Matthanias, and Oziel, and Subael, and Jerimoth, and Ananias, and Anan, and Heliatha, and Godollathi, and Rometthiezer, and Jesbasaca, and Mallithi, and Otheri, and Meazoth.
5 πάντες οὗτοι υἱοὶ τῷ Αἰμὰν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις Θεοῦ ὑψῶσαι κέρας. καὶ ἔδωκεν ὁ Θεὸς τῷ Αἰμὰν υἱοὺς τεσσαρεσκαίδεκα, καὶ θυγατέρας τρεῖς.
All these [were] the sons of Aeman the king's chief player in the praises of God, to lift up the horn. And God gave to Aeman fourteen sons, and three daughters.
6 πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ Θεοῦ, ἐν κυμβάλοις καὶ νάβλαις καὶ ἐν κινύραις εἰς τὴν δουλείαν οἴκου τοῦ Θεοῦ, ἐχόμενα τοῦ βασιλέως καὶ Ἀσάφ, καὶ Ἰδιθοὺν καὶ Αἰμάν.
All these sang hymns with their father in the house of God, with cymbals, and lutes, and harps, for the service of the house of God, near the king, and Asaph, and Idithun, and Aeman.
7 καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν, δεδιδαγμένοι ᾄδειν Κυρίῳ, πᾶς συνιών, διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ.
And the number of them after their brethren, those instructed to sing to God, every one that understood [singing] was two hundred and eighty-eight.
8 καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν, τελείων καὶ μανθανόντων.
And they also cast lots for the daily courses, for the great and the small [of them], of the perfect ones and the learners.
9 καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ Ἀσὰφ τῷ Ἰωσὴφ Γοδολίας· ὁ δεύτερος Ἡνεία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
And the first lot of his sons and of his brethren came forth to Asaph the son of Joseph, [namely], Godolias: the second Heneia, his sons and his brethren [being] twelve.
10 ὁ τρίτος Ζακχούρ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
The third Zacchur, his sons and his brethren [were] twelve:
11 ὁ τέταρτος Ἰεσρί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
the fourth Jesri, his sons and his brethren [were] twelve:
12 ὁ πέμπτος Ναθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
the fifth Nathan, his sons and his brethren, twelve:
13 ὁ ἕκτος Βουκίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
the sixth Bukias, his sons and his brethren, twelve:
14 ὁ ἕβδομος Ἰσεριήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
the seventh Iseriel, his sons and his brethren, twelve:
15 ὁ ὄγδοος Ἰωσία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
the eighth Josia, his sons and his brethren, twelve:
16 ὁ ἔνατος Ματθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
the ninth Matthanias, his sons and his brethren, twelve:
17 ὁ δέκατος Σεμεΐα, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
the tenth Semeia, his sons and his brethren, twelve:
18 ὁ ἑνδέκατος Ἀσριήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
the eleventh Asriel, his sons and his brethren, twelve:
19 ὁ δωδέκατος Ἀσαβία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
the twelfth Asabia, his sons and his brethren, twelve:
20 ὁ τρισκαιδέκατος Σουβαήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
the thirteenth Subael, his sons and his brethren, twelve:
21 ὁ τεσσαρεσκαιδέκατος Ματταθίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
the fourteenth Matthathias, his sons and his brethren, twelve:
22 ὁ πεντεκαιδέκατος Ἰεριμώθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
the fifteenth Jerimoth, his sons and his brethren, twelve:
23 ὁ ἑκκαιδέκατος Ἀνανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
the sixteenth Anania, his sons and his brethren, twelve:
24 ὁ ἑπτακαιδέκατος Ἰεσβασακά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
the seventeenth Jesbasaca, his sons and his brethren, twelve:
25 ὁ ὀκτωκαιδέκατος Ἀνανί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
the eighteenth Ananias, his sons and his brethren, twelve:
26 ὁ ἐννεακαιδέκατος Μαλλιθί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
the nineteenth Mallithi, his sons and his brethren, twelve:
27 ὁ εἰκοστὸς Ἑλιαθά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
the twentieth Heliatha, his sons and his brethren, twelve:
28 ὁ εἰκοστὸς πρῶτος Ὠθηρί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
the twenty-first Otheri, his sons and his brethren, twelve:
29 ὁ εἰκοστὸς δεύτερος Γοδολλαθί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
the twenty-second Godollathi, his sons and his brethren, twelve:
30 ὁ εἰκοστὸς τρίτος Μεαζώθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·
the twenty-third Meazoth, his sons and his brethren, twelve:
31 ὁ εἰκοστὸς τέταρτος Ρωμετθιέζερ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο.
the twenty-fourth Rometthiezer, his sons and his brethren, twelve:
Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.