The Bible 1 Kingdoms Chapter 1
1 Kingdoms 1
Βασιλειῶν Α´
1 ΑΝΘΡΩΠΟΣ ἦν ἐξ Ἀρμαθαὶμ Σιφά, ἐξ ὄρους Ἐφραίμ, καὶ ὄνομα αὐτῷ Ἑλκανὰ υἱὸς Ἱερεμεὴλ υἱοῦ Ἠλιοὺ υἱοῦ Θοκὲ ἐν Νασὶβ Ἐφραίμ.
There was a man of Armathaim Sipha, of mount Ephraim, and his name [was] Helkana, a son of Jeremeel the son of Elias the son of Thoke, in Nasib Ephraim.
2 καὶ τούτῳ δύο γυναῖκες· ὄνομα τῇ μιᾷ Ἄννα, καὶ ὄνομα τῇ δευτέρᾳ Φεννάνα· καὶ ἦν τῇ Φεννάνᾳ παιδία, καὶ τῇ Ἄννᾳ οὐκ ἦν παιδίον.
And he [had] two wives; the name of the one [was] Anna, and the name of the second Phennana. And Phennana had children, but Anna had no child.
3 καὶ ἀνέβαινεν ὁ ἄνθρωπος ἐξ ἡμερῶν εἰς ἡμέρας ἐκ πόλεως αὐτοῦ ἐξ Ἀρμαθαὶμ προσκυνεῖν καὶ θύειν Κυρίῳ τῷ Θεῷ Σαβαὼθ εἰς Σηλώ· καὶ ἐκεῖ Ἡλὶ καὶ οἱ δύο υἱοὶ αὐτοῦ Ὀφνὶ καὶ Φινεὲς ἱερεῖς τοῦ Κυρίου.
And the man went up from year to year from his city, from Armathaim, to worship and sacrifice to the Lord God of Sabaoth at Selom: and [there were] Heli and his two sons Ophni and Phinees, the priests of the Lord.
4 καὶ ἐγενήθη ἡμέρα καὶ ἔθυσεν Ἑλκανὰ καὶ ἔδωκε τῇ Φεννάνᾳ, γυναικὶ αὐτοῦ, καὶ τοῖς υἱοῖς αὐτῆς μερίδας·
And the day came, and Helkana sacrificed, and gave portions to his wife Phennana and her children.
5 καὶ τῇ Ἄννᾳ ἔδωκε μερίδα μίαν, ὅτι οὐκ ἦν αὐτῇ παιδίον, πλὴν ὅτι τὴν Ἄνναν ἠγάπα Ἑλκανὰ ὑπὲρ ταύτην. καὶ Κύριος ἀπέκλεισε τὰ περὶ τὴν μήτραν αὐτῆς,
And to Anna he gave a prime portion, because she had no child, only Helkana loved Anna more than the other; but the Lord [had] closed her womb.
6 ὅτι οὐκ ἔδωκεν αὐτῇ Κύριος παιδίον κατὰ τὴν θλῖψιν αὐτῆς καὶ κατὰ τὴν ἀθυμίαν τῆς θλίψεως αὐτῆς, καὶ ἠθύμει διὰ τοῦτο, ὅτι συνέκλεισε Κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς τοῦ μὴ δοῦναι αὐτῇ παιδίον.
For the Lord gave her no child in her affliction, and according to the despondency of her affliction; and she was dispirited on this account, that the Lord shut up her womb so as not to give her a child.
7 οὕτως ἐποίει ἐνιαυτὸν κατ᾿ ἐνιαυτόν, ἐν τῷ ἀναβαίνειν αὐτὴν εἰς οἶκον Κυρίου· καὶ ἠθύμει καὶ ἔκλαιε καὶ οὐκ ἤσθιε.
So she did year by year, in going up to the house of the Lord; and she was dispirited, and wept, and did not eat.
8 καὶ εἶπεν αὐτῇ Ἑλκανὰ ὁ ἀνὴρ αὐτῆς· Ἄννα. καὶ εἶπεν αὐτῷ· ἰδοὺ ἐγώ, κύριε. καί εἶπεν αὐτῇ· τί ἔστι σοι, ὅτι κλαίεις; καὶ ἱνατί οὐκ ἐσθίεις; καὶ ἱνατί τύπτει σε ἡ καρδία σου; οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα;
And Helkana her husband said to her, Anna: and she said to him, Here [am] I, my lord: and he said to her, What ails you that you weep? and why do you not eat? and why does your heart strike you? [am] I not better to you than ten children?
9 καὶ ἀνέστη Ἄννα μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλὼ καὶ κατέστη ἐνώπιον Κυρίου, καὶ Ἡλὶ ὁ ἱερεὺς ἐκάθητο ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ Κυρίου.
And Anna rose up after they had eaten in Selom, and stood before the Lord: and Heli the priest [was] on a seat by the threshold of the temple of the Lord.
10 καὶ αὐτὴ κατώδυνος ψυχῇ καὶ προσηύξατο πρὸς Κύριον καὶ κλαίουσα ἔκλαυσε
And she [was] very much grieved in spirit, and prayed to the Lord, and wept abundantly.
11 καὶ ηὔξατο εὐχὴν Κυρίῳ λέγουσα· Ἀδωναΐ Κύριε Ἐλωὲ Σαβαώθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου καὶ μνησθῇς μου καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν, καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
And she vowed a vow to the Lord, saying, O Lord God of Sabaoth, if you welt indeed look upon the humiliation of your handmaid, and remember me, and give to your handmaid a boy, then will I indeed dedicate him to you till the day of his death; and he shall drink no wine nor strong drink, and no razor shall come upon his head.
12 καὶ ἐγενήθη ὅτε ἐπλήθυνε προσευχομένη ἐνώπιον Κυρίου, καὶ Ἡλὶ ὁ ἱερεὺς ἐφύλαξε τὸ στόμα αὐτῆς·
And it came to pass, while she was long praying before the Lord, that Heli the priest marked her mouth.
13 καὶ αὕτη ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο, καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο· καὶ ἐλογίσατο αὐτὴ Ἡλὶ εἰς μεθύουσαν.
And she was speaking in her heart, and her lips moved, but her voice was not heard: and Heli accounted her a drunken woman.
14 καὶ εἶπεν αὐτῇ τὸ παιδάριον Ἡλί· ἕως πότε μεθυσθήσῃ; περιελοῦ τὸν οἶνόν σου καὶ πορεύου ἐκ προσώπου Κυρίου.
And the servant of Heli said to her, How long will you be drunken? take away your wine from you, and go out from the presence of the Lord.
15 καὶ ἀπεκρίθη Ἄννα καὶ εἶπεν· οὐχί, κύριε· γυνή, ᾗ σκληρὰ ἡμέρα, ἐγώ εἰμι καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον Κυρίου·
And Anna answered and said, Nay, my lord, [I live] in a hard day, and I have not drunk wine or strong drink, and I pour out my soul before the Lord.
16 μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοιμήν, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν.
Count not your handmaid for a pestilent woman, for by reason of the abundance of my importunity I have continued [my prayer] until now.
17 καὶ ἀπεκρίθη Ἡλὶ καὶ εἶπεν αὐτῇ· πορεύου εἰς εἰρήνην· ὁ Θεὸς Ἰσραὴλ δώῃ σοι πᾶν αἴτημά σου, ὃ ᾐτήσω παρ᾿ αὐτοῦ.
And Heli answered and said to her, Go in peace: the God of Israel give you all your petition, which you have asked of him.
18 καὶ εἶπεν· εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου. καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς καὶ εἰσῆλθεν εἰς τὸ κατάλυμα αὐτῆς καὶ ἔφαγε μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιε, καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν ἔτι.
And she said, Your handmaid has found favour in your eyes: and the woman went her way, and entered into her lodging, and ate and drank with her husband, and her countenance was no more sad.
19 καὶ ὀρθρίζουσι τὸ πρωΐ καὶ προσκυνοῦσι τῷ Κυρίῳ καὶ πορεύονται τὴν ὁδὸν αὐτῶν. καὶ εἰσῆλθεν Ἑλκανὰ εἰς τὸν οἶκον αὐτοῦ Ἀρμαθαὶμ καὶ ἔγνω τὴν Ἄνναν γυναῖκα αὐτοῦ, καὶ ἐμνήσθη αὐτῆς Κύριος, καὶ συνέλαβε.
And they rise early in the morning, and worship the Lord, and they go their way: and Helkana went into his house at Armathaim, and knew his wife Anna; and the Lord remembered her, and she conceived.
20 καὶ ἐγενήθη τῷ καιρῷ τῶν ἡμερῶν καὶ ἔτεκεν υἱόν· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σαμουὴλ καὶ εἶπεν· ὅτι παρὰ Κυρίου Θεοῦ Σαβαὼθ ᾐτησάμην αὐτόν.
And it came to pass when the time was come, that she brought forth a son, and called his name Samuel, and said, Because I asked him of the Lord God of Sabaoth.
21 Καὶ ἀνέβη ὁ ἄνθρωπος Ἑλκανὰ καὶ πᾶς ὁ οἶκος αὐτοῦ θῦσαι ἐν Σηλὼμ τὴν θυσίαν τῶν ἡμερῶν καὶ τὰς εὐχὰς αὐτοῦ καὶ πάσας τὰς δεκάτας τῆς γῆς αὐτοῦ·
And the man Helkana and all his house went up to offer in Selom the yearly sacrifice, and his vows, and all the tithes of his land.
22 καὶ Ἄννα οὐκ ἀνέβη μετ᾿ αὐτοῦ, ὅτι εἶπε τῷ ἀνδρὶ αὐτῆς· ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον, ἐὰν ἀπογαλακτίσω αὐτό, καὶ ὀφθήσεται τῷ προσώπῳ Κυρίου καὶ καθήσεται ἕως αἰῶνος ἐκεῖ.
But Anna did not go up with him, for she said to her husband, [I will not go up] until the child goes up, when I have weaned him, and he shall be presented before the Lord, and he shall abide there continually.
23 καὶ εἶπεν αὐτῇ Ἑλκανὰ ὁ ἀνὴρ αὐτῆς· ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, κάθου ἕως ἂν ἀπογαλακτίσῃς αὐτό· ἀλλὰ στήσαι Κύριος τὸ ἐξελθὸν ἐκ τοῦ στόματός σου. καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασε τὸν υἱὸν αὐτῆς, ἕως ἂν ἀπογαλακτίσῃ αὐτόν.
And Helkana her husband said to her, Do that which is good in your eyes, abide still until you shall have weaned him; but may the Lord establish that which comes out of your mouth: and the woman tarried, and suckled her son until she had weaned him.
24 καὶ ἀνέβη μετ᾿ αὐτοῦ εἰς Σηλὼμ ἐν μόσχῳ τριετίζοντι καὶ ἄρτοις καὶ οἰφὶ σεμιδάλεως καὶ νέβελ οἴνου καὶ εἰσῆλθεν εἰς οἶκον Κυρίου ἐν Σηλώμ, καὶ τὸ παιδάριον μετ᾿ αὐτῶν.
And she went up with him to Selom with a calf of three years old, and loaves, and an ephah of fine flour, and a bottle of wine: and she entered into the house of the Lord in Selom, and the child with them.
25 καὶ προσήγαγον ἐνώπιον Κυρίου, καὶ ἔσφαξεν ὁ πατὴρ αὐτοῦ τὴν θυσίαν, ἣν ἐποίει ἐξ ἡμερῶν εἰς ἡμέρας τῷ Κυρίῳ, καὶ προσήγαγε τὸ παιδάριον καὶ ἔσφαξε τὸν μόσχον. καὶ προσήγαγεν Ἄννα ἡ μήτηρ τοῦ παιδίου πρὸς Ἡλὶ
And they brought him before the Lord; and his father killed his offering which he offered from year to year to the Lord; and he brought near the child, and killed the calf; and Anna the mother of the child brought him to Heli.
26 καὶ εἶπεν· ἐν ἐμοί, κύριε· ζῇ ἡ ψυχή σου, ἐγὼ ἡ γυνὴ ἡ καταστᾶσα ἐνώπιόν σου μετὰ σοῦ ἐν τῷ προσεύξασθαι πρὸς Κύριον·
And she said, I pray you, my lord, as your soul lives, I [am] the woman that stood in your presence with you while praying to the Lord.
27 ὑπὲρ τοῦ παιδαρίου τούτου προσηυξάμην, καὶ ἔδωκέ μοι Κύριος τὸ αἴτημά μου, ὃ ᾐτησάμην παρ᾿ αὐτοῦ·
For this child I prayed; and the Lord has given me my request that I asked of him.
28 κἀγὼ κιχρῶ αὐτὸν τῷ Κυρίῳ πάσας τὰς ἡμέρας, ἃς ζῇ αὐτός, χρῆσιν τῷ Κυρίῳ. Καὶ εἶπεν.
And I lend him to the Lord all his days that he lives, a loan to the Lord: and she said,
Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.