Ruth 4
Ῥούθ
1 ΚΑΙ Βοὸζ ἀνέβη ἐπὶ τὴν πύλην, καὶ ἐκάθισεν ἐκεῖ, καὶ ἰδοὺ ὁ ἀγχιστεὺς παρεπορεύετο, ὃν ἐλάλησε Βοόζ. καὶ εἶπε πρὸς αὐτὸν Βοόζ· ἐκκλίνας κάθισον ὧδε, κρύφιε. καὶ ἐξέκλινε καὶ ἐκάθισε.
And Booz went up to the gate, and sat there; and behold, the relative passed by, of whom Booz spoke: and Booz said to him, Turn aside, sit down here, such a one: and he turned aside and sat down.
2 καὶ ἔλαβε Βοὸζ δέκα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τῆς πόλεως καὶ εἶπε· καθίσατε ὧδε· καὶ ἐκάθισαν.
And Booz took ten men of the elders of the city, and said, Sit you⌃ here; and they sat down.
3 καὶ εἶπε Βοὸζ τῷ ἀγχιστεῖ· τὴν μερίδα τοῦ ἀγροῦ, ἥ ἐστι τοῦ ἀδελφοῦ ἡμῶν τοῦ Ἐλιμέλεχ, ἣ δέδοται Νωεμὶν τῇ ἐπιστρεφούσῃ ἐξ ἀγροῦ Μωάβ,
And Booz said to the relative, [The matter regards] the portion of the field which was our brother Elimelech's which was given to Noemin, now returning out of the land of Moab;
4 κἀγὼ εἶπα· ἀποκαλύψω τὸ οὖς σου λέγων· κτῆσαι ἐναντίον τῶν καθημένων καὶ ἐναντίον τῶν πρεσβυτέρων τοῦ λαοῦ μου· εἰ ἀγχιστεύεις, ἀγχίστευε· εἰ δὲ μὴ ἀγχιστεύεις, ἀνάγγειλόν μοι καὶ γνώσομαι· ὅτι οὐκ ἔστι πάρεξ σοῦ τοῦ ἀγχιστεῦσαι, κἀγώ εἰμι μετὰ σέ. ὁ δὲ εἶπεν· ἐγώ εἰμι, ἀγχιστεύσω.
and I said, I will inform you, saying, Buy it before those that sit, and before the elders of my people: if you will redeem it, redeem it, but if you will not redeem it, tell me, and I shall know; for there is no one beside you to do the office of a kinsman, and I am after you: and he said, I am [here], I will redeem it.
5 καὶ εἶπε Βοόζ· ἐν ἡμέρᾳ τοῦ κτήσασθαί σε τὸν ἀγρὸν ἐκ χειρὸς Νωεμὶν καὶ παρὰ Ροὺθ τῆς Μωαβίτιδος γυναικὸς τοῦ τεθνηκότος, καὶ αὐτὴν κτήσασθαί σε δεῖ ὥστε ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ.
And Booz said, In the day of your buying the field of the hand of Noemin and of Ruth the Moabitess the wife of the deceased, you must also buy her, so as to raise up the name of the dead upon his inheritance.
6 καὶ εἶπεν ὁ ἀγχιστεύς· οὐ δυνήσομαι ἀγχιστεῦσαι ἐμαυτῷ, μή ποτε διαφθείρω τὴν κληρονομίαν μου· ἀγχίστευσον σεαυτῷ τὴν ἀγχιστείαν μου, ὅτι οὐ δυνήσομαι ἀγχιστεῦσαι.
And the kinsman said, I shall not be able to redeem it for myself, lest I mar my own inheritance; do you redeem my right for yourself, for I shall not be able to redeem [it].
7 καὶ τοῦτο τὸ δικαίωμα ἔμπροσθεν ἐν τῷ Ἰσραὴλ ἐπὶ τὴν ἀγχιστείαν καὶ ἐπὶ τὸ ἀντάλλαγμα τοῦ στῆσαι πάντα λόγον, καὶ ὑπελύετο ἀνὴρ τὸ ὑπόδημα αὐτοῦ καὶ ἐδίδου τῷ πλησίον αὐτοῦ τῷ ἀγχιστεύοντι τὴν ἀγχιστείαν αὐτοῦ, καὶ τοῦτο ἦν μαρτύριον ἐν Ἰσραήλ.
And this [was] in former time the ordinance in Israel for redemption, and for a bargain, to confirm every word: A man loosed his shoe, and gave it to his neighbour that redeemed his right; and this was a testimony in Israel.
8 καὶ εἶπεν ὁ ἀγχιστεὺς τῷ Βοόζ· κτῆσαι σεαυτῷ τὴν ἀγχιστείαν μου· καὶ ὑπελύσατο τὸ ὑπόδημα αὐτοῦ καὶ ἔδωκεν αὐτῷ.
And the kinsman said to Booz, Buy my right for yourself: and he took off his shoe and gave it to him.
9 καὶ εἶπε Βοὸζ τοῖς πρεσβυτέροις καὶ παντὶ τῷ λαῷ· μάρτυρες ὑμεῖς σήμερον, ὅτι κέκτημαι πάντα τὰ τοῦ Ἐλιμέλεχ καὶ πάντα, ὅσα ὑπάρχει τῷ Χελαιὼν καὶ τῷ Μααλὼν ἐκ χειρὸς Νωεμίν·
And Booz said to the elders and to all the people, You⌃ [are] this day witnesses, that I have bought all that was Elimelech's, and all that belonged to Chelaion and Maalon, of the hand of Noemin.
10 καί γε Ροὺθ τὴν Μωαβῖτιν τὴν γυναῖκα Μααλὼν κέκτημαι ἐμαυτῷ εἰς γυναῖκα τοῦ ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ, καὶ οὐκ ἐξολοθρευθήσεται τὸ ὄνομα τοῦ τεθνηκότος ἐκ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἐκ τῆς φυλῆς λαοῦ αὐτοῦ· μάρτυρες ὑμεῖς σήμερον.
Moreover I have bought for myself for a wife Ruth the Moabitess, the wife of Maalon, to raise up the name of the dead upon his inheritance; so the name of the dead shall not be destroyed from amongst his brethren, and from the tribe of his people: you⌃ [are] this day witnesses.
11 καὶ εἴποσαν πᾶς ὁ λαὸς οἱ ἐν τῇ πύλῃ· μάρτυρες. καὶ οἱ πρεσβύτεροι εἴποσαν· δῴη Κύριος τὴν γυναῖκά σου τὴν εἰσπορευομένην εἰς τὸν οἶκόν σου ὡς Ραχὴλ καὶ ὡς Λείαν, αἳ ᾠκοδόμησαν ἀμφότεροι τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ ἐποίησαν δύναμιν ἐν Ἐφραθά, καὶ ἔσται ὄνομα ἐν Βηθλεέμ·
And all the people who were in the gate said, [We are] witnesses: and the elders said, The Lord make your wife who goes into your house, as Rachel and as Lia, who both [together] built the house of Israel, and wrought mightily in Ephratha, and there shall be a name [to you] in Bethleem.
12 καὶ γένοιτο ὁ οἶκός σου ὡς ὁ οἶκος Φαρές, ὃν ἔτεκε Θάμαρ τῷ Ἰούδᾳ, ἐκ τοῦ σπέρματος οὗ δώσει Κύριός σοι ἐκ τῆς παιδίσκης ταύτης.
And let your house be as the house of Phares, whom Thamar bore to Juda, of the seed which the Lord shall give you of this handmaid.
13 καὶ ἔλαβε Βοὸζ τὴν Ρούθ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἔδωκεν αὐτῇ Κύριος κύησιν, καὶ ἔτεκεν υἱόν.
And Booz took Ruth, and she became his wife, and he went in to her; and the Lord gave her conception, and she bore a son.
14 καὶ εἶπαν αἱ γυναῖκες πρὸς Νωεμίν· εὐλογητὸς Κύριος, ὃς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστέα, καὶ καλέσαι τὸ ὄνομά σου ἐν Ἰσραήλ,
And the women said to Noemin, Blessed [is] the Lord, who has not suffered a redeemer to fail you this day, even to make your name famous in Israel.
15 καὶ ἔσται σοι εἰς ἐπιστρέφοντα ψυχὴν καὶ τοῦ διαθρέψαι τὴν πολιάν σου, ὅτι ἡ νύμφη ἡ ἀγαπήσασά σε ἔτεκεν αὐτόν, ἥ ἐστιν ἀγαθή σοι ὑπὲρ ἑπτὰ υἱούς.
And he shall be to you a restorer of your soul, and one to cherish your old age; for your daughter-in-law which has loved you, who is better to you than seven sons, has born him.
16 καὶ ἔλαβε Νωεμὶν τὸ παιδίον καὶ ἔθηκεν εἰς τὸν κόλπον αὐτῆς καὶ ἐγενήθη αὐτῷ εἰς τιθηνόν.
And Noemin took the child and laid it in her bosom, and became a nurse to it.
17 καὶ ἐκάλεσαν αὐτοῦ αἱ γείτονες ὄνομα λέγουσαι· ἐτέχθη υἱὸς τῇ Νωεμίν· καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτοῦ Ὠβήδ· οὗτος πατὴρ Ἰεσσαὶ πατρὸς Δαυίδ.
And the neighbours gave it a name, saying, A son has been born to Noemin; and they called his name Obed; this [is] the father of Jessae the father of David.
18 καὶ αὗται αἱ γενέσεις Φαρές· Φαρὲς ἐγέννησε τὸν Ἐσρώμ,
And these [are] the generations of Phares: Phares begot Esrom:
19 Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράν, καὶ Ἀρὰν ἐγέννησε τὸν Ἀμιναδάβ,
Esrom begot Aram; and Aram begot Aminadab.
20 καὶ Ἀμιναδὰβ ἐγέννησε τὸν Ναασσών, καὶ Ναασσὼν ἐγέννησε τὸν Σαλμάν,
And Aminadab begot Naasson; and Naasson begot Salmon.
21 καὶ Σαλμὰν ἐγέννησε τὸν Βοόζ, καὶ Βοὸζ ἐγέννησε τὸν Ὠβήδ,
And Salmon begot Booz; and Booz begot Obed.
22 καὶ Ὠβὴδ ἐγέννησε τὸν Ἰεσσαί, καὶ Ἰεσσαὶ ἐγέννησε τὸν Δαυίδ.
And Obed begot Jessae; and Jessae begot David.
Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.