PhilokaliaKnowledge Map

The Bible 1 Maccabees Chapter 4

1 Maccabees 4

Μακκαβαίων Α´

1 ΚΑΙ παρέλαβε Γοργίας πεντακισχιλίους ἄνδρας καὶ χιλίαν ἵππον ἐκλεκτήν, καὶ ἀπῇρεν ἡ παρεμβολὴ νυκτός,

Then took Gorgias five thousand footmen, and a thousand of the best horsemen, and removed out of the camp by night;

2 ὥστε ἐπιβαλεῖν ἐπὶ τὴν παρεμβολὴν τῶν Ἰουδαίων καὶ πατάξαι αὐτοὺς ἄφνω· καὶ οἱ υἱοὶ τῆς ἄκρας ἦσαν αὐτῷ ὁδηγοί.

To the end he might rush in upon the camp of the Jews, and strike them suddenly. And the men of the fortress were his guides.

3 καὶ ἤκουσεν Ἰούδας καὶ ἀπῇρεν αὐτὸς καὶ οἱ δυνατοὶ πατάξαι τὴν δύναμιν τοῦ βασιλέως τὴν ἐν Ἀμμαούς,

Now when Judas heard thereof he himself removed, and the valiant men with him, that he might strike the king's army which was at Emmaus,

4 ἕως ἔτι αἱ δυνάμεις ἐσκορπισμέναι ἦσαν ἀπὸ τῆς παρεμβολῆς.

While as yet the forces were dispersed from the camp.

5 καὶ ἦλθε Γοργίας εἰς τὴν παρεμβολὴν Ἰούδα νυκτὸς καὶ οὐδένα εὗρε· καὶ ἐζήτει αὐτοὺς ἐν τοῖς ὄρεσιν, ὅτι εἶπε· φεύγουσιν οὗτοι ἀφ᾿ ἡμῶν.

In the mean season came Gorgias by night into the camp of Judas: and when he found no man there, he sought them in the mountains: for said he, These fellows flee from us

6 καὶ ἅμα τῇ ἡμέρᾳ ὤφθη Ἰούδας ἐν τῷ πεδίῳ ἐν τρισχιλίοις ἀνδράσι· πλὴν καλύμματα καὶ μαχαίρας οὐκ εἶχον καθὼς ἠβούλοντο.

But as soon as it was day, Judas showed himself in the plain with three thousand men, who nevertheless had neither armour nor swords to their minds.

7 καὶ εἶδον παρεμβολὴν ἐθνῶν ἰσχυρὰν τεθωρακισμένην καὶ ἵππον κυκλοῦσαν αὐτήν, καὶ οὗτοι διδακτοὶ πολέμου.

And they saw the camp of the heathen, that it was strong and well harnessed, and compassed round about with horsemen; and these were expert of war.

8 καὶ εἶπεν Ἰούδας τοῖς ἀνδράσι τοῖς μετ᾿ αὐτοῦ· μὴ φοβεῖσθε τὸ πλῆθος αὐτῶν καὶ τὸ ὅρμημα αὐτῶν μὴ δειλωθῆτε·

Then said Judas to the men that were with him, Fear you⌃ not their multitude, neither be you⌃ afraid of their assault.

9 μνήσθητε πῶς ἐσώθησαν οἱ πατέρες ἡμῶν ἐν θαλάσσῃ ἐρυθρᾷ, ὅτι ἐδίωξεν αὐτοὺς Φαραὼ ἐν δυνάμει.

Remember how our fathers were delivered in the Red sea, when Pharaoh pursued them with an army.

10 καὶ νῦν βοήσωμεν εἰς τὸν οὐρανόν, εἴ πως ἐλεήσει ἡμᾶς καὶ μνησθήσεται διαθήκης πατέρων ἡμῶν καὶ συντρίψει τὴν παρεμβολὴν ταύτην κατὰ πρόσωπον ἡμῶν σήμερον,

Now therefore let us cry to heaven, if perhaps the Lord will have mercy upon us, and remember the covenant of our fathers, and destroy this host before our face this day:

11 καὶ γνώσεται πάντα τὰ ἔθνη ὅτι ἐστὶν ὁ λυτρούμενος καὶ σῴζων τὸν Ἰσραήλ.

That so all the heathen may know that there is one who delivers and saves Israel.

12 καὶ ᾖραν οἱ ἀλλόφυλοι τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον αὐτοὺς ἐρχομένους ἐξεναντίας

Then the strangers lifted up their eyes, and saw them coming over against them.

13 καὶ ἐξῆλθον ἐκ τῆς παρεμβολῆς εἰς πόλεμον· καὶ ἐσάλπισαν οἱ μετὰ Ἰούδα

Therefore they went out of the camp to battle; but they that were with Judas sounded their trumpets.

14 καὶ συνῆψαν καὶ συνετρίβησαν τὰ ἔθνη καὶ ἔφυγον εἰς τὸ πεδίον,

So they joined battle, and the heathen being discomfited fled into the plain.

15 οἱ δὲ ἔσχατοι πάντες ἔπεσον ἐν ρομφαίᾳ. καὶ ἐδίωξαν αὐτοὺς ἕως Γαζηρὼν καὶ ἕως τῶν πεδίων τῆς Ἰδουμαίας καὶ Ἀζώτου καὶ Ἰαμνείας, καὶ ἔπεσον ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους.

Howbeit all the hindmost of them were slain with the sword: for they pursued them to Gazera, and to the plains of Idumea, and Azotus, and Jamnia, so that there were slain of them upon a three thousand men.

16 καὶ ἐπέστρεψεν Ἰούδας καὶ ἡ δύναμις ἀπὸ τοῦ διώκειν ὄπισθεν αὐτῶν

This done, Judas returned again with his host from pursuing them,

17 καὶ εἶπε πρὸς τὸν λαόν· μὴ ἐπιθυμήσητε τῶν σκύλων, ὅτι πόλεμος ἐξεναντίας ἡμῶν,

And said to the people, Be not greedy of the spoil inasmuch as there is a battle before us,

18 καὶ Γοργίας καὶ ἡ δύναμις ἐν τῷ ὄρει ἐγγὺς ἡμῶν· ἀλλὰ στῆτε νῦν ἐναντίον τῶν ἐχθρῶν ἡμῶν καὶ πολεμήσατε αὐτούς, καὶ μετὰ ταῦτα λάβετε τὰ σκῦλα μετὰ παρρησίας.

And Gorgias and his host are here by us in the mountain: but stand you⌃ now against our enemies, and overcome them, and after this you⌃ may boldly take the spoils.

19 ἔτι λαλοῦντος Ἰούδα ταῦτα, ὤφθη μέρος τι ἐκκύπτον ἐκ τοῦ ὄρους·

As Judas was yet speaking these words, there appeared a part of them looking out of the mountain:

20 καὶ εἶδεν ὅτι τετρόπωνται, καὶ ἐμπυρίζουσι τὴν παρεμβολήν· ὁ γὰρ καπνὸς ὁ θεωρούμενος ἐνεφάνιζε τὸ γεγονός.

Who when they perceived that the Jews had put their host to flight and were burning the tents; for the smoke that was seen declared what was done:

21 οἱ δὲ ταῦτα συνιδόντες ἐδειλώθησαν σφόδρα· συνιδόντες δὲ καὶ τὴν Ἰούδα παρεμβολὴν ἐν τῷ πεδίῳ ἑτοίμην εἰς παράταξιν,

When therefore they perceived these things, they were sore afraid, and seeing also the host of Judas in the plain ready to fight,

22 ἔφυγον πάντες εἰς γῆν ἀλλοφύλων.

They fled every one into the land of strangers.

23 καὶ ἀνέστρεψεν Ἰούδας ἐπὶ τὴν σκυλείαν τῆς παρεμβολῆς, καὶ ἔλαβον χρυσίον πολὺ καὶ ἀργύριον καὶ ὑάκινθον καὶ πορφύραν θαλασσίαν καὶ πλοῦτον μέγαν.

Then Judas returned to spoil the tents, where they got much gold, and silver, and blue silk, and purple of the sea, and great riches.

24 καὶ ἐπιστραφέντες ὕμνουν καὶ εὐλόγουν εἰς οὐρανὸν ὅτι καλόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

After this they went home, and sung a song of thanksgiving, and praised the Lord in heaven: because it is good, because his mercy endures forever.

25 καὶ ἐγένετο σωτηρία μεγάλη τῷ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

Thus Israel had a great deliverance that day.

26 Ὃσοι δὲ τῶν ἀλλοφύλων διεσώθησαν, παραγενηθέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα.

Now all the strangers that had escaped came and told Lysias what had happened:

27 ὁ δὲ ἀκούσας συνεχύθη καὶ ἠθύμει, ὅτι οὐχ οἷα ἤθελε, τοιαῦτα γεγόνει τῷ Ἰσραήλ, καὶ οὐχ οἷα ἐνετείλατο αὐτῷ ὁ βασιλεύς, τοιαῦτα ἐξέβη.

Who, when he heard thereof, was confounded and discouraged, because neither such things as he would were done to Israel, nor such things as the king commanded him were come to pass.

28 καὶ ἐν τῷ ἐχομένῳ ἐνιαυτῷ συνελόχισεν ὁ Λυσίας ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον, ὥστε ἐκπολεμῆσαι αὐτούς.

The next year therefore following Lysias gathered together threescore thousand choice men of foot, and five thousand horsemen, that he might subdue them.

29 καὶ ἦλθον εἰς τὴν Ἰδουμαίαν καὶ παρενέβαλον ἐν Βαιθσούροις, καὶ συνήντησεν αὐτοῖς Ἰούδας ἐν δέκα χιλιάσιν ἀνδρῶν.

So they came into Idumea, and pitched their tents at Bethsura, and Judas met them with ten thousand men.

30 καὶ εἶδε τὴν παρεμβολὴν ἰσχυρὰν καὶ προσηύξατο καὶ εἶπεν· εὐλογητὸς εἶ ὁ σωτὴρ τοῦ Ἰσραὴλ ὁ συντρίψας τὸ ὅρμημα τοῦ δυνατοῦ ἐν χειρὶ τοῦ δούλου σου Δαυὶδ καὶ παρέδωκας τὴν παρεμβολὴν τῶν ἀλλοφύλων εἰς χεῖρας Ἰωνάθαν υἱοῦ Σαοὺλ καὶ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ·

And when he saw that mighty army, he prayed and said, Blessed are you, O Saviour of Israel, who did quell the violence of the mighty man by the hand of your servant David, and gave the host of strangers into the hands of Jonathan the son of Saul, and his armour bearer;

31 οὕτω σύγκλεισον τὴν παρεμβολὴν ταύτην ἐν χειρὶ λαοῦ σου Ἰσραήλ, καὶ αἰσχυνθήτωσαν ἐπὶ τῇ δυνάμει καὶ τῇ ἵππῳ αὐτῶν·

Shut up this army in the hand of your people Israel, and let them be confounded in their power and horsemen:

32 δὸς αὐτοῖς δειλίαν καὶ τῆξον θράσος ἰσχύος αὐτῶν, καὶ σαλευθήτωσαν τῇ συντριβῇ αὐτῶν·

Make them to be of no courage, and cause the boldness of their strength to fall away, and let them quake at their destruction:

33 κατάβαλε αὐτοὺς ρομφαίᾳ ἀγαπώντων σε, καὶ αἰνεσάτωσάν σε πάντες οἱ εἰδότες τὸ ὄνομά σου ἐν ὕμνοις.

Cast them down with the sword of them that love you, and let all those that know your name praise you with thanksgiving.

34 καὶ συνέβαλον ἀλλήλοις, καὶ ἔπεσον ἐκ τῆς παρεμβολῆς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας καὶ ἔπεσον ἐξ ἐναντίας αὐτῶν.

So they joined battle; and there were slain of the host of Lysias about five thousand men, even before them were they slain.

35 ἰδὼν δὲ Λυσίας τὴν γενομένην τροπὴν τῆς αὐτοῦ συντάξεως, τῆς δὲ Ἰούδα τὸ γεγενημένον θάρσος καὶ ὡς ἕτοιμοί εἰσιν ἢ ζῆν ἢ τεθνάναι γενναίως, ἀπῇρεν εἰς Ἀντιόχειαν καὶ ἐξενολόγει, καὶ πλεονάσας τὸν γενηθέντα στρατὸν ἐλογίζετο πάλιν παραγενέσθαι εἰς τὴν Ἰουδαίαν.

Now when Lysias saw his army put to flight, and the manliness of Judas' soldiers, and how they were ready either to live or die valiantly, he went into Antiochia, and gathered together a company of strangers, and having made his army greater than it was, he purposed to come again into Judea.

36 Εἶπε δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ· ἰδοὺ συνετρίβησαν οἱ ἐχθροὶ ἡμῶν, ἀναβῶμεν καθαρίσαι τὰ ἅγια καὶ ἐγκαινίσαι.

Then said Judas and his brethren, Behold, our enemies are discomfited: let us go up to cleanse and dedicate the sanctuary.

37 καὶ συνήχθη ἡ παρεμβολὴ πᾶσα καὶ ἀνέβησαν εἰς ὄρος Σιών.

Upon this all the host assembled themselves together, and went up into mount Sion.

38 καὶ εἶδον τὸ ἁγίασμα ἠρημωμένον καὶ τὸ θυσιαστήριον βεβηλωμένον καὶ τὰς πύλας κατακεκαυμένας καὶ ἐν ταῖς αὐλαῖς φυτὰ πεφυκότα ὡς ἐν δρυμῷ ἢ ὡς ἑνὶ τῶν ὀρέων καὶ τὰ παστοφόρια καθῃρημένα.

And when they saw the sanctuary desolate, and the altar profaned, and the gates burnt up, and shrubs growing in the courts as in a forest, or in one of the mountains, yes, and the priests' chambers pulled down;

39 καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν καὶ ἐκόψαντο κοπετὸν μέγαν καὶ ἐπέθεντο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῶν

They tore their clothes, and made great lamentation, and cast ashes upon their heads,

40 καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ ἐσάλπισαν ταῖς σάλπιγξι τῶν σημασιῶν καὶ ἐβόησαν εἰς τὸν οὐρανόν.

And fell down flat to the ground upon their faces, and blew an alarm with the trumpets, and cried towards heaven.

41 τότε ἐπέταξεν Ἰούδας ἄνδρας πολεμεῖν τοὺς ἐν τῇ ἄκρᾳ, ἕως ἂν καθαρίσῃ τὰ ἅγια.

Then Judas appointed certain men to fight against those that were in the fortress, until he had cleansed the sanctuary.

42 καὶ ἐπέλεξεν ἱερεῖς ἀμώμους θελητὰς νόμου,

So he chose priests of blameless conversation, such as had pleasure in the law:

43 καὶ ἐκαθάρισαν τὰ ἅγια καὶ ᾖραν τοὺς λίθους τοῦ μιασμοῦ εἰς τόπον ἀκάθαρτον.

Who cleansed the sanctuary, and bare out the defiled stones into an unclean place.

44 καὶ ἐβουλεύσαντο περὶ τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως τοῦ βεβηλωμένου, τί αὐτῷ ποιήσωσι·

And when as they consulted what to do with the altar of burnt offerings, which was profaned;

45 καὶ ἐπέπεσεν αὐτοῖς βουλὴ ἀγαθὴ καθελεῖν αὐτό, μήποτε γένηται αὐτοῖς εἰς ὄνειδος, ὅτι ἐμίαναν τὰ ἔθνη αὐτό· καὶ καθεῖλον τὸ θυσιαστήριον.

They thought it best to pull it down, lest it should be a reproach to them, because the heathen had defiled it: therefore they pulled it down,

46 καὶ ἀπέθεντο τοὺς λίθους ἐν τῷ ὄρει τοῦ οἴκου ἐν τόπῳ ἐπιτηδείῳ μέχρι τοῦ παραγενηθῆναι προφήτην τοῦ ἀποκριθῆναι περὶ αὐτῶν.

And laid up the stones in the mountain of the temple in a convenient place, until there should come a prophet to show what should be done with them.

47 καὶ ἔλαβον λίθους ὁλοκλήρους κατὰ τὸν νόμον καὶ ᾠκοδόμησαν τὸ θυσιαστήριον καινὸν κατὰ τὸ πρότερον.

Then they took whole stones according to the law, and built a new altar according to the former;

48 καὶ ᾠκοδόμησαν τὰ ἅγια καὶ τὰ ἐντὸς τοῦ οἴκου καὶ τὰς αὐλὰς ἡγίασαν.

And made up the sanctuary, and the things that were within the temple, and hallowed the courts.

49 καὶ ἐποίησαν σκεύη ἅγια καινὰ καὶ εἰσήνεγκαν τὴν λυχνίαν καὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων καὶ τὴν τράπεζαν εἰς τὸν ναόν.

They made also new holy vessels, and into the temple they brought the candlestick, and the altar of burnt offerings, and of incense, and the table.

50 καὶ ἐθυμίασαν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐξῆψαν τοὺς λύχνους τοὺς ἐπὶ τῆς λυχνίας, καὶ ἐφαίνοσαν ἐν τῶ ναῷ.

And upon the altar they burnt incense, and the lamps that were upon the candlestick they lighted, that they might give light in the temple.

51 καὶ ἐπέθηκαν ἐπὶ τὴν τράπεζαν ἄρτους καὶ ἐξεπέτασαν τὰ καταπετάσματα καὶ ἐτέλεσαν πάντα τὰ ἔργα, ἃ ἐποίησαν.

Furthermore they set the loaves upon the table, and spread out the veils, and finished all the works which they had begun to make.

52 καὶ ὤρθρισαν τὸ πρωΐ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἐνάτου (οὗτος ὁ μὴν Χασελεῦ) τοῦ ὀγδόου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ ἔτους

Now on the five and twentieth day of the ninth month, which is called the month Casleu, in the hundred and forty and eighth year, they rose up betimes in the morning,

53 καὶ ἀνήνεγκαν θυσίαν κατὰ τὸν νόμον ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων τὸ καινόν, ὃ ἐποίησαν.

And offered sacrifice according to the law upon the new altar of burnt offerings, which they had made.

54 κατὰ τὸν καιρὸν καὶ κατὰ τὴν ἡμέραν, ἐν ᾗ ἐβεβήλωσαν αὐτὸ τὰ ἔθνη, ἐν ἐκείνῃ ἐνεκαινίσθη ἐν ᾠδαῖς καὶ κιθάραις καὶ κινύραις καὶ ἐν κυμβάλοις.

Look, at what time and what day the heathen had profaned it, even in that was it dedicated with songs, and citherns, and harps, and cymbals.

55 καὶ ἔπεσον πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον καὶ προσεκύνησαν καὶ εὐλόγησαν εἰς οὐρανὸν τὸν εὐοδώσαντα αὐτοῖς.

Then all the people fell upon their faces, worshipping and praising the God of heaven, who had given them good success.

56 καὶ ἐποίησαν τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἡμέρας ὀκτὼ καὶ προσήνεγκαν ὁλοκαυτώματα μετ᾿ εὐφροσύνης καὶ ἔθυσαν θυσίαν σωτηρίου καὶ αἰνέσεως.

And so they kept the dedication of the altar eight days and offered burnt offerings with gladness, and sacrificed the sacrifice of deliverance and praise.

57 καὶ κατεκόσμησαν τὸ κατὰ πρόσωπον τοῦ ναοῦ στεφάνοις χρυσοῖς καὶ ἀσπιδίσκαις καὶ ἐνεκαίνισαν τὰς πύλας καὶ τὰ παστοφόρια καὶ ἐθύρωσαν αὐτά.

They decked also the forefront of the temple with crowns of gold, and with shields; and the gates and the chambers they renewed, and hanged doors upon them.

58 καὶ ἐγενήθη εὐφροσύνη μεγάλη ἐν τῷ λαῷ σφόδρα, καὶ ἀπεστράφη ὄνειδος ἐθνῶν.

Thus was there very great gladness amongst the people, for that the reproach of the heathen was put away.

59 καὶ ἔστησεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ ἐκκλησία Ἰσραήλ, ἵνα ἄγωνται αἱ ἡμέραι ἐγκαινισμοῦ τοῦ θυσιαστηρίου ἐν τοῖς καιροῖς αὐτῶν ἐνιαυτὸν κατ᾿ ἐνιαυτὸν ἡμέρας ὀκτώ, ἀπὸ τῆς πέμπτης καὶ εἰκάδος τοῦ μηνὸς Χασελεῦ, μετ᾿ εὐφροσύνης καὶ χαρᾶς.

Moreover Judas and his brethren with the whole congregation of Israel ordained, that the days of the dedication of the altar should be kept in their season from year to year by the space of eight days, from the five and twentieth day of the month Casleu, with mirth and gladness.

60 καὶ ᾠκοδόμησαν ἐν τῷ καιρῷ ἐκείνῳ τὸ ὄρος Σιών, κυκλόθεν τείχη ὑψηλὰ καὶ πύργους ὀχυρούς, μή ποτε παραγενηθέντα τὰ ἔθνη καταπατήσωσιν αὐτά, ὡς ἐποίησαν τὸ πρότερον.

At that time also they builded up the mount Sion with high walls and strong towers round about, lest the Gentiles should come and tread it down as they had done before.

61 καὶ ἐπέταξεν ἐκεῖ δύναμιν τηρεῖν αὐτὸ καὶ ὠχύρωσαν αὐτὸ τηρεῖν τὴν Βαιθσούραν τοῦ ἔχειν τὸν λαὸν ὀχύρωμα κατὰ πρόσωπον τῆς Ἰδουμαίας.

And they set there a garrison to keep it, and fortified Bethsura to preserve it; that the people might have a defence against Idumea.

Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.