The Bible 1 Maccabees Chapter 5
1 Maccabees 5
Μακκαβαίων Α´
1 ΚΑΙ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τὸ πρότερον,
Now when the nations round about heard that the altar was built and the sanctuary renewed as before, it displeased them very much.
2 καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος Ἰακώβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν καὶ ἤρξαντο τοῦ θανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν.
Therefore they thought to destroy the generation of Jacob that was amongst them, and thereupon they began to kill and destroy the people.
3 καὶ ἐπολέμει Ἰούδας πρὸς τοὺς υἱοὺς Ἡσαῦ ἐν τῇ Ἰδουμαίᾳ, τὴν Ἀκραβαττήνην, ὅτι περιεκάθηντο τὸν Ἰσραήλ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ συνέστειλεν αὐτοὺς καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν.
Then Judas fought against the children of Esau in Idumea at Arabattine, because they besieged Gael: and he gave them a great overthrow, and abated their courage, and took their spoils.
4 καὶ ἐμνήσθη τῆς κακίας υἱῶν Βαιάν, οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ εἰς σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς·
Also he remembered the injury of the children of Bean, who had been a snare and an offence to the people, in that they lay in wait for them in the ways.
5 καὶ συνεκλείσθησαν ὑπ᾿ αὐτοῦ ἐν τοῖς πύργοις, καὶ παρενέβαλεν ἐπ᾿ αὐτοὺς καὶ ἀνεθεμάτισεν αὐτοὺς καὶ ἐνεπύρισε τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσι τοῖς ἐνοῦσι.
He shut them up therefore in the towers, and encamped against them, and destroyed them utterly, and burnt the towers of that place with fire, and all that were therein.
6 καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν καὶ εὗρε χεῖρα κραταιὰν καὶ λαὸν πολὺν καὶ Τιμόθεον ἡγούμενον αὐτῶν·
Afterward he passed over to the children of Ammon, where he found a mighty power, and much people, with Timotheus their captain.
7 καὶ συνῆψε πρὸς αὐτοὺς πολέμους πολλούς, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτούς.
So he fought many battles with them, till at length they were discomfited before him; and he struck them.
8 καὶ προκατελάβετο τὴν Ἰαζὴρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ ἀνέστρεψεν εἰς τὴν Ἰουδαίαν.
And when he had taken Jazar, with the towns belonging thereto, he returned into Judea.
9 Καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τῇ Γαδαὰδ ἐπὶ τὸν Ἰσραὴλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς, καὶ ἔφυγον εἰς Δάθεμα τὸ ὀχύρωμα.
Then the heathen that were at Galaad assembled themselves together against the Israelites that were in their quarters, to destroy them; but they fled to the fortress of Dathema.
10 καὶ ἀπέστειλαν γράμματα πρὸς Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λέγοντες· ἐπισυνηγμένα ἐστὶν ἐφ᾿ ἡμᾶς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς
And sent letters to Judas and his brethren, The heathen that are round about us are assembled together against us to destroy us:
11 καὶ ἑτοιμάζονται ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα, εἰς ὃ κατεφύγομεν, καὶ Τιμόθεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν·
And they are preparing to come and take the fortress whereunto we are fled, Timotheus being captain of their host.
12 νῦν οὖν ἐλθὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆθος,
Come now therefore, and deliver us from their hands, for many of us are slain:
13 καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τωβίου τεθανάτωνται, καὶ ᾐχμαλωτίκασι τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα καὶ τὴν ἀποσκευήν, καὶ ἀπώλεσαν ἐκεῖ ὡσεὶ μίαν χιλιαρχίαν ἀνδρῶν.
Yes, all our brethren that were in the places of Tobie are put to death: their wives and their children also they have carried away captives, and borne away their stuff; and they have destroyed there about a thousand men.
14 ἔτι αἱ ἐπιστολαὶ ἀνεγινώσκοντο, καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διερρηχότες τὰ ἱμάτια ἀπαγγέλλοντες κατὰ τὰ ρήματα ταῦτα λέγοντες
While these letters were yet reading, behold, there came other messengers from Galilee with their clothes torn, who reported on this wise,
15 ἐπισυνῆχθαι ἐπ᾿ αὐτοὺς ἐκ Πτολεμαΐδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πάσης Γαλιλαίας ἀλλοφύλων τοῦ ἐξαναλῶσαι ἡμᾶς.
And said, They of Ptolemais, and of Tyrus, and Sidon, and all Galilee of the Gentiles, are assembled together against us to consume us.
16 ὡς δὲ ἤκουσεν Ἰούδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους, ἐπισυνήχθη ἐκκλησία μεγάλη βουλεύσασθαι τί ποιήσωσι τοῖς ἀδελφοῖς αὐτῶν, τοῖς οὖσιν ἐν θλίψει καὶ πολεμουμένοις ὑπ᾿ αὐτῶν.
Now when Judas and the people heard these words, there assembled a great congregation together, to consult what they should do for their brethren, that were in trouble, and assaulted of them.
17 καὶ εἶπεν Ἰούδας Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ· ἐπίλεξον σεαυτῷ ἄνδρας καὶ πορεύου καὶ ρῦσαι τοὺς ἀδελφούς σου τοὺς ἐν τῇ Γαλιλαίᾳ· ἐγὼ δὲ καὶ Ἰωνάθαν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδῖτιν.
Then said Judas to Simon his brother, Choose you out men, and go and deliver your brethren that are in Galilee, for I and Jonathan my brother will go into the country of Galaad.
18 καὶ κατέλιπεν Ἰώσηφον τὸν τοῦ Ζαχαρίου καὶ Ἀζαρίαν ἡγουμένους τοῦ λαοῦ μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως ἐν τῇ Ἰουδαίᾳ εἰς τήρησιν
So he left Joseph the son of Zacharias, and Azarias, captains of the people, with the remnant of the host in Judea to keep it.
19 καὶ ἐνετείλατο αὐτοῖς λέγων· πρόστητε τοῦ λαοῦ τούτου καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς.
To whom he gave commandment, saying, Take you⌃ the charge of this people, and see that you⌃ make not war against the heathen until the time that we come again.
20 καὶ ἐμερίσθησαν Σίμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευθῆναι εἰς τὴν Γαλιλαίαν, Ἰούδᾳ δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδῖτιν.
Now to Simon were given three thousand men to go into Galilee, and to Judas eight thousand men for the country of Galaad.
21 καὶ ἐπορεύθη Σίμων εἰς τὴν Γαλιλαίαν καὶ συνῆψε πολέμους πολλοὺς πρὸς τὰ ἔθνη, καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ,
Then went Simon into Galilee, where he fought many battles with the heathen, so that the heathen were discomfited by him.
22 καὶ ἐδίωξεν αὐτοὺς ἕως τῆς πύλης Πτολεμαΐδος. καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας, καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν.
And he pursued them to the gate of Ptolemais; and there were slain of the heathen about three thousand men, whose spoils he took.
23 καὶ παρέλαβε τοὺς ἐν τῇ Γαλιλαίᾳ καὶ ἐν Ἀρβάττοις σὺν ταῖς γυναιξὶ καὶ τοῖς τέκνοις καὶ πάντα, ὅσα ἦν αὐτοῖς, καὶ ἤγαγεν εἰς τὴν Ἰουδαίαν μετ᾿ εὐφροσύνης μεγάλης.
And those that were in Galilee, and in Arbattis, with their wives and their children, and all that they had, took he away with him, and brought them into Judea with great joy.
24 καὶ Ἰούδας ὁ Μακκαβαῖος καὶ Ἰωνάθαν ὁ ἀδελφὸς αὐτοῦ διέβησαν τὸν Ἰορδάνην καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῇ ἐρήμῳ.
Judas Maccabeus also and his brother Jonathan went over Jordan, and travelled three days' journey in the wilderness,
25 καὶ συνήντησαν τοῖς Ναβαταίοις, καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς καὶ διηγήσαντο αὐτοῖς ἅπαντα τὰ συμβάντα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι.
Where they met with the Nabathites, who came to them in a peaceful manner, and told them every thing that had happened to their brethren in the land of Galaad:
26 καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βόσορρα καὶ Βοσόρ, ἐν Ἀλέμοις, Χασφώρ, Μακὲδ καὶ Καρναΐν, πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι·
And how that many of them were shut up in Bosora, and Bosor, and Alema, Casphor, Maked, and Carnaim; all these cities are strong and great:
27 καὶ ἐν ταῖς λοιπαῖς πόλεσι τῆς Γαλααδίτιδός εἰσι συνειλημμένοι καὶ εἰς αὔριον τάσσονται παρεμβάλλειν ἐπὶ τὰ ὀχυρώματα καὶ καταλαβέσθαι καὶ ἐξᾶραι πάντας τούτους ἐν ἡμέρᾳ μιᾷ.
And that they were shut up in the rest of the cities of the country of Galaad, and that against to morrow they had appointed to bring their host against the forts, and to take them, and to destroy them all in one day.
28 καὶ ἀπέστρεψεν Ἰούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον Βόσορρα ἄφνω· καὶ κατελάβετο τὴν πόλιν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ρομφαίας καὶ ἔλαβε πάντα τὰ σκῦλα αὐτῶν καὶ ἐνέπρησεν αὐτὴν πυρί.
Hereupon Judas and his host turned suddenly by the way of the wilderness to Bosora; and when he had won the city, he killed all the males with the edge of the sword, and took all their spoils, and burnt the city with fire,
29 καὶ ἀπῇρεν ἐκεῖθεν νυκτός, καὶ ἐπορεύετο ἕως ἐπὶ τὸ ὀχύρωμα·
From whence he removed by night, and went till he came to the fortress.
30 καὶ ἐγένετο ἑωθινῇ ᾖραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδοὺ λαὸς πολύς, οὗ οὐκ ἦν ἀριθμός, αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα καὶ ἐπολέμουν αὐτούς.
And betimes in the morning they looked up, and, behold, there was an innumerable people bearing ladders and other engines of war, to take the fortress: for they assaulted them.
31 καὶ εἶδεν Ἰούδας ὅτι ἦρκται ὁ πόλεμος καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη εἰς τὸν οὐρανὸν σάλπιγξι καὶ φωνῇ μεγάλῃ,
When Judas therefore saw that the battle was begun, and that the cry of the city went up to heaven, with trumpets, and a great sound,
32 καὶ εἶπε τοῖς ἀνδράσι τῆς δυνάμεως· πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ὑμῶν.
He said to his host, Fight this day for your brethren.
33 καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξόπισθεν αὐτῶν, καὶ ἐσάλπισαν ταῖς σάλπιγξι καὶ ἐβόησαν ἐν προσευχῇ.
So he went forth behind them in three companies, who sounded their trumpets, and cried with prayer.
34 καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι Μακκαβαῖός ἐστι, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας.
Then the host of Timotheus, knowing that it was Maccabeus, fled from him: therefore he struck them with a great slaughter; so that there were killed of them that day about eight thousand men.
35 καὶ ἀπέκλινεν εἰς Μααφὰ καὶ ἐπολέμησεν αὐτὴν καὶ προκατελάβετο αὐτὴν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν αὐτῆς καὶ ἔλαβε τὰ σκῦλα αὐτῆς καὶ ἐνέπρησεν αὐτὴν πυρί.
This done, Judas turned aside to Maspha; and after he had assaulted it he took and killed all the males therein, and received the spoils thereof and burnt it with fire.
36 ἐκεῖθεν ἀπῇρε καὶ προκατελάβετο τὴν Χασφών, Μακέδ, Βοσὸρ καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος.
From thence went he, and took Casphon, Maged, Bosor, and the other cities of the country of Galaad.
37 μετὰ δὲ τὰ ρήματα ταῦτα συνήγαγε Τιμόθεος παρεμβολὴν ἄλλην καὶ παρενέβαλε κατὰ πρόσωπον Ραφὼν ἐκ πέραν τοῦ χειμάρρου.
After these things gathered Timotheus another host and encamped against Raphon beyond the brook.
38 καὶ ἀπέστειλεν Ἰούδας κατασκοπεῦσαι τὴν παρεμβολήν, καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες· ἐπισυνηγμένα εἰσὶ πρὸς αὐτοὺς πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, δύναμις πολλὴ σφόδρα·
So Judas sent men to espy the host, who brought him word, saying, All the heathen that be round about us are assembled to them, even a very great host.
39 καὶ Ἄραβας μεμίσθωνται εἰς βοήθειαν αὐτοῖς καὶ παρενέβαλον πέραν τοῦ χειμάρρου ἕτοιμοι τοῦ ἐλθεῖν ἐπὶ σὲ εἰς πόλεμον. καὶ ἐπορεύθη Ἰούδας εἰς συνάντησιν αὐτῶν.
He has also hired the Arabians to help them and they have pitched their tents beyond the brook, ready to come and fight against you. Upon this Judas went to meet them.
40 καὶ εἶπε Τιμόθεος τοῖς ἄρχουσι τῆς δυνάμεως αὐτοῦ ἐν τῷ ἐγγίζειν Ἰούδαν καὶ τὴν παρεμβολὴν αὐτοῦ ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος· ἐὰν διαβῇ πρὸς ἡμᾶς πρότερος, οὐ δυνησόμεθα ὑποστῆναι αὐτόν, ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς·
Then Timotheus said to the captains of his host, When Judas and his host come near the brook, if he pass over first to us, we shall not be able to withstand him; for he will mightily prevail against us:
41 ἐὰν δὲ δειλωθῇ καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ, διαπεράσομεν πρὸς αὐτὸν καὶ δυνησόμεθα πρὸς αὐτόν.
But if he be afraid, and camp beyond the river, we shall go over to him, and prevail against him.
42 ὡς δὲ ἤγγισεν Ἰούδας ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος, ἔστησε τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάρρου καὶ ἐνετείλατο αὐτοῖς λέγων· μὴ ἀφῆτε πάντα ἄνθρωπον παρεμβαλεῖν, ἀλλ᾿ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον.
Now when Judas came near the brook, he caused the scribes of the people to remain by the brook: to whom he gave commandment, saying, Suffer no man to remain in the camp, but let all come to the battle.
43 καὶ διεπέρασεν ἐπ᾿ αὐτοὺς πρότερος καὶ πᾶς ὁ λαὸς ὄπισθεν αὐτοῦ, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ πάντα τὰ ἔθνη καὶ ἔρριψαν τὰ ὅπλα αὐτῶν καὶ ἔφυγον εἰς τὸ τέμενος ἐν Καρναΐν.
So he went first over to them, and all the people after him: then all the heathen, being discomfited before him, cast away their weapons, and fled to the temple that was at Carnaim.
44 καὶ προκατελάβοντο τὴν πόλιν καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσι τοῖς ἐν αὐτῷ· καὶ ἐτροπώθη ἡ Καρναΐν, καὶ οὐκ ἐδύναντο ἔτι ὑποστῆναι κατὰ πρόσωπον Ἰούδα.
But they took the city, and burnt the temple with all that were therein. Thus was Carnaim subdued, neither could they stand any longer before Judas.
45 καὶ συνήγαγεν Ἰούδας πάντα Ἰσραὴλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευήν, παρεμβολὴν μεγάλην σφόδρα, ἐλθεῖν εἰς γῆν Ἰούδα.
Then Judas gathered together all the Israelites that were in the country of Galaad, from the least to the greatest, even their wives, and their children, and their stuff, a very great host, to the end they might come into the land of Judea.
46 καὶ ἦλθον ἕως Ἐφρών, καὶ αὕτη ἡ πόλις μεγάλη ἐπὶ τῆς εἰσόδου ὀχυρὰ σφόδρα, οὐκ ἦν ἐκκλῖναι ἀπ᾿ αὐτῆς δεξιὰν ἢ ἀριστεράν, ἀλλ᾿ ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι·
Now when they came to Ephron, (this was a great city in the way as they should go, very well fortified) they could not turn from it, either on the right hand or the left, but must needs pass through the midst of it.
47 καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως καὶ ἐνέφραξαν τὰς πύλας λίθοις.
Then they of the city shut them out, and stopped up the gates with stones.
48 καὶ ἀπέστειλε πρὸς αὐτοὺς Ἰούδας λόγοις εἰρηνικοῖς λέγων· διελευσόμεθα διὰ τῆς γῆς σου τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν, καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς, πλὴν τοῖς ποσὶ παρελευσόμεθα· καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ.
Whereupon Judas sent to them in peaceful manner, saying, Let us pass through your land to go into our own country, and none shall do you any hurt; we will only pass through on foot: howbeit they would not open to him.
49 καὶ ἐπέταξεν Ἰούδας κηρῦξαι ἐν τῇ παρεμβολῇ τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστι τόπῳ·
Therefore Judas commanded a proclamation to be made throughout the host, that every man should pitch his tent in the place where he was.
50 καὶ παρενέβαλον οἱ ἄνδρες τῆς δυνάμεως, καὶ ἐπολέμησαν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ παρεδόθη ἡ πόλις ἐν χερσὶν αὐτοῦ.
So the soldiers pitched, and assaulted the city all that day and all that night, till at the length the city was delivered into his hands:
51 καὶ ἀπώλεσε πᾶν ἀρσενικὸν ἐν στόματι ρομφαίας καὶ ἐξερρίζωσεν αὐτὴν καὶ ἔλαβε τὰ σκῦλα αὐτῆς καὶ διῆλθε διὰ τῆς πόλεως ἐπάνω τῶν ἀπεκταμμένων.
Who then killed all the males with the edge of the sword, and rased the city, and took the spoils thereof, and passed through the city over them that were slain.
52 καὶ διέβησαν τὸν Ἰορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον Βαιθσάν.
After this they went over Jordan into the great plain before Bethsan.
53 καὶ ἦν Ἰούδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδόν, ἕως οὗ ἦλθον εἰς γῆν Ἰούδα.
And Judas gathered together those that came behind, and exhorted the people all the way through, till they came into the land of Judea.
54 καὶ ἀνέβησαν εἰς τὸ ὄρος Σιὼν ἐν εὐφροσύνῃ καὶ χαρᾷ καὶ προσήγαγον ὁλοκαυτώματα, ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ.
So they went up to mount Sion with joy and gladness, where they offered burnt offerings, because not one of them were slain until they had returned in peace.
55 Καὶ ἐν ταῖς ἡμέραις, αἷς ἦν Ἰούδας καὶ Ἰωνάθαν ἐν τῇ Γαλαὰδ καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαΐδος,
Now what time as Judas and Jonathan were in the land of Galaad, and Simon his brother in Galilee before Ptolemais,
56 ἤκουσεν Ἰωσὴφ ὁ τοῦ Ζαχαρίου καὶ Ἀζαρίας ἄρχοντες τῆς δυνάμεως τῶν ἀνδραγαθιῶν καὶ τοῦ πολέμου, οἷα ἐποίησαν,
Joseph the son of Zacharias, and Azarias, captains of the garrisons, heard of the valiant acts and warlike deeds which they had done.
57 καὶ εἶπε· ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν.
Therefore they said, Let us also get us a name, and go fight against the heathen that are round about us.
58 καὶ παρήγγειλαν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετ᾿ αὐτῶν, καὶ ἐπορεύθησαν ἐπὶ Ἰάμνειαν.
So when they had given charge to the garrison that was with them, they went towards Jamnia.
59 καὶ ἐξῆλθε Γοργίας ἐκ τῆς πόλεως καὶ οἱ ἄνδρες αὐτοῦ εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον.
Then came Gorgias and his men out of the city to fight against them.
60 καὶ ἐτροπώθη Ἰώσηφος καὶ Ἀζαρίας, καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς Ἰουδαίας, καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ τοῦ Ἰσραὴλ εἰς δισχιλίους ἄνδρας.
And so it was, that Joseph and Azarias were put to flight, and pursued to the borders of Judea: and there were slain that day of the people of Israel about two thousand men.
61 καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ Ἰσραήλ, ὅτι οὐκ ἤκουσαν Ἰούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ, οἰόμενοι ἀνδραγαθῆσαι·
Thus was there a great overthrow amongst the children of Israel, because they were not obedient to Judas and his brethren, but thought to do some valiant act.
62 αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων, οἷς ἐδόθη σωτηρία Ἰσραὴλ διὰ χειρὸς αὐτῶν.
Moreover these men came not of the seed of those, by whose hand deliverance was given to Israel.
63 καὶ ὁ ἀνὴρ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἐναντίον παντὸς Ἰσραὴλ καὶ τῶν ἐθνῶν πάντων, οὗ ἠκούετο τὸ ὄνομα αὐτῶν·
Howbeit the man Judas and his brethren were greatly renowned in the sight of all Israel, and of all the heathen, wherever their name was heard of;
64 καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημοῦντες.
Insomuch as the people assembled to them with joyful acclamations.
65 καὶ ἐξῆλθεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἐπολέμουν τοὺς υἱοὺς Ἡσαῦ ἐν τῇ γῇ πρὸς νότον καὶ ἐπάταξε τὴν Χεβρὼν καὶ τὰς θυγατέρας αὐτῆς καὶ καθεῖλε τὸ ὀχύρωμα αὐτῆς καὶ τοὺς πύργους αὐτῆς ἐνέπρησε κυκλόθεν.
Afterward went Judas forth with his brethren, and fought against the children of Esau in the land towards the south, where he struck Hebron, and the towns thereof, and pulled down the fortress of it, and burnt the towers thereof round about.
66 καὶ ἀπῇρε τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων. καὶ διεπορεύετο τὴν Σαμάρειαν.
From thence he removed to go into the land of the Philistines, and passed through Samaria.
67 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσον ἱερεῖς ἐν πολέμῳ βουλόμενοι ἀνδραγαθῆσαι ἐν τῷ αὐτοὺς ἐξελθεῖν εἰς πόλεμον ἀβουλεύτως.
At that time certain priests, desirous to show their valour, were slain in battle, for that they went out to fight unadvisedly.
68 καὶ ἐξέκλινεν Ἰούδας εἰς Ἄζωτον γῆν ἀλλοφύλων, καὶ καθεῖλε τοὺς βωμοὺς αὐτῶν καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατέκαυσε πυρὶ καὶ ἐσκύλευσε τὰ σκῦλα τῶν πόλεων καὶ ἐπέστρεψεν εἰς τὴν γῆν Ἰούδα.
So Judas turned to Azotus in the land of the Philistines, and when he had pulled down their altars, and burnt their carved images with fire, and spoiled their cities, he returned into the land of Judea.
Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.