PhilokaliaKnowledge Map

The Bible Ezra Chapter 1

Ezra 1

Ἔσδρας Β´

1 ΚΑΙ ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ Βασιλέως Περσῶν τοῦ τελεσθῆναι λόγον Κυρίου ἀπὸ στόματος Ἱερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλε φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ καί γε ἐν γραπτῷ λέγων·

Now in the first year of Cyrus king of the Persians, that the word of the Lord by the mouth of Jeremias might be fulfilled, the Lord stirred up the spirit of Cyrus king of the Persians, and he issued a proclamation through all his kingdom, and that in writing, saying,

2 οὕτως εἶπε Κῦρος βασιλεὺς Περσῶν· πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέ μοι Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐπεσκέψατο ἐπ᾿ ἐμὲ τοῦ οἰκοδομῆσαι οἶκον αὐτῷ ἐν Ἱερουσαλὴμ τῇ ἐν τῇ Ἰουδαίᾳ.

Thus said Cyrus king of the Persians, The Lord God of heaven has given me all the kingdoms of the earth, and he has given me a charge to build him a house in Jerusalem that is in Judea.

3 τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ; καὶ ἔσται ὁ Θεὸς αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ ἀναβήσεται εἰς Ἱερουσαλὴμ τὴν ἐν τῇ Ἰουδαίᾳ, καὶ οἰκοδομησάτω τὸν οἶκον Θεοῦ Ἰσραὴλ (αὐτὸς ὁ Θεὸς ὁ ἐν Ἱερουσαλήμ).

Who [is] there amongst you of all his people? for his God shall be with him, and he shall go up to Jerusalem that is in Judea, and let him build the house of the God of Israel: he [is] the God that is in Jerusalem.

4 καὶ πᾶς ὁ καταλιπόμενος ἀπὸ πάντων τῶν τόπων, οὗ αὐτὸς παροικεῖ ἐκεῖ, καὶ λήψονται αὐτὸν ἄνδρες τοῦ τόπου αὐτοῦ ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποσκευῇ καὶ κτήνεσι μετὰ τοῦ ἑκουσίου εἰς οἶκον τοῦ Θεοῦ τοῦ ἐν Ἱερουσαλήμ.

And [let] every [Jew] that is left [go] from every place where he sojourns, and the men of his place shall help him with silver, and gold, and goods, and cattle, together with the voluntary offering for the house of God that is in Jerusalem.

5 καὶ ἀνέστησαν ἄρχοντες τῶν πατριῶν τῶν Ἰούδα καὶ Βενιαμὶν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται, πάντων ὧν ἐξήγειρεν ὁ Θεὸς τὸ πνεῦμα αὐτῶν τοῦ ἀναβῆναι οἰκοδομῆσαι τὸν οἶκον Κυρίου τὸν ἐν Ἱερουσαλήμ.

Then the chiefs of the families of Juda and Benjamin arose, and the priests, and the Levites, all whose spirit the Lord stirred up to go up to build the house of the Lord that [is] in Jerusalem.

6 καὶ πάντες οἱ κυκλόθεν ἐνίσχυσαν ἐν χερσὶν αὐτῶν ἐν σκεύεσιν ἀργυρίου, ἐν χρυσῷ, ἐν ἀποσκευῇ καὶ ἐν κτήνεσι καὶ ἐν ξενίοις, πάρεξ τῶν ἑκουσίων.

And all that were round about strengthened their hands with vessels of silver, with gold, with goods, and with cattle, and with presents, besides the voluntary offerings.

7 καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκε τὰ σκεύη οἴκου Κυρίου, ἃ ἔλαβε Ναβουχοδονόσορ ἀπὸ Ἱερουσαλὴμ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ Θεοῦ αὐτοῦ·

And king Cyrus brought out the vessels of the house of the Lord, which Nabuchodonosor had brought from Jerusalem, and put in the house of his god.

8 καὶ ἐξήνεγκεν αὐτὰ Κῦρος ὁ βασιλεὺς Περσῶν ἐπὶ χεῖρα Μιθραδάτου Γασβαρηνοῦ, καὶ ἠρίθμησεν αὐτὰ τῷ Σασαβασὰρ τῷ ἄρχοντι τοῦ Ἰούδα.

And Cyrus king of the Persians brought them out by the hand of Mithradates the treasurer, and he numbered them to Sasabasar, the chief man of Juda.

9 καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν· ψυκτῆρες χρυσοῖ τριάκοντα καὶ ψυκτῆρες ἀργυροῖ χίλιοι, παρηλλαγμένα ἐννέα καὶ εἴκοσι,

And this [is] their number: thirty gold basins, and a thousand silver basins, nine and twenty changes, thirty golden goblets,

10 κεφουρῆς χρυσοῖ τριάκοντα καὶ ἀργυροῖ διπλοῖ τετρακόσια δέκα καὶ σκεύη ἕτερα χίλια.

and four hundred [and] ten double silver [vessels], and a thousand other vessels.

11 πάντα τὰ σκεύη τῷ χρυσῷ καὶ τῷ ἀργυρῷ πεντακισχίλια καὶ τετρακόσια, τὰ πάντα ἀναβαίνοντα μετὰ Σασαβασὰρ ἀπὸ τῆς ἀποικίας ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλήμ.

All the gold and silver vessels were five thousand and four hundred, [even] all that went up with Sasabasar from the [place of] transportation, from Babylon to Jerusalem.

Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.