PhilokaliaKnowledge Map

The Bible Joshua Chapter 10

Joshua 10

Ἰησοῦς Ναυῆ

1 ΩΣ δὲ ἤκουσεν Ἀδωνιβεζὲκ βασιλεὺς Ἱερουσαλὴμ ὅτι ἔλαβεν Ἰησοῦς τὴν Γαὶ καὶ ἐξωλόθρευσεν αὐτήν, ὃν τρόπον ἐποίησαν τὴν Ἱεριχὼ καὶ τὸν βασιλέα αὐτῆς, οὕτως ἐποίησαν καὶ τὴν Γαὶ καὶ τὸν βασιλέα αὐτῆς, καὶ ὅτι ηὐτομόλησαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς Ἰησοῦν καὶ πρὸς Ἰσραήλ,

And when Adoni-bezec king of Jerusalem heard that Joshua had taken Gai, and had destroyed it, as he did to Jericho and its king, even so they did to Gai and its king, and that the inhabitants of Gabaon had gone over to Joshua and Israel;

2 καὶ ἐφοβήθησαν ἀπ' αὐτῶν σφόδρα· ἤδει γὰρ ὅτι πόλις μεγάλη Γαβαών, ὡσεὶ μία τῶν μητροπόλεων, καὶ πάντες οἱ ἄνδρες αὐτῆς ἰσχυροί·

then they were greatly terrified by them, for [the king] knew that Gabaon [was] a great city, as one of the chief cities, and all its men [were] mighty.

3 καὶ ἀπέστειλεν Ἀδωνιβεζὲκ βασιλεὺς Ἱερουσαλὴμ πρὸς Ἐλὰμ βασιλέα Χεβρὼν καὶ πρὸς Φιδὼν βασιλέα Ἱεριμοὺθ καὶ πρὸς Ἰεφθὰ βασιλέα Λαχὶς καὶ πρὸς Δαβὶν βασιλέα Ὀδολλὰμ λέγων·

So Adoni-bezec king of Jerusalem sent to Elam king of Hebron, and to Phidon king of Jerimuth, and to Jephtha king of Lachis, and to Dabin king of Odollam, saying,

4 δεῦτε, ἀνάβητε πρός με καὶ βοηθήσατέ μοι, καὶ ἐκπολεμήσωμεν Γαβαών· ηὐτομόλησαν γὰρ πρὸς Ἰησοῦν καὶ πρὸς τοὺς υἱοὺς Ἰσραήλ.

Come up hither to me, and help me, and let us take Gabaon; for the Gabaonites have gone over to Joshua and to the children of Israel.

5 καὶ ἀνέβησαν οἱ πέντε βασιλεῖς τῶν Ἰεβουσαίων, βασιλεὺς Ἱερουσαλὴμ καὶ βασιλεὺς Χεβρὼν καὶ βασιλεὺς Ἱεριμοὺθ καὶ βασιλεὺς Λαχὶς καὶ βασιλεὺς Ὀδολλάμ, αὐτοὶ καὶ πᾶς ὁ λαὸς αὐτῶν καὶ περιεκάθισαν τὴν Γαβαὼν καὶ ἐξεπολιόρκουν αὐτήν.

And the five kings of the Jebusites went up, the king of Jerusalem, and the king of Chebron, and the king of Jerimuth, and the king of Lachis, and the king of Odollam, they and all their people; and encamped around Gabaon, and besieged it.

6 καὶ ἀπέστειλαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ εἰς Γάλγαλα λέγοντες· μὴ ἐκλύσῃς τὰς χεῖράς σου ἀπὸ τῶν παίδων σου· ἀνάβηθι πρὸς ἡμᾶς τὸ τάχος καὶ βοήθησον ἡμῖν καὶ ἐξελοῦ ἡμᾶς· ὅτι συνηγμένοι εἰσὶν ἐφ' ἡμᾶς πάντες οἱ βασιλεῖς τῶν Ἀμορραίων, οἱ κατοικοῦντες τὴν ὀρεινήν.

And the inhabitants of Gabaon sent to Joshua into the camp to Galgala, saying, Slack not your hands from your servants: come up quickly to us, and help us, and rescue us; for all the kings of the Amorites who dwell in the hill country are gathered together against us.

7 καὶ ἀνέβη Ἰησοῦς ἐκ Γαλγάλων, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ' αὐτοῦ, πᾶς δυνατὸς ἐν ἰσχύϊ.

And Joshua went up from Galgala, he and all the people of war with him, every one mighty in strength.

8 καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν· μὴ φοβηθῇς αὐτούς, εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτούς, οὐχ ὑπολειφθήσεται ἐξ αὐτῶν οὐδεὶς ἐνώπιον ὑμῶν.

And the Lord said to Joshua, Fear them not, for I have delivered them into your hands; there shall not one of them be left before you.

9 καὶ ἐπεὶ παρεγένετο Ἰησοῦς ἐπ' αὐτοὺς ἄφνω, ὅλην τὴν νύκτα εἰσεπορεύθη ἐκ Γαλγάλων.

And when Joshua came suddenly upon them, he [had] advanced all the night out of Galgala.

10 καὶ ἐξέστησεν αὐτοὺς Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ, καὶ συνέτριψεν αὐτοὺς Κύριος συντρίψει μεγάλῃ ἐν Γαβαών, καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Ὠρωνὶν καὶ κατέκοπτον αὐτοὺς ἕως Ἀζηκὰ καὶ ἕως Μακηδά.

And the Lord struck them with terror before the children of Israel; and the Lord destroyed them with a great slaughter at Gabaon; and they pursued them by the way of the going up of Oronin, and they struck them to Azeca and to Makeda.

11 ἐν δὲ τῷ φεύγειν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς καταβάσεως Ὠρωνὶν καὶ Κύριος ἐπέρριψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ ἕως Ἀζηκά, καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τῆς χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ἰσραὴλ μαχαίρᾳ ἐν τῷ πολέμῳ.

And when they fled from the face of the children of Israel at the descent of Oronin, then the Lord cast upon them hailstones from heaven to Azeca; and they were more that died by the hailstones, than those whom the children of Israel killed with the sword in the battle.

12 Τότε ἐλάλησεν Ἰησοῦς πρὸς Κύριον, ᾗ ἡμέρᾳ παρέδωκεν ὁ Θεὸς τὸν Ἀμορραῖον ὑποχείριον Ἰσραήλ, ἡνίκα συνέτριψεν αὐτοὺς ἐν Γαβαὼν καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱῶν Ἰσραήλ, καὶ εἶπεν Ἰησοῦς· στήτω ὁ ἥλιος κατὰ Γαβαὼν καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰλών.

Then Joshua spoke to the Lord, in the day in which the Lord delivered the Amorite into the power of Israel, when he destroyed them in Gabaon, and they were destroyed from before the children of Israel: and Joshua said, Let the sun stand over against Gabaon, and the moon over against the valley of Aelon.

13 καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει, ἕως ἠμύνατο ὁ Θεὸς τοὺς ἐχθροὺς αὐτῶν. καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ, οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μιᾶς.

And the sun and the moon stood still, until God executed vengeance on their enemies; and the sun stood still in the midst of heaven; it did not proceed to set till the end of one day.

14 καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον, ὥστε ἐπακοῦσαι Θεὸν ἀνθρώπου, ὅτι Κύριος συνεξεπολέμησε τῷ Ἰσραήλ.

And there was not such a day either before or after, so that God should listen to a man, because the Lord fought on the side of Israel.

16 Καὶ ἔφυγον οἱ πέντε βασιλεῖς οὗτοι καὶ κατεκρύβησαν εἰς τὸ σπήλαιον τὸ ἐν Μακηδά.

And these five kings fled, and hid themselves in a cave that is in Makeda.

17 καὶ ἀπηγγέλη τῷ Ἰησοῦ λέγοντες· εὕρηνται οἱ πέντε βασιλεῖς κεκρυμμένοι ἐν τῷ σπηλαίῳ τῷ ἐν Μακηδά.

And it was told Joshua, saying, The five kings have been found hid in the cave that is in Makeda.

18 καὶ εἶπεν Ἰησοῦς· κυλίσατε λίθους ἐπὶ τὸ στόμα τοῦ σπηλαίου καὶ καταστήσατε ἄνδρας φυλάσσειν ἐπ' αὐτούς,

And Joshua said, Roll stones to the mouth of the cave, and set men to watch over them.

19 ὑμεῖς δὲ μὴ ἑστήκατε καταδιώκοντες ὀπίσω τῶν ἐχθρῶν ὑμῶν καὶ καταλάβετε τὴν οὐραγίαν αὐτῶν καὶ μὴ ἀφῆτε εἰσελθεῖν εἰς τὰς πόλεις αὐτῶν· παρέδωκε γὰρ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν.

But do not you⌃ stand, but pursue after your enemies, and attack the rear of them, and do not suffer them to enter into their cities; for the Lord our God has delivered them into our hands.

20 καὶ ἐγένετο ὡς κατέπαυσεν Ἰησοῦς καὶ πᾶς υἱὸς Ἰσραὴλ κόπτοντες αὐτοὺς κοπὴν μεγάλην σφόδρα ἕως εἰς τέλος, καὶ οἱ διασῳζόμενοι διεσώθησαν εἰς τὰς πόλεις τὰς ὀχυράς,

And it came to pass when Joshua and all Israel ceased destroying them utterly with a very great slaughter, that they that escaped took refuge in the strong cities.

21 καὶ ἀπεστράφη πᾶς ὁ λαὸς πρὸς Ἰησοῦν εἰς Μακηδὰ ὑγιεῖς, καὶ οὐκ ἔγρυξεν οὐδεὶς τῶν υἱῶν Ἰσραὴλ τῇ γλώσσῃ αὐτοῦ.

And all the people returned safe to Joshua to Makeda; and no one of the children of Israel murmured with his tongue.

22 καὶ εἶπεν Ἰησοῦς· ἀνοίξατε τὸ σπήλαιον καὶ ἐξαγάγετε τοὺς πέντε βασιλεῖς τούτους ἐκ τοῦ σπηλαίου.

And Joshua said, Open the cave, and bring out these five kings out of the cave.

23 καὶ ἐξηγάγοσαν τοὺς πέντε βασιλεῖς ἐκ τοῦ σπηλαίου, τὸν βασιλέα Ἱερουσαλὴμ καὶ τὸν βασιλέα Χεβρὼν καὶ τὸν βασιλέα Ἱεριμοὺθ καὶ τὸν βασιλέα Λαχὶς καὶ τὸν βασιλέα Ὀδολλάμ.

And they brought out the five kings out of the cave, the king of Jerusalem, and the king of Chebron, and the king of Jerimuth, and the king of Lachis, and the king of Odollam.

24 καὶ ἐπεὶ ἐξήγαγον αὐτοὺς πρὸς Ἰησοῦν, καὶ συνεκάλεσεν Ἰησοῦς πάντα Ἰσραήλ, καὶ τοὺς ἐναρχομένους τοῦ πολέμου τοὺς συμπορευομένους αὐτῷ, λέγων αὐτοῖς· προπορεύεσθε καὶ ἐπίθετε τοὺς πόδας ὑμῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν. καὶ προσελθόντες ἐπέθηκαν τοὺς πόδας αὐτῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν.

And when they brought them out to Joshua, then Joshua called together all Israel, and the chiefs of the army that went with him, saying to them, Come forward and set your feet on their necks; and they came and set their feet on their necks.

25 καὶ εἶπεν Ἰησοῦς πρὸς αὐτούς· μὴ φοβηθῆτε αὐτοὺς μηδὲ δειλιάσητε· ἀνδρίζεσθε καὶ ἰσχύετε, ὅτι οὕτω ποιήσει Κύριος πᾶσι τοῖς ἐχθροῖς ὑμῶν, οὓς ὑμεῖς καταπολεμεῖτε αὐτούς.

And Joshua said to them, Do not fear them, neither be cowardly; be courageous and strong, for thus the Lord will do to all your enemies, against whom you⌃ fight.

26 καὶ ἀπέκτεινεν αὐτοὺς Ἰησοῦς καὶ ἐκρέμασεν αὐτοὺς ἐπὶ πέντε ξύλων, καὶ ἦσαν κρεμάμενοι ἐπὶ τῶν ξύλων ἕως ἑσπέρας.

And Joshua killed them, and hanged them on five trees; and they hung upon the trees until the evening.

27 καὶ ἐγενήθη πρὸς ἡλίου δυσμὰς ἐνετείλατο Ἰησοῦς καὶ καθεῖλον αὐτοὺς ἀπὸ τῶν ξύλων καὶ ἔρριψαν αὐτοὺς εἰς τὸ σπήλαιον, εἰς ὃ κατεφύγοσαν ἐκεῖ, καὶ ἐπεκύλισαν λίθους ἐπὶ τὸ σπήλαιον ἕως τῆς σήμερον ἡμέρας.

And it came to pass towards the setting of the sun, Joshua commanded, and they took them down from the trees, and cast them into the cave into which they [had] fled for refuge, and rolled stones to the cave, [which remain] till this day.

28 Καὶ τὴν Μακηδὰ ἐλάβοσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλόθρευσαν πᾶν ἐμπνέον, ὃ ἦν ἐν αὐτῇ, καὶ οὐ κατελείφθη οὐδεὶς ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ Μακηδὰ ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ἱεριχώ.

And they took Makeda on that day, and killed the inhabitants with the edge of the sword, and they utterly destroyed every living thing that was in it; and there was none left in it that was preserved and had escaped; and they did to the king of Makeda, as they did to the king of Jericho.

29 καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετ' αὐτοῦ ἐκ Μακηδὰ εἰς Λεβνὰ καὶ ἐπολιόρκει Λεβνά.

And Joshua and all Israel with him departed out of Makeda to Lebna, and besieged Lebna.

30 καὶ παρέδωκεν αὐτὴν Κύριος εἰς χεῖρας Ἰσραήλ, καὶ ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ, καὶ οὐ κατελείφθη ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ αὐτῆς ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ἱεριχώ.

And the Lord delivered it into the hands of Israel: and they took it, and its king, and killed the inhabitants with the edge of the sword, and every thing breathing in it; and there was not left in it any that survived and escaped; and they did to its king, as they did to the king of Jericho.

31 καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετ' αὐτοῦ ἐκ Λεβνὰ εἰς Λαχὶς καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκει αὐτήν.

And Joshua and all Israel with him departed from Lebna to Lachis, and he encamped about it, and besieged it.

32 καὶ παρέδωκε Κύριος τὴν Λαχὶς εἰς τὰς χεῖρας Ἰσραήλ, καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλόθρευσαν αὐτήν, ὃν τρόπον ἐποίησαν τὴν Λεβνά.

And the Lord delivered Lachis into the hands of Israel; and they took it on the second day, and they put the inhabitants to death with the edge of the sword, and utterly destroyed it, as they had done to Lebna.

33 τότε ἀνέβη Ἐλὰμ βασιλεὺς Γαζὲρ βοηθήσων τῇ Λαχίς, καὶ ἐπάταξεν αὐτὸν Ἰησοῦς ἐν στόματι ξίφους καὶ τὸν λαὸν αὐτοῦ ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα.

Then Elam the king of Gazer went up to help Lachis; and Joshua struck him and his people with the edge of the sword, until there was not left to him one that was preserved and escaped.

34 καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετ' αὐτοῦ ἐκ Λαχὶς εἰς Ὀδολλὰμ καὶ περιεκάθισεν αὐτὴν καὶ ἐξεπολιόρκησεν αὐτήν.

And Joshua and all Israel with him departed from Lachis to Odollam, and he besieged it and took it.

35 καὶ παρέδωκεν αὐτὴν Κύριος ἐν χειρὶ Ἰσραήλ, καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους, καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ ἐφόνευσαν, ὃν τρόπον ἐποίησαν τῇ Λαχίς.

And the Lord delivered it into the hand of Israel; and he took it on that day, and killed the inhabitants with the edge of the sword, and killed every thing breathing in it, as they did to Lachis.

36 καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετ' αὐτοῦ εἰς Χεβρὼν καὶ περιεκάθισεν αὐτήν.

And Joshua and all Israel with him departed to Chebron, and encamped about it.

37 καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν τὸ ἐμπνέον, ὅσα ἦν ἐν αὐτῇ, οὐκ ἦν διασεσωσμένος· ὃν τρόπον ἐποίησαν τὴν Ὀδολλάμ, ἐξωλόθρευσαν αὐτὴν καὶ ὅσα ἦν ἐν αὐτῇ.

And he struck it with the edge of the sword, and all the living creatures that were in it; there was no one preserved: they destroyed it and all things in it, as they did to Odollam.

38 καὶ ἀπέστρεψεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ εἰς Δαβὶρ καὶ περικαθίσαντες αὐτὴν

And Joshua and all Israel returned to Dabir; and they encamped about it;

39 ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ τὰς κώμας αὐτῆς καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλόθρευσαν αὐτὴν καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατέλιπον αὐτῇ οὐδένα διασεσωσμένον· ὃν τρόπον ἐποίησαν τῇ Χεβρὼν καὶ τῷ βασιλεῖ αὐτῆς, οὕτως ἐποίησαν τῇ Δαβὶρ καὶ τῷ βασιλεῖ αὐτῆς.

and they took it, and its king, and its villages: and he struck it with the edge of the sword, and they destroyed it, and every thing breathing in it; and they did not leave in it any one that was preserved: as they did to Chebron and her king, so they did to Dabir and her king.

40 καὶ ἐπάταξεν Ἰησοῦς πᾶσαν τὴν γῆν τῆς ὀρεινῆς καὶ τὴν Ναγὲβ καὶ τὴν πεδινὴν καὶ τὴν Ἀσηδὼθ καὶ τοὺς βασιλεῖς αὐτῆς, οὐ κατέλιπον αὐτῶν σεσωσμένον· καὶ πᾶν ἐμπνέον ζωῆς ἐξωλόθρευσεν, ὃν τρόπον ἐνετείλατο Κύριος ὁ Θεὸς Ἰσραήλ,

And Joshua struck all the land of the hill country, and Nageb and the plain country, and Asedoth, and her kings, they did not leave of them one that was saved: and they utterly destroyed every thing that had the breath of life, as the Lord God of Israel commanded,

41 ἀπὸ Κάδης Βαρνῆ ἕως Γάζης, πᾶσαν τὴν Γοσὸμ ἕως τῆς Γαβαών,

from Cades Barne to Gaza, all Gosom, as far as Gabaon.

42 καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν καὶ τὴν γῆν αὐτῶν ἐπάταξεν Ἰησοῦς εἰσάπαξ, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ συνεπολέμει τῷ Ἰσραήλ.

And Joshua struck, once for all, all their kings, and their land, because the Lord God of Israel fought on the side of Israel.

Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.