Joshua 11
Ἰησοῦς Ναυῆ
1 ΩΣ δὲ ἤκουσεν Ἰαβὶν βασιλεὺς Ἀσώρ, ἀπέστειλε πρὸς Ἰαβὰβ βασιλέα Μαρὼν καὶ πρὸς βασιλέα Συμοὼν καὶ πρὸς βασιλέα Ἀζίφ
And when Jabis the king of Asor heard, he sent to Jobab king of Maron, and to the king of Symoon, and to the king of Aziph,
2 καὶ πρὸς βασιλεῖς τοὺς κατὰ Σιδῶνα τὴν μεγάλην, εἰς τὴν ὀρεινὴν καὶ εἰς Ἄραβα ἀπέναντι Κενερὼθ καὶ εἰς τὸ πεδίον καὶ εἰς Φεναεδδὼρ
and to the kings who were by the great Sidon, to the hill country and to Araba opposite Keneroth, and to the plain, and to Phenaeddor,
3 καὶ εἰς τοὺς παραλίους Χαναναίους ἀπὸ ἀνατολῶν καὶ εἰς τοὺς παραλίους Ἀμορραίους καὶ τοὺς Χετταίους καὶ Φερεζαίους καὶ Ἰεβουσαίους τοὺς ἐν τῷ ὄρει καὶ τοὺς Εὐαίους καὶ τοὺς ὑπὸ τὴν Ἀερμὼν εἰς γῆν Μασσηφά.
and to the Chananites on the coast eastward, and to the Amorites on the coast, and the Chettites, and the Pherezites, and the Jebusites in the mountain, and the Evites, and those dwelling under [mount] Aermon in the land Massyma.
4 καὶ ἐξῆλθον αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν μετ' αὐτῶν, ὥσπερ ἡ ἄμμος τῆς θαλάσσης τῷ πλήθει, καὶ ἵπποι καὶ ἅρματα πολλὰ σφόδρα.
And they and their kings with them went forth, as the sand of the sea in multitude, and horses, and very many chariots.
5 καὶ συνῆλθον πάντες οἱ βασιλεῖς αὐτοὶ καὶ παρεγένοντο ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐπὶ τοῦ ὕδατος Μαρὼν πολεμῆσαι τὸν Ἰσραήλ.
And all the kings assembled in person, and came to the same place, and encamped at the waters of Maron to war with Israel.
6 καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν· μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι αὔριον ταύτην τὴν ὥραν ἐγὼ παραδίδωμι τετροπωμένους αὐτοὺς ἐναντίον τοῦ Ἰσραήλ· τοὺς ἵππους αὐτῶν νευροκοπήσεις καὶ τὰ ἅρματα αὐτῶν κατακαύσεις ἐν πυρί.
And the Lord said to Joshua, Be not afraid of them, for to-morrow [at] this time I will put them to flight before Israel: you shall hough their horses, and burn their chariots with fire
7 καὶ ἦλθεν Ἰησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ἐπ' αὐτοὺς ἐπὶ τὸ ὕδωρ Μαρὼν ἐξάπινα καὶ ἐπέπεσαν ἐπ' αὐτοὺς ἐν τῇ ὀρεινῇ.
And Joshua and all the men of war came upon them at the water of Maron suddenly; and they attacked them in the hill country.
8 καὶ παρέδωκεν αὐτοὺς Κύριος ὑποχειρίους Ἰσραήλ, καὶ κόπτοντες αὐτοὺς κατεδίωκον ἕως Σιδῶνος τῆς μεγάλης καὶ ἕως Μασερὼν καὶ ἕως τῶν πεδίων Μασσὼχ κατ' ἀνατολὰς καὶ κατέκοψαν αὐτοὺς ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν διασεσωσμένον.
And the Lord delivered them into the power of Israel; and they struck them and pursued them to great Sidon, and to Maseron, and to the plains of Massoch eastward; and they destroyed them till there was not one of them left that survived.
9 καὶ ἐποίησεν αὐτοῖς Ἰησοῦς ὃν τρόπον ἐνετείλατο αὐτῷ Κύριος· τοὺς ἵππους αὐτῶν ἐνευροκόπησε καὶ τὰ ἅρματα αὐτῶν ἐνέπρησε πυρί.
And Joshua did to them, as the Lord commanded him: he houghed their horses, and burnt their chariots with fire.
10 Καὶ ἀπεστράφη Ἰησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ κατελάβετο Ἀσὼρ καὶ τὸν βασιλέα αὐτῆς· ἦν δὲ Ἀσὼρ τὸ πρότερον ἄρχουσα πασῶν τῶν βασιλειῶν τούτων.
And Joshua returned at that time, and took Asor and her king; now Asor in former time was the chief of these kingdoms.
11 καὶ ἀπέκτειναν πᾶν ἐμπνέον ἐν αὐτῇ ἐν ξίφει καὶ ἐξωλόθρευσαν πάντας, καὶ οὐ κατελείφθη ἐν αὐτῇ ἐμπνέον· καὶ τὴν Ἀσὼρ ἐνέπρησαν ἐν πυρί.
And they killed with the sword all that breathed in it, and utterly destroyed them all, and there was no living thing left in it; and they burnt Asor with fire.
12 καὶ πάσας τὰς πόλεις τῶν βασιλειῶν καὶ τοὺς βασιλεῖς αὐτῶν ἔλαβεν Ἰησοῦς καὶ ἀνεῖλεν αὐτοὺς ἐν στόματι ξίφους, καὶ ἐξωλόθρευσαν αὐτούς, ὃν τρόπον συνέταξε Μωυσῆς ὁ παῖς Κυρίου.
And Joshua took all the cities of the kingdoms, and their kings, and killed them with the edge of the sword; and utterly killed them, as Moses the servant of the Lord commanded.
13 ἀλλὰ πάσας τὰς πόλεις τὰς κεχωματισμένας οὐκ ἐνέπρησεν Ἰσραήλ, πλὴν Ἀσὼρ μόνην ἐνέπρησεν Ἰσραὴλ
But all the walled cities Israel burnt not; but Israel burnt Asor only.
14 καὶ πάντα τὰ σκῦλα αὐτῆς ἐπρονόμευσαν ἑαυτοῖς οἱ υἱοὶ Ἰσραήλ, αὐτοὺς δὲ πάντας ἐξωλόθρευσαν ἐν στόματι ξίφους, ἕως ἀπώλεσεν αὐτούς, οὐ κατέλιπον ἐξ αὐτῶν οὐδὲν ἐμπνέον.
And the children of Israel took all its spoils to themselves; and they killed all the men with the edge of the sword, until he destroyed them; they left not one of them breathing.
15 ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ τῷ παιδὶ αὐτοῦ, καὶ Μωυσῆς ὡσαύτως ἐνετείλατο τῷ Ἰησοῖ, καὶ οὕτως ἐποίησεν Ἰησοῦς· οὐ παρέβη οὐδὲν ἀπὸ πάντων, ὧν συνέταξεν αὐτῷ Μωυσῆς.
As the Lord commanded his servant Moses, even so Moses commanded Joshua; and so Joshua did, he transgressed no precept of all that Moses commanded him.
16 Καὶ ἔλαβεν Ἰησοῦς πᾶσαν τὴν γῆν τὴν ὀρεινὴν καὶ πᾶσαν τὴν γῆν Ναγὲβ καὶ πᾶσαν τὴν γῆν Γοσὸμ καὶ τὴν πεδινὴν καὶ τὴν πρὸς δυσμαῖς καὶ τὸ ὄρος Ἰσραὴλ καὶ τὰ ταπεινὰ τὰ πρὸς τῷ ὄρει
And Joshua took all the hill country, and all the land of Nageb, and all the land of Gosom, and the plain country, and that towards the west, and the mountain of Israel and the low country by the mountain;
17 ἀπὸ ὄρους Χελχὰ καὶ ὃ προσαναβαίνει εἰς Σηεὶρ καὶ ἕως Βααλγὰδ καὶ τὰ πεδία τοῦ Λιβάνου ὑπὸ τὸ ὄρος τὸ Ἀερμὼν καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν ἔλαβε καὶ ἀνεῖλε καὶ ἀπέκτεινε.
from the mountain of Chelcha, and that which goes up to Seir, and as far as Balagad, and the plains of Libanus, under mount Aermon; and he took all their kings, and destroyed, and killed them.
18 καὶ ἡμέρας πλείους ἐποίησεν Ἰησοῦς πρὸς τοὺς βασιλεῖς τούτους τὸν πόλεμον,
And for many days Joshua waged war with these kings.
19 καὶ οὐκ ἦν πόλις, ἣν οὐκ ἔλαβεν Ἰσραήλ, πάντα ἐλάβοσαν ἐν πολέμῳ.
And there was no city which Israel took not; they took all in war.
20 ὅτι διὰ Κυρίου ἐγένετο κατισχῦσαι αὐτῶν τὴν καρδίαν συναντᾶν εἰς πόλεμον πρὸς Ἰσραήλ, ἵνα ἐξολοθρευθῶσιν, ὅπως μὴ δοθῇ αὐτοῖς ἔλεος, ἀλλ' ἵνα ἐξολοθρευθῶσιν, ὃν τρόπον εἶπε Κύριος πρὸς Μωυσῆν.
For it was of the Lord to harden their hearts to go forth to war against Israel, that they might be utterly destroyed, that mercy should not be granted to them, but that they should be utterly destroyed, as the Lord said to Moses.
21 Καὶ ἦλθεν Ἰησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλόθρευσε τοὺς Ἐνακὶμ ἐκ τῆς ὀρεινῆς, ἐκ Χεβρὼν καὶ ἐκ Δαβὶρ καὶ ἐξ Ἀναβὼθ καὶ ἐκ παντὸς γένους Ἰσραὴλ καὶ ἐκ παντὸς ὄρους Ἰούδα σὺν ταῖς πόλεσιν αὐτῶν, καὶ ἐξωλόθρευσεν αὐτοὺς Ἰησοῦς.
And Joshua came at that time, and utterly destroyed the Enakim out of the hill country, from Chebron and from Dabir, and from Anaboth, and from all the race of Israel, and from all the mountain of Juda with their cities; and Joshua utterly destroyed them.
22 οὐ κατελείφθη τῶν Ἐνακὶμ ἀπὸ τῶν υἱῶν Ἰσραήλ, ἀλλὰ πλὴν ἐν Γάζῃ καὶ ἐν Γὲθ καὶ ἐν Ἀσεδὼθ κατελείφθη.
There was not [any one] left of the Enakim by the children of Israel, only there was left of them in Gaza, and in Gath, and in Aseldo.
23 καὶ ἔλαβεν Ἰησοῦς πᾶσαν τὴν γῆν, καθότι ἐνετείλατο Κύριος τῷ Μωυσῇ καὶ ἔδωκεν αὐτοὺς Ἰησοῦς ἐν κληρονομίᾳ Ἰσραὴλ ἐν μερισμῷ κατὰ φυλὰς αὐτῶν. καὶ ἡ γῆ κατέπαυσε πολεμουμένη.
And Joshua took all the land, as the Lord commanded Moses; and Joshua gave them for an inheritance to Israel by division according to their tribes; and the land ceased from war.
Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.