Joshua 14
Ἰησοῦς Ναυῆ
1 ΚΑΙ οὗτοι οἱ κατακληρονομήσαντες υἱῶν Ἰσραὴλ ἐν τῇ γῇ Χαναάν, οἷς κατεκληρονόμησαν αὐτοῖς Ἐλεάζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ οἱ ἄρχοντες πατριῶν φυλῶν τῶν υἱῶν Ἰσραήλ.
And these [are] they of the children of Israel that received their inheritance in the land of Chanaan, to whom Eleazar the priest, and Joshua the [son] of Naue, and the heads of the families of the tribes of the children of Israel, gave inheritance.
2 κατὰ κλήρους ἐκληρονόμησαν, ὃν τρόπον ἐνετείλατο Κύριος ἐν χειρὶ Ἰησοῦ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς ἀπὸ τοῦ πέραν τοῦ Ἰορδάνου,
They inherited according to their lots, as the Lord commanded by the hand of Joshua to the nine tribes and the half tribe, on the other side of Jordan.
3 καὶ τοῖς Λευίταις οὐκ ἔδωκε κλῆρον ἐν αὐτοῖς,
But to the Levites he gave no inheritance amongst them.
4 ὅτι ἦσαν οἱ υἱοὶ Ἰωσὴφ δύο φυλαὶ Μανασσῆ καὶ Ἐφραίμ, καὶ οὐκ ἐδόθη μερὶς ἐν τῇ γῇ τοῖς Λευίταις, ἀλλ' ἢ πόλεις κατοικεῖν καὶ τὰ ἀφωρισμένα αὐτῶν τοῖς κτήνεσι καὶ τὰ κτήνη αὐτῶν.
For the sons of Joseph were two tribes, Manasse and Ephraim; and there was none inheritance in the land given to the Levites, only cities to dwell in, and their suburbs separated for the cattle, and their cattle.
5 ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐμέρισαν τὴν γῆν.
As the Lord commanded Moses, so did the children of Israel; and they divided the land.
6 Καὶ προσήλθοσαν οἱ υἱοὶ Ἰούδα πρὸς Ἰησοῦν ἐν Γαλγάλ, καὶ εἶπε πρὸς αὐτὸν Χάλεβ ὁ τοῦ Ἰεφονὴ ὁ Κενεζαῖος· σὺ ἐπίστῃ τὸ ρῆμα, ὃ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἄνθρωπον τοῦ Θεοῦ περὶ ἐμοῦ καὶ σοῦ ἐν Κάδης Βαρνή·
And the children of Juda came to Joshua in Galgal, and Chaleb the [son] of Jephone the Kenezite said to him, You know the word that the Lord spoke to Moses the man of God concerning me and you in Cades Barne.
7 τεσσαράκοντα γὰρ ἐτῶν ἤμην ὅτε ἀπέστειλέ με Μωυσῆς ὁ παῖς τοῦ Θεοῦ ἐκ Κάδης Βαρνὴ κατασκοπεῦσαι τὴν γῆν, καὶ ἀπεκρίθην αὐτῷ λόγον κατὰ τὸν νοῦν αὐτοῦ,
For I was forty years old when Moses the servant of God sent me out of Cades Barne to spy out the land; and I returned him an answer according to his mind.
8 οἱ ἀδελφοί μου οἱ ἀναβάντες μετ' ἐμοῦ μετέστησαν τὴν καρδίαν τοῦ λαοῦ, ἐγὼ δὲ προσετέθην ἐπακολουθῆσαι Κυρίῳ τῷ Θεῷ μου,
My brethren that went up with me turned away the heart of the people, but I applied my self to follow the Lord my God.
9 καὶ ὤμοσε Μωυσῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγων· ἡ γῆ, ἐφ' ἣν ἐπέβης, σοὶ ἔσται ἐν κλήρῳ καὶ τοῖς τέκνοις σου εἰς τὸν αἰῶνα, ὅτι προσετέθης ἐπακολουθῆσαι ὀπίσω Κυρίου τοῦ Θεοῦ ἡμῶν.
And Moses swore on that day, saying, The land on which you are gone up, it shall be your inheritance and your children's for ever, because you have applied yourself to follow the Lord our God.
10 καὶ νῦν διέθρεψέ με Κύριος, ὃν τρόπον εἶπε, τοῦτο τεσσαρακοστὸν καὶ πέμπτον ἔτος, ἀφ' οὗ ἐλάλησε Κύριος τὸ ρῆμα τοῦτο πρὸς Μωυσῆν καὶ ἐπορεύθη Ἰσραὴλ ἐν τῇ ἐρήμῳ. καὶ νῦν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτῶν·
And now the Lord has kept me alive as he said: this [is] the forty-fifth year since the Lord spoke that word to Moses; and Israel journeyed in the wilderness; and now, behold, I [am] this day eighty-five years old.
11 ἔτι εἰμὶ σήμερον ἰσχύων, ὡσεὶ ὅτε ἀπέστειλέ με Μωυσῆς, ὡσαύτως ἰσχύω νῦν ἐξελθεῖν καὶ εἰσελθεῖν εἰς τὸν πόλεμον.
I am still strong this day, as when the Lord sent me: just so strong am I now to go out and to come in for war.
12 καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο, καθὰ εἶπε Κύριος τῇ ἡμέρᾳ ἐκείνῃ· ὅτι σὺ ἀκήκοας τὸ ρῆμα τοῦτο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. νῦν δὲ οἱ Ἐνακὶμ ἐκεῖ εἰσι, πόλεις ὀχυραὶ καὶ μεγάλαι· ἐὰν οὖν Κύριος μετ' ἐμοῦ ᾖ, ἐξολοθρεύσω αὐτούς, ὃν τρόπον εἰπέ μοι Κύριος.
And now I ask of you this mountain, as the Lord said in that day; for you heard this word on that day; and now the Enakim are there, cities great and strong: if then the Lord should be with me, I will utterly destroy them, as the Lord said to me.
13 καὶ εὐλόγησεν αὐτὸν Ἰησοῦς καὶ ἔδωκε Χεβρὼν τῷ Χάλεβ υἱῷ Ἰεφονὴ υἱῷ Κενὲζ ἐν κλήρῳ.
And Joshua blessed him, and gave Chebron to Chaleb the son of Jephone the son of Kenez for an inheritance.
14 διὰ τοῦτο ἐγενήθη ἡ Χεβρὼν τῷ Χάλεβ τῷ τοῦ Ἰεφονὴ τοῦ Κενεζαίου ἐν κλήρῳ ἕως τῆς ἡμέρας ταύτης, διὰ τὸ αὐτὸν ἐπακολουθῆσαι τῷ προστάγματι Κυρίου Θεοῦ Ἰσραήλ.
Therefore Chebron became the inheritance of Chaleb the [son] of Jephone the Kenezite until this day, because he followed the commandment of the Lord God of Israel.
15 τὸ δὲ ὄνομα τῆς Χεβρὼν ἦν τὸ πρότερον πόλις Ἀρβόκ· μητρόπολις τῶν Ἐνακὶμ αὕτη. καὶ ἡ γῆ ἐκόπασε τοῦ πολέμου.
And the name of Chebron before was the city Argob, it [is] the metropolis of the Enakim: and the land rested from war.
Greek: the Septuagint as the Orthodox Media Network published it (Mount Athos); 2 Maccabees and the Prayer of Manasseh from Brenton's edition (1851). English: Brenton's translation (1851), its spelling updated by Michael Paul Johnson; public domain. About these texts.